- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:120.6-121.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者论述了实践智慧是唯一被快乐破坏的认识并指明其与节制的语源关联,进而通过与技术的多重对比(有无德性、自愿犯错的优劣、持续的行动性与遗忘的有无),确立实践智慧乃是灵魂中持意见或审虑部分的德性。
Περὶ φρονήσεως. κεφ. ϛʹ#2 καὶ γὰρ ὁ ἀκόλαστος οὐδεμίαν τῶν ἄλλων γνώσεων τῇ ἡδονῇ διαφθείρει, εἰ μὴ τὴν φρόνησιν μόνην· ἀλλ’ οὔτε τὴν ἐπιστήμην οὔτε τὴν τέχνην οὔτε ἄλλην τινὰ τῶν ἀπηριθμημένων· ἡ γὰρ ἡδονὴ οὐδὲν κωλύει εἰδέναι τὸ τρίγωνον δύο ὀρθὰς ἔχειν, ὅπερ ἐστὶ τῆς ἐπιστήμης, οὐδὲ πῶς δεῖ ναῦν οἰκοδομῆσαι ἢ ἄλλο τι ποιῆσαι τεχνητόν· ἀλλὰ μόνον τὸ πρακτὸν διαστρέφει, περὶ ὃ ἡ φρόνησίς ἐστιν· αἱ γὰρ ἀρχαὶ καὶ τὰ αἴτια τῶν πρακτῶν τὰ τέλη εἰσίν, ὧν ἕνεκα πράττονται· τέλος δέ ἐστιν ἑκάστῳ πρακτῷ τὸ ἀγαθὸν τοῦ πράττοντος προσεχῶς, ὅπερ εἰ ἀγνοηθήσεται, τὸ πρακτὸν διαστρέφεται· ἀγνοεῖται δέ, ὅτε τις ὑφ’ ἡδονῆς ἢ λύπης διαφθαρεὶς ἢ ἄλλου τινὸς πάθους οἴεται τὴν ἡδονὴν εἶναι τὸ ἀγαθὸν καὶ τὸ τέλος τὸ προσῆκον αὐτὸ νομίζει1 καὶ εἰς αὐτὴν τάττει τὰς πράξεις· καὶ οὕτω διαφθείρει τὸ ἑαυτοῦ ἀγαθόν, ὅ ἐστι τὸ τέλος καὶ ἡ προσήκουσα τῶν πρακτῶν ἀρχή· ἔστι γὰρ ἡ κακία φθαρτικὴ ἀρχῆς. καὶ διὰ τοῦτο τοῦ ἀκολάστου φθείροντος τὴν φρόνησιν, ὁ διασῴζων σώφρων καλεῖται· ὥστε ἀνάγκη2 τὴν φρόνησιν ἕξιν εἶναι μετὰ λόγου ἀληθῆ, περὶ τὰ ἀνθρώπινα ἀγαθὰ πρακτικήν. δῆλον μὲν οὖν καὶ ἀπὸ τούτων, ὅτι ἄλλο ἐστὶ παρὰ τὴν ἐπιστήμην καὶ τὴν τέχνην καὶ τὰς ἄλλας γνώσεις. ἔτι δὲ τῆς μὲν τέχνης ἐστὶ καὶ κακία καὶ ἀρετή· καὶ γὰρ δυνατὸν καὶ ἀγαθὸν εἶναι τεχνίτην καὶ πονηρόν· φρονήσεως δὲ οὔτε κακία ἐστὶν (ἀδύνατον γὰρ φρόνιμόν τινα φαῦλον εἶναι) οὔτε ἀρετή· αὕτη γάρ ἐστιν ἀρετή· ἀρετὴ δὲ ἀρετῆς οὐκ ἔστιν, οὐ γὰρ μεσότης μεσότητος. ἔτι ὁ μὲν κατὰ τὴν τέχνην ἑκὼν ἁμαρτάνων βελτίων τοῦ ἄκοντος ἁμαρτάνοντος, καθόσον ἐστὶ τεχνίτης· ἐπὶ δὲ τῆς φρονήσεως οὐχ οὕτως ἀλλὰ τοὐναντίον· ὁ γὰρ ἑκὼν τὴν φρόνησιν διαφθείρων χείρων τοῦ ἄκοντος. δῆλον οὖν, ὅτι ἡ φρόνησις ἀρετή τίς ἐστι καὶ οὐ τέχνη· ἀρετὴ δέ ἐστι τοῦ δοξαστικοῦ. δυοῖν γὰρ ὄντοιν τῶν λόγον ἐχόντων τῆς ψυχῆς μερῶν, τοῦ τε διανοητικοῦ καὶ τοῦ δοξαστικοῦ, ἤτοι τοῦ βουλευτικοῦ, τὸ δεύτερον περὶ τὰ ἐνδεχόμενά ἐστι, περὶ ἃ καὶ ἡ φρόνησις. ἔστι δὲ ἡ φρόνησις οὐχ ἕξις μόνον μετὰ λόγου ἀληθής, ὥσπερ ἡ τέχνη, ὅταν μὴ ποιῇ ὁ τεχνίτης τὰ τεχνητά (οὐδὲν γὰρ κωλύει καὶ μὴ ποιοῦντα τεχνίτην εἶναι καὶ τέχνην τὴν μετὰ λόγου ἕξιν ἀληθῆ), τὴν δὲ φρόνησιν ἀεὶ πρακτικὴν εἶναι πᾶσα ἀνάγκη· τὰ μὲν γὰρ ὑποκείμενα καὶ ἡ ὕλη τῆς τέχνης οὐκ ἀεὶ πάρεστι τῷ τεχνίτῃ· τὰ δὲ τῆς φρονήσεως ὑποκείμενα οὐδέποτε τὸν φρόνιμον ἐπιλείπει· τὰ γὰρ τῆς ψυχῆς πάθη καὶ ἀνθρώπιναι πράξεις καὶ αἱ πρὸς ἀλλήλους τῶν ἀνθρώπων κοινωνίαι καὶ τἄλλα, περὶ ἃ πᾶσα ἀρετή ἐστι καὶ ἡ φρόνησις, ταῦτα τοίνυν ἔξω τοῦ ἀνθρωπίνου βίου γενέσθαι ἀδύνατον· διὰ τοῦτο καὶ λήθη τῆς μὲν τέχνης ἐστί, φρονήσεως δὲ οὐκ ἔστιν. περὶ μὲν οὖν φρονήσεως εἴρηται.
论实践智慧。第六章。 实际上,放纵者因快乐而败坏的并不是任何其他认识,而仅仅是实践智慧;他既不败坏科学,也不败坏技术,也不败坏列举出的其他任何认识。因为快乐丝毫不妨碍人们知道三角形具有两个直角(这属于科学),也不妨碍人们知道应当如何建造一艘船或制作其他某种人工制品;它所歪曲的仅仅是行动的对象,即实践智慧所关涉的事物。因为行动的始基和原因乃是行动所为了的目的;而对于每一项行动而言,目的直接就是行动者的善,如果这一善不被认识,行动就会被歪曲。而当有人因快乐或痛苦或某种其他情感的败坏,认为快乐就是善,将它看作适宜的目的,并将行动导向快乐时,目的就不被认识了;他由此破坏了他自身的善,而这善正是行动的目的和适宜的始基;因为恶正是始基的破坏者。并且正因如此,放纵者破坏实践智慧,而保存实践智慧的人则被称为节制者;因此,实践智慧必然是关涉人的善的、伴随理性的真实的行动性品质。因此,从这些论述中也可以明显看出,它不同于科学、技术以及其他诸种认识。 再者,技术既有恶又有德;因为一个工匠既可能是好的,也可能是劣拙的;然而实践智慧既没有恶(因为具有实践智慧的人不可能卑劣),也没有德;因为这〔实践智慧〕就是一种德;而德并没有属于德的德,因为中道并没有属于中道的中道。此外,在技术中,自愿犯错的人比非自愿犯错的人更好,就他是工匠而言;但在实践智慧中却并非如此,反而恰恰相反;因为自愿破坏实践智慧的人比非自愿破坏者更坏。 因此显而易见,实践智慧是某种德而非技术;并且它是意见部分的德。因为在灵魂具有理性的两个部分中,即沉思部分和形成意见的部分(亦即审虑的部分),第二部分关涉可能处于其他状态的事物,而实践智慧也正关涉这些事物。 而且,实践智慧不仅仅像工匠不制作人工制品时的技术那样,只是一种伴随理性的真实品质(因为没有什么妨碍某人即使不在制作也是工匠,伴随理性的真实品质也是技术),实践智慧却完全必然始终是行动性的;因为技术的对象和质料并非始终摆在工匠面前,而实践智慧的对象却绝不会离开具有实践智慧的人;因为灵魂的情感、人的行动、人与人之间的交往以及一切德和实践智慧所关涉的其他事物,都不可能出现在人类生活之外;正因如此,技术存在遗忘,而实践智慧则不存在遗忘。关于实践智慧,便谈到这里。
- 6.τὸ τέλος τὸ προσῆκον αὐτὸ νομίζει
αὐτό 既可理解为指代前文 τὴν ἡδονήν 的第三人称代词(受前文 τὸ ἀγαθόν 或谓词性对格 τὸ τέλος τὸ προσῆκον 吸引而变为中性),作 νομίζει 的直接宾语(“将它看作适宜的目的”);亦可作修饰 τὸ τέλος τὸ προσῆκον 的强调代词(“适宜的目的本身”),而从前句承接省略宾语 τὴν ἡδονήν。
- 6.ἔστι δὲ ἡ φρόνησις οὐχ ἕξις μόνον μετὰ λόγου ἀληθής, ὥσπερ ἡ τέχνη, ὅταν μὴ ποιῇ ὁ τεχνίτης τὰ τεχνητά (οὐδὲν γὰρ κωλύει καὶ μὴ ποιοῦντα τεχνίτην εἶναι καὶ τέχνην τὴν μετὰ λόγου ἕξιν ἀληθῆ), τὴν δὲ φρόνησιν ἀεὶ πρακτικὴν εἶναι πᾶσα ἀνάγκη
本句开端为主格谓词结构(ἔστι δὲ ἡ φρόνησις οὐχ ἕξις μόνον...),但在长插入句(οὐδὲν γὰρ κωλύει...)之后,后半段对比分句发生了构形交替(破格/anacoluthon),转换为由 πᾶσα ἀνάγκη [ἐστί] 所支配的“对格加不定词”结构(τὴν δὲ φρόνησιν ἀεὶ πρακτικὴν εἶναι)。骨干逻辑在于对比:“实践智慧不仅是一种真实的品质,而且完全必然始终是践行性的”。
