- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:123.4-124.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节区分了实践智慧的各个种类(关涉自身之善的狭义伦理实践智慧、家政学、立法术及狭义政治学)及其相互依赖关系,并通过个别事物经验的必要性,解释了为何年轻人能成为数学家,却不能成为明智之人、自然学家或智慧之人。
Περὶ φρονήσεως. κεφ. θ’#1 Περὶ φρονήσεως. κεφ. θ’. Περὶ δὲ φρονήσεως ἔτι λέγωμεν. ἔστι τοίνυν ἡ φρόνησις καὶ τῶν καθόλου καὶ καθ’ ἕκαστα, καθάπερ ἀρχιτεκτονική· ὁ γὰρ τὰ καθόλου εἰδὼς πρὸς τὸν ἔμπειρον ὥσπερ ἀρχιτέκτονος ἔχει λόγον. τῆς δὲ φρονήσεως ἁπλῶς ἡ μέν ἐστιν ἠθική, ὅταν τις ζητῇ μόνον τὸ ἑαυτῷ ἀγαθόν, ἥτις φρόνησις καλεῖται, ἡ δέ, ἥτις τὸ πόλεως ἀγαθὸν ἔχει τέλος, ἥτις καλεῖται πολιτική.1 καὶ ἔστι μὲν ἡ αὐτὴ τῇ φρονήσει, τῷ λόγῳ δὲ διαφέρει, καθόσον περὶ ὑποκείμενά εἰσι διάφορα. τῆς δὲ πολιτικῆς ἡ μέν ἐστι καθάπερ ἀρχιτεκτονικὴ φρόνησις, ἥτις καλεῖται νομοθετική, ἡ δὲ μερικὴ καὶ ὑπ’ αὐτήν ἐστιν, ἥτις καλεῖται πολιτική. πολιτικὴν δὲ λέγω τὴν πρακτικὴν καὶ βουλευτικήν, ἥτις ἐστὶ περὶ τὰ ψηφίσματα καὶ τὰς πράξεις· τὰ γὰρ ψηφίσματα πρακτικά εἰσιν, οὐχ ὡς ἡ πρώτη φρόνησις, ἡ ἀρχιτεκτονική, ἀλλ’ ὡς ἡ ἐσχάτη, ἥτις καὶ κυρίως ἐστὶ πρακτική. διὰ τοῦτο καὶ τούτους μόνους λέγουσι πολιτευομένους καὶ τὸ κατ’ αὐτοὺς πολιτείαν, διότι οὗτοι μόνοι τῶν φρονίμων πράττουσιν ὥσπερ οἱ χειροτέχναι. καὶ γὰρ οὗτοι μόνοι κυρίως πράττουσι· οἱ γὰρ ἀρχιτέκτονες τῷ τάττειν μόνον τὰς πράξεις πρακτικοὶ λέγονται, κυρίως δὲ οὔκ εἰσι πρακτικοί. δοκεῖ δὲ κυρίως εἶναι φρόνησις, ὅταν τις ζητῇ μόνον τὸ ἑαυτῷ ἀγαθόν, ἥτις καὶ ἔχει τὸ κοινὸν ὄνομα καὶ φρόνησις ἰδίως λέγεται· τῶν δὲ ἄλλων ἡ μὲν περὶ οἰκίαν οἰκονομική, ἡ δὲ περὶ πόλιν, ἡ μὲν νομοθεσία, ἡ δὲ πολιτική· καὶ τῆς πολιτικῆς ἡ μὲν βουλευτική, ἡ δὲ δικαστική. ἡ μὲν οὖν ἰδίως καλουμένη φρόνησις, δηλονότι τὸ τὰ ἑαυτῷ ὠφέλιμα εἰδέναι καὶ ἀγαθά, γνῶσίς τίς ἐστιν, ὥσπερ καὶ ἡ πολιτική. οὐκ ἔστι δὲ πάντῃ ἡ αὐτὴ τῇ πολιτικῇ· καὶ διὰ τοῦτο τὸν μὲν τὰ ἀγαθὰ 〈ἑαυτῷ〉 μόνον ζητοῦντα φρόνιμον οἱ ἄνθρωποι νομίζουσι, τὸν δὲ πολιτικὸν πολυπράγμονα. διὰ τοῦτο καὶ Εὐριπίδης φησὶ πῶς δ’ ἂν φρονοίην, ᾧ παρῆν ἀπραγμόνως ἐν τοῖσι πολλοῖς ἠριθμημένον στρατοῦ ἴσων μετασχεῖν; τοὺς γὰρ περισσοὺς καί τι πράσσοντας πλέον.2 τούτου χάριν καὶ ἰδίως φρόνησις ἐκλήθη ἡ ἠθική, καὶ φρόνιμος ἰδίως ὁ ζητῶν μόνον τὸ ἑαυτοῦ ἀγαθόν, καὶ τοῦτο μόνον δεῖν οἰόμενος πράττειν, περαιτέρω δὲ μὴ ζητεῖν. καίτοι οὐ δυνατὸν ἴσως τὴν ἠθικὴν εἶναι ἄνευ τῆς οἰκονομικῆς οὐδὲ τὴν οἰκονομικὴν ἄνευ τῆς πολιτικῆς· οὐ γὰρ δυνατὸν εὖ καὶ καλῶς τὰ καθ’ ἑαυτόν τινα διαθεῖναι, τῆς οἰκίας αὐτῷ ἢ τῆς πόλεως οὐ καλῶς ἐχούσης. χαλεπὸν γὰρ μὴ διαφθαρῆναί τινα μετὰ πολλῶν φαύλων διατρίβοντα· εἰ δὲ μετὰ μηδενὸς διατρίβει, ἀλλὰ βίον ἔχει μονώτην, πῶς εἴσεται τὸ ἑαυτῷ ἀγαθόν; ἄδηλον γάρ, καὶ χρεία διδασκαλίας πρὸς αὐτὸ καὶ σκέψεως. ταῦτα δὲ ἀδύνατον ἄνευ ἐμπειρίας γενέσθαι· ἡ δὲ ἐμπειρία τῶν ἐν κοινωνίᾳ ὄντων ἐστί, καὶ οἰκίας καὶ πόλεως, καὶ ἄνευ τούτων οὐκ ἔνι ἔμπειρον οὐδὲ φρόνιμον εἶναι. διὰ τοῦτο καὶ οἱ νέοι μαθηματικοὶ μὲν γίνονται καὶ σοφοὶ τὰ τοιαῦτα, φρόνιμοι δὲ οὐ δοκοῦσιν εἶναι. τὸ γὰρ αἴτιον, ὅτι τῶν καθ’ ἕκαστά ἐστιν ἡ φρόνησις, ἅτινα ἐξ ἐμπειρίας γινώσκονται· ὁ δὲ νέος ἔμπειρος οὐκ ἔστι διὰ τὸ χρόνου πολλοῦ δεῖσθαι τὴν ἐμπειρίαν. καὶ τοῦτο δὲ ἀκόλουθον σκέψασθαι, πῶς οἱ νέοι μαθηματικοὶ μὲν γίνονται, σοφοὶ δὲ ἢ φυσικοὶ οὐδαμῶς· ἢ ὅτι τῶν μὲν φυσικῶν καὶ τῆς σοφίας αἱ ἀρχαὶ ἀπὸ τῶν καθ’ ἕκαστα λαμβάνονται;3 καὶ γὰρ καὶ τὴν σοφίαν, ἥτις περὶ τὰ ἀναγκαῖά ἐστι καὶ ἀΐδια, ἀδύνατόν ἐστι κατορθωθῆναι ἄνευ τῆς ἐμπειρίας. ἀπὸ γὰρ τῶν ἡμῖν καὶ τῇ αἰσθήσει γνωρίμων ἐπὶ τὰ ὑπὲρ τὴν αἴσθησιν ἀγόμεθα· χωρὶς μὲν γὰρ τοῦ γνῶναι τίνα συμβαίνουσι τῷδε ἢ ἐκείνῳ τῷ φυσικῷ, τὸν καθόλου περὶ αὐτῶν λόγον, οὐ δυνατὸν συμπερᾶναι οὐδὲ ποιῆσαι ἐπιστήμην.
Περὶ φρονήσεως. κεφ. θ’ #1论实践智慧。第9章。 让我们进一步讨论实践智慧。因此实践智慧既关涉普遍事物,也关涉个别事物,正如建筑术一样;因为知道普遍事物的人对于有经验的人而言,处于如同建筑师的比例关系。就单纯而言的实践智慧,一种是伦理性的,即当某人仅寻求对自身之善时,它被称为实践智慧;而另一种以城邦之善为目的的,则被称为政治学。它与实践智慧是同一的,但在定义上不同,其不同的程度恰如它们所关涉的基底对象不同。在政治学中,一种是如同建筑术式的实践智慧,被称为立法术;另一种则是属于个别的并从属于它的,被称为政治学。我所谓的政治学是指实践性的和审议性的,它关涉决议与行动;因为决议是实践性的,它不是作为第一位的、建筑术式的实践智慧,而是作为最末端的、亦即真正本义上实践性的实践智慧。正因如此,人们仅称这些人是在从事政治,并将属于他们的事情称为政治活动,因为在具备实践智慧的人之中,唯独他们如同手艺人一样行动。确实,唯独他们是在真正本义上行动;因为建筑师仅凭安排行动而被称作实践性的,在真正本义上却不是实践性的。但是,当某人仅寻求属于自身的善时,这被认为是在真正本义上的实践智慧,它也拥有这一共同的名称,并特异地被称为“实践智慧”;而其余诸种中,一种关涉家庭的是家政学,关涉城邦的则一方面是立法术,另一方面是政治学;而在政治学中,一种是审议性的,另一种是司法的。因此,特异地被称为实践智慧的——即知道对自身有益和善良的事物——是一种认识,正如政治学一样。但它并不在各方面都与政治学完全同一;正因如此,人们认为那仅寻求对自身之善的人是明智的,而认为政治家是爱管闲事的人。正因如此,欧里庇得斯也说:“我本可以在大军的大多数之中被计数,无所烦扰地享有均等的命运,我又怎能算是明智呢?因为那些非凡卓越并且多管闲事的人……”。由于这个缘故,伦理性的实践智慧被特异地称为实践智慧,而特异地被称为明智之人的,则是仅寻求自身之善,并认为只需践行这一点而不作更远追求的人。然而,或许没有家政学,伦理性的实践智慧就不可能存在;没有政治学,家政学也不可能存在;因为若一个人的家庭或城邦处于不良状态,他就不可能把自己的事情处理得良好而完美。因为与许多卑劣之徒往来而不被败坏,是困难的;但若他与任何人都不往来,而是过着孤独的生活,他又怎能知道对自己何为善?因为这是不显然的,对它需要教导和考察。而若无经验,这些也是不可能产生的;经验属于处在共同体(包括家庭与城邦)之中的人,离开这些,就不可能成为有经验的,也不可能成为明智的。正因如此,年轻人可以成为数学家,并在这类事情上具有智慧,却不被认为是明智的。其原因在于,实践智慧是关涉个别事物的,而个别事物是出于经验才被认识的;年轻人没有经验,因为经验需要漫长的时间。考察以下这一点也是切合逻辑的:为何年轻人能成为数学家,却绝不能成为有智慧的人或自然哲学家?抑或这是因为自然事物和智慧的始基是从个别事物中获取的?因为即便是关涉必然且永恒事物的智慧,脱离了经验也是不可能达成的。因为我们是从对我们而言和对感觉而言可知的事物,被引导至超越感觉之上的事物;因为如果不认识这一个或那一个自然物具有何种偶性,就不可能推导出关于它们的普遍说明,也不可能形成科学。
- 6.τῆς δὲ πολιτικῆς ἡ μέν ἐστι καθάπερ ἀρχιτεκτονικὴ φρόνησις, ἥτις καλεῖται νομοθετική, ἡ δὲ μερικὴ καὶ ὑπ’ αὐτήν ἐστιν, ἥτις καλεῖται πολιτική.
由表示整体的部分属格“τῆς δὲ πολιτικῆς”(在政治学中)出发,并列小词“ἡ μέν... ἡ δέ...”引出了下位划分:其一是立法术(νομοθετική),另一则是具体的、从属性的狭义政治学(πολιτική)。紧随其后的“πολιτικὴν δὲ λέγω...”正是注疏者在明确界定后者的这种狭义用法。
- 6.πῶς δ’ ἂν φρονοίην, ᾧ παρῆν ἀπραγμόνως ἐν τοῖσι πολλοῖς ἠριθμημένον στρατοῦ ἴσων μετασχεῖν; τοὺς γὰρ περισσοὺς καί τι πράσσοντας πλέον.
引自欧里庇得斯(残篇)。主句的修辞疑问“πῶς δ’ ἂν φρονοίην”(我怎能算是有明智的呢)由关系代词“ᾧ”(与非人称动词 παρῆν 连用的与格)引导的从句加以修饰。不定式“μετασχεῖν”的逻辑主语未与与格 ᾧ 一致,而是转化为宾格分词“ἠριθμημένον”(转向宾格加不定式结构)。末尾的“τοὺς γὰρ περισσοὺς...”遵循了亚里士多德原文省略的引用形式,其支配述语动词(如“人们憎恨/惩罚”)被省略。
- 6.ἢ ὅτι τῶν μὲν φυσικῶν καὶ τῆς σοφίας αἱ ἀρχαὶ ἀπὸ τῶν καθ’ ἕκαστα λαμβάνονται;
承接前文疑问“πῶς οἱ νέοι μαθηματικοὶ μὲν γίνονται...”的自问自答式的引入句。连词搭配“ἢ ὅτι”意为“抑或是否因为……”,是注疏文本中用于对前面提出的难题直接给出解答或原因解释的典型惯用句式。
