← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§121.3-122.16

把握始基的理智及智慧与实践智慧之别

赫利奥多罗斯根据《尼各马可伦理学》卷六第6–7章,论证了把握科学诸始基的认知机能是理智,继而将智慧规定为普遍且最精确的科学(理智与科学的结合),并阐明了智慧与实践智慧的本质区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6

Περὶ τοῦ νοῦ. κεφ. ζʹ Περὶ τοῦ νοῦ. κεφ. ζʹ. Ῥητέον δὲ ἤδη περὶ τοῦ νοῦ, περὶ τίνα ἐστὶ τῶν γνωστῶν. ἐπεὶ τοίνυν ἡ ἐπιστήμη γνῶσίς ἐστι τῶν καθόλου καὶ τῶν ἐξ ἀνάγκης ὄντων, μετὰ λόγου καὶ ἀποδείξεως, ἡ δὲ ἀπόδειξις ἀρχὰς ἔχει, ἃς δεῖ προϋποκεῖσθαι τῆς ἀποδείξεως τῷ ἐπιστήμονι, ζητητέον τίνος τῶν ἀπηριθμημένων γνώσεών ἐστι τὸ ταύτας εἰδέναι τὰς ἀρχάς,1 ἐπιστήμης ἢ τέχνης ἢ φρονήσεως ἢ σοφίας ἢ νοῦ. ἐπιστήμης μὲν οὖν οὐ δυνατὸν εἶναι· ἡ γὰρ ἐπιστήμη ἀποδεικτική· αἱ δὲ ἀρχαὶ οὐκ ἀποδεικταί· ἀλλ’ οὐδὲ φρονήσεως, οὐδὲ τέχνης· αἱ μὲν γὰρ περὶ τὰ ἐνδεχόμενα, αἱ δὲ ἀρχαὶ οὐ τοιαῦται· ἔτι δὲ οὐδὲ τῆς σοφίας ἐστὶ τὸ τὰς ἀρχὰς εἰδέναι· καὶ γὰρ καὶ σοφία ἐστί, τὸ ἀποδεικτά τινα εἰδέναι· αἱ δὲ ἀρχαὶ ἄμεσοι. λείπεται δὴ τὸν νοῦν εἶναι γνῶσιν τῶν ἀρχῶν, καὶ τοῦτό ἐστι2 νοῦς, ᾧ τὰς ἀρχὰς γινώσκομεν τῆς ἐπιστήμης.

Περὶ τοῦ νοῦ. κεφ. ζʹ论理智。第七章。 现在应当来谈论理智,即它关涉可认识事物中的哪些对象。既然科学是关于普遍之物和出于必然存在之物的认识,并伴随着理性与论证,而论证具有诸始基,这些始基对于具有科学知识的人而言必须先于论证被预先设定,那么就必须探究:知道这些始基究竟属于所列举的诸种认识中的哪一种,是属于科学、技术、实践智慧、智慧,还是属于理智?属于科学是不可能的;因为科学是论证性的,而诸始基并非可论证的。但它既不属于实践智慧,也不属于技术;因为它们关涉可能处于其他状态的事物,而诸始基并不是这样的。此外,知道诸始基也不属于智慧;因为智慧也在于知道某些可论证的事物,而诸始基是无中介的。因此剩下的便是:理智是对始基的认识,而这正是我们用以认识科学始基的理智。

§6

Περὶ σοφίας. κεφ. ηʹ#1 Περὶ σοφίας. κεφ. ηʹ. Ἡ δὲ σοφία διχῶς λέγεται· ἔστι γὰρ ἡ μὲν μερικὴ σοφία, ἡ δὲ καθόλου· καὶ μερικὴ μέν ἐστιν ἡ ἑκάστης τέχνης ἀρετὴ καθ’ ἣν τοῦτον ἢ ἐκεῖνον τὸν τεχνίτην σοφὸν λέγομεν κατὰ τὴν αὑτοῦ τέχνην, οἷον τὸν Φειδίαν λιθουργὸν σοφὸν λέγομεν, ὅτι ἄριστός ἐστι τὴν λιθουργικήν, καὶ Πολύκλειτον σοφὸν ἀνδριαντοποιόν. καθόλου δὲ σοφία ἐστί, καθ’ ἣν οὐ κατά τι λέγομέν τινας σοφούς, ὥσπερ Ὅμηρός φησιν ἐν τῷ Μαργίτῃ τὸν δ’ οὔτ’ ἄρ’ σκαπτῆρα θεοὶ θέσαν οὔτ’ ἀροτῆρα οὔτ’ ἄλλως τι σοφόν· ὥστε δῆλον, ὅτι ἡ ἀκριβεστάτη τῶν ἐπιστημῶν ἂν εἴη ἡ σοφία, κἄν τε τὴν μερικὴν εἴπῃ τις κἄν τε τὴν καθόλου· ἥ τε γὰρ μερικὴ αὐτὸ τοῦτό ἐστιν ἀκριβὴς ἐπιστήμη καὶ τέχνη, καὶ ἡ καθόλου διὰ τὸ καθόλου εἶναι ἀκριβεστέρα ἐστὶ τῶν ἄλλων, καθόσον μᾶλλον ἐστιν ὡρισμένη. ἐπεὶ τοίνυν καθόλου τί ἐστιν ἡ σοφία, δεῖ τὸν σοφὸν τὸν κατ’ αὐτὴν σοφὸν μὴ τὸ μὲν τῶν γνωστῶν εἰδέναι, τὸ δὲ ἀγνοεῖν· καὶ διὰ τοῦτο μὴ μόνον τὰ ἀποδεικτὰ ὁ σοφὸς εἴσεται ἀλλὰ καὶ τὰς ἀρχάς, ὅθεν αἱ ἀποδείξεις, καὶ τὸν ἐγχωροῦντα περὶ αὐτῶν ἀποδώσει λόγον. ὥστε εἴη ἂν ἡ σοφία νοῦς καὶ ἐπιστήμη· καὶ οὕτως ἔσται ἐπιστήμη ἡ τιμιωτάτη, καθάπερ κεφαλὴν ἔχουσα τὰς ἀρχάς. ἐν γὰρ τῷ αὐτῆς λόγῳ καὶ τὰ ἀπόδεικτα καὶ αἱ ἀρχαὶ λαμβάνονται· ἐπὶ γὰρ τῶν ἄλλων ἐπιστημῶν οὐχ οὕτως ἔχει· οὐ γὰρ ἐν τῷ ὁρισμῷ αὐτῶν ἡ γνῶσις τῶν ἀρχῶν παραλαμβάνεται, ἀλλὰ τῶν ἀποδείκτων μόνον. διαφέρει δὲ ἡ σοφία φρονήσεως, ὅτι ἡ μὲν φρόνησις πολιτική ἐστιν, ἡ δὲ σοφία ἡ τῶν ἄλλων ἐπιστημῶν σπουδαιοτάτη· οὐ γὰρ ἡ φρόνησις σπουδαιοτάτη· σπουδαιοτάτη γάρ ἐστιν, ἥτις περὶ τὸ ἄριστον καταγίνεται· ἡ δὲ φρόνησις περὶ τὰ ἀνθρώπινα ἀγαθὰ καταγίνεται· ὁ δὲ ἄνθρωπος καὶ τὰ αὑτοῦ ἀγαθὰ οὐκ ἔστι τὸ ἄριστον. ἔτι φρόνιμόν ἐστι τὸ εὑρετικὸν τοῦ ἰδίου ἀγαθοῦ· ἀγαθὸν δὲ οὐ πᾶσι τὸ αὐτό· οὐ γὰρ τὸ αὐτὸ πᾶσιν ὑγιεινὸν καὶ ὠφέλιμον· φρόνιμον ἄρα οὐ παρὰ πᾶσι τὸ αὐτό· σοφὸν δὲ τὸ αὐτὸ παρὰ πᾶσιν. τὸ γὰρ ἐπιστητὸν σοφόν· τὸ δὲ τὸ τρίγωνον δύο ὀρθὰς ἔχειν, ἐπιστητόν ἐστι, καὶ τὸ αὐτὸ δοκεῖ παρὰ πᾶσιν ἐπιστητὸν εἶναι, καθάπερ καὶ τὸ αὐτὸ εὐθὺ καὶ τὸ αὐτὸ λευκὸν παρὰ πᾶσιν· φρόνιμον δὲ οὐκ ἐπ’ ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων, τὸ θεωρεῖν ἕκαστον τὰ ἑαυτοῦ ἀγαθὰ καὶ πράττειν· ὅθεν καὶ ἔνια τῶν θηρίων φρόνιμά φασιν εἶναι, ὅσα περὶ τὸν αὑτῶν βίον ἔχοντα φαίνεται δύναμιν προνοητικήν· φανερὸν τοίνυν, ὅτι οὐκ ἂν εἴη ἡ σοφία καὶ ἡ φρόνησις ἡ αὐτή.

Περὶ σοφίας. κεφ. ηʹ#1论智慧。第八章。 智慧有两种说法;因为既有局部的智慧,又有普遍的智慧。局部的智慧是每一种技术的卓越[德],依此我们称这个或那个工匠在他自身的专门技术中是智慧的,正如我们称菲狄亚斯是智慧的石匠,因为他在石雕技术上最为杰出,称波留克列特斯是智慧的造像师一样。而普遍的智慧,则是依此我们并非在某个特定方面称某些人是智慧的,正如荷马在《马耳基忒斯》中所说:“诸神未曾使他成为掘地者,也未曾使他成为耕田者,亦未曾使他在其他任何方面成为智慧的人。”因此显而易见,无论人们谈论的是局部的智慧还是普遍的智慧,智慧都将是诸科学中最精确的。因为局部的智慧本身正是精确的科学与技术,而普遍的智慧由于其普遍性,在它更加被规定的程度上比其他科学更为精确。既然智慧是某种普遍之物,那么按照智慧而言是智慧的人,就绝不能知道可认识事物中的一部分而对另一部分一无所知;正因如此,智慧的人不仅将知道可论证的事物,而且还将知道论证从之出发的诸始基,并给出关于它们所能成立的理性说明。因而智慧当是理智与科学;这样它就将是最高贵尊严的科学,仿佛以诸始基为首脑。因为在它的理性说明中,可论证的事物与诸始基都被涵括在内;然而对于其他诸科学而言却并非如此;因为在它们的定义中,并不涵括对诸始基的认识,而仅涵括对可论证之物的认识。智慧不同于实践智慧,在于实践智慧是政治性的,而智慧是其他科学中最具优越性的;因为实践智慧并不是最具优越性的;最具优越性的乃是关涉最完善之物的,而实践智慧关涉的是人的善,人及其自身的善并不是最完善的事物。再者,明智的是善于发现自身特有之善的事物;但善对于一切并非同一,因为对于所有人并非同一事物是健康的和有益的;因而明智的事物在一切事物中并不是同一的,然而智慧的事物在一切事物中却是同一的。因为可科学认识的事物即是智慧的;而三角形具有两个直角是可科学认识的,并且在所有人看来都是同一的可科学认识的事物,正如直的和白色的事物在所有人看来都是同一的一样。但是,不仅在人身上,而且在其他动物身上,明智都在于各自审视并实践自身固有的诸善;因此人们也说某些野兽是明智的,即凡是在自身生活方面显得具有预见能力的动物。因此显而易见,智慧与实践智慧不可能是同一的。

语法注2 条
  1. 6.τίνος τῶν ἀπηριθμημένων γνώσεών ἐστι τὸ ταύτας εἰδέναι τὰς ἀρχάς

    在这一间接疑问从句中,带冠词不定词短语 τὸ ταύτας εἰδέναι τὰς ἀρχάς 作主语,而属格 τίνος τῶν ἀπηριθμημένων γνώσεών 作表语(所属属格),意为“知道这些始基属于所列举认识中的哪一种”。

  2. 6.τὸ δὲ τὸ τρίγωνον δύο ὀρθὰς ἔχειν, ἐπιστητόν ἐστι

    双冠词结构。第一个外层冠词 τὸ 将紧随其后的整个不定词从句(τὸ τρίγωνον δύο ὀρθὰς ἔχειν)名词化,作为主句的语法主语;第二个内层冠词 τὸ 则直接修饰不定词的宾格主语 τρίγωνον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:121.3-122.16