← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§122.16-123.3

智慧的对象与实践智慧中个别知识的重要性

作者论述了关涉远比人更为神圣的实体的智慧,与关涉审慎考量和个别实践的实践智慧之间的区别,并指出实践智慧对个别事物的认识比普遍知识更为不可或缺。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6

Περὶ σοφίας. κεφ. ηʹ#2 εἰ γὰρ τὴν πρακτικὴν τῶν ἑαυτοῖς ὠφελίμων ἐροῦσι σοφίαν, πολλαὶ ἔσονται σοφίαι· πολλὰ γὰρ τὰ ὠφέλιμα ἑκάστῳ· καθάπερ καὶ ἰατρικὴ οὐ μία περὶ πάντα τὰ ζῷα διότι ἄλλοις ἄλλα ὑγιεινὰ ἢ νοσώδη· εἰ δὲ φαῖεν βέλτιστον εἶναι τὸν ἄνθρωπον τῶν ἄλλων ζῴων καὶ διὰ τοῦτο τὴν πολιτικήν, ἤτοι τὴν φρόνησιν, σπουδαιοτάτην εἶναι, καθάπερ ἡ σοφία, οὐδὲν διαφέρει· καὶ γὰρ ἀνθρώπου ἄλλα πολλῷ θειότερα τὴν φύσιν,1 οἷα τὰ προδήλως συνιστάντα τὸ πᾶν, λέγω δὴ ἐξ ὧν ὁ κόσμος συνέστηκεν. ἐκ τῶν εἰρημένων δὲ δῆλον, ὅτι σοφία ἐστὶ νοῦς καὶ ἐπιστήμη, περὶ τὰ φύσει τιμιώτατα, ἅ εἰσι τὰ ἀναγκαῖα καὶ ἀεὶ ὡσαύτως ἔχοντα. διὸ Ἀναξαγόραν καὶ Θαλῆν καὶ τοὺς τοιούτους σοφοὺς μὲν λέγουσι, φρονίμους δὲ οὐδαμῶς, διότι τὰ μὲν αὑτοῖς συμφέροντα ἠγνόουν καὶ τὰ πρὸς τὸν βίον χρήσιμα, ἐγίνωσκον δὲ περιττά τινα καὶ θαυμαστὰ καὶ χαλεπὰ καὶ δαιμόνια. ἡ μὲν οὖν σοφία περὶ ταῦτα· φρόνησις δὲ περὶ τὰ ἀνθρώπινα καὶ περὶ ὧν ἔστι βουλεύσασθαι. τοῦ γὰρ φρονίμου μάλιστα τοῦτό φαμεν ἔργον εἶναι, τὸ εὖ βουλεύεσθαι· οὐδεὶς δὲ περὶ τῶν ἀναγκαίων βουλεύεται καὶ ἅπερ οὐ δύναται ἄλλως ἔχειν, οὐδὲ ὅσα μὴ ἔχουσι τέλος τὸ πρακτὸν ἀγαθόν·2 ἡ δὲ σοφία τέλος ἔχει τὴν καθόλου ἀλήθειαν, καὶ ἡ μὲν ὑποκείμενον ἔχει τὸ καθόλου ἐπιστητὸν καὶ τὰς ἀρχὰς ἁπάσης ἐπιστήμης, ἡ δὲ φρόνησις καὶ τῶν μερικῶν ἐστι. γινώσκει μὲν γὰρ ὁ φρόνιμος καὶ καθόλου τίνα τὰ τοῦ ἀνθρώπου ἀγαθά, γινώσκει δὲ καὶ τὰ μερικὰ ἐξ ἀνάγκης, τίνα εἰσὶν ἃ δεῖ πράττειν τόνδε τὸν ἄνθρωπον κατὰ τόνδε τὸν καιρόν· καὶ γὰρ πρακτική ἐστιν· ἡ δὲ πρᾶξις περὶ τὰ καθ’ ἕκαστα. διὰ τοῦτο καὶ οἱ τὰ μερικὰ μόνον εἰδότες τῶν τὰ καθόλου εἰδότων πρακτικώτεροι. καὶ ὅλως ἐν πᾶσιν οἱ ἔμπειροι μᾶλλον δύνανται πράττειν ἢ οἱ τὰ καθόλου γινώσκοντες· εἰ γάρ τις εἰδοίη μὲν ὅτι τὰ κοῦφα κρέα εὔπεπτα καὶ ὑγιεινά, τίνα δέ εἰσιν ἀγνοεῖ, οὐ ποιήσει ὑγίειαν, ἀλλ’ ὁ εἰδώς, ὅτι τὰ ὀρνίθεια κοῦφα καὶ ὑγιεινά, ποιήσει μᾶλλον. ἐπεὶ τοίνυν ἡ φρόνησις πρακτική, καὶ ἄμφω ἔχειν ἀνάγκη ἢ τὰ καθ’ ἕκαστα μᾶλλον·3 μετὰ γὰρ τοῦ καθόλου μόνον οὐ δύναται εἶναι πρακτική. τί μὲν οὖν ἐστιν ἡ σοφία καὶ τίνι διαφέρει φρονήσεως, εἴρηται.

论智慧。第八章因为如果他们将实践对自己有益之物的[知识]称为智慧,那么就会存在许多种智慧;因为对各者有益的事物是繁多的,正如对于一切动物并没有统一的一种医学一样,因为对不同的动物而言,不同事物是健康的或致病的。但如果他们说人在其他动物中是最完善的,并因此政治学(即实践智慧)正如智慧一样是最具优越性的,这也毫无分别;因为本性上远比人更为神圣的事物是存在的,例如显而易见地构成万物的事物,我指的正是宇宙由之构成的那些事物。由上述可知,智慧是关涉本性上最高贵事物的理智与科学,这些事物是必然且始终保持同样状态的。因此人们称阿那克萨哥拉、泰勒斯以及这类人是智慧的,却绝不称他们是明智的,因为他们对自身有利的事物以及对生活有用的事物一无所知,却认识某些非凡的、惊人的、艰深的与神圣的事物。因此智慧关涉这些事物;而实践智慧则关涉属人之事以及可以加以考量的事物。因为我们说善于考量正是明智之人的首要功能;而没有任何人考量必然的事物以及不可能处于其他状态的事物,也不考量那些不以可实践之善为目的的事物。智慧则以普遍的真理为目的,它一方面将普遍的可认识对象及一切科学的诸始基作为其质料对象,而实践智慧则也关涉个别的事物。因为明智之人不仅在普遍层面上认识属人的诸善是什么,而且必然也认识各个别的事物,即这个特定的人在这一特定时刻应当做什么;因为它是实践性的,而实践是关涉个别具体之事的。正因如此,那些仅知个别事物的人比那些知道普遍事物的人更具实践能力。总地来说,在一切事情上,有经验的人都比认识普遍事物的人更能够付诸行动;因为如果有人虽然知道轻肉易于消化且有益健康,却不知道哪些肉是轻肉,他就不会产生健康;反倒是知道禽肉是轻且有益健康的人,更能产生健康。既然实践智慧是实践性的,那么必然要兼具二者,或者不如说更要具备个别的事物;因为仅仅伴随着普遍事物,它是不可能具有实践性的。因此,智慧是什么,以及它在何种方面不同于实践智慧,已经阐明了。

语法注3 条
  1. 6.καὶ γὰρ ἀνθρώπου ἄλλα πολλῷ θειότερα τὴν φύσιν

    ἀνθρώπου 是由比较级 θειότερα 所要求的比较属格,被前置以示强调。πολλῷ 作表示差异程度的与格,τὴν φύσιν 则作关系宾格(限定宾格)。

  2. 6.οὐδὲ ὅσα μὴ ἔχουσι τέλος τὸ πρακτὸν ἀγαθόν

    在以 ἔχουσι 为谓语的关系从句中,τὸ πρακτὸν ἀγαθόν 充当直接宾格,τέλος 充当宾补(谓述宾格),构成双重宾格结构,意为“不以可实践之善为目的的事物”。

  3. 6.καὶ ἄμφω ἔχειν ἀνάγκη ἢ τὰ καθ’ ἕκαστα μᾶλλον

    无人称表达 ἀνάγκη [ἐστί] 统辖不定式 ἔχειν,其宾语 ἄμφω(兼具两者,即普遍与个别)与 τὰ καθ’ ἕκαστα(个别事物)由连词 ἢ 连结。不定式的逻辑主语在上下文中补出为“明智之人”(或“实践智慧本身”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:122.16-123.3