- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:119.13-120.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者根据实践智慧者(如伯里克利)的特征、良好审虑的对象(普遍意义上的良好生活),以及行动与制作、必然对象与偶然对象之间的区别,推导出了实践智慧的定义。
Περὶ φρονήσεως. κεφ. ϛʹ#1 Περὶ φρονήσεως. κεφ. ϛʹ. Νῦν δὲ λέγομεν περὶ φρονήσεως. γένοιτο δ’ ἂν σαφὴς ὁ περὶ τῆς φρονήσεως λόγος, εἰ θεωρήσομεν, τίνας λέγομεν εἶναι φρονίμους. δοκεῖ δὴ φρόνιμος εἶναι, ὃς δύναται καλῶς βουλεύεσθαι περὶ τὰ αὑτῷ ἀγαθὰ καὶ συμφέροντα, οὐ περὶ τῶν μερικῶν ἀγαθῶν σκοπούμενος, οἷον περὶ ὑγιείας ἢ ἰσχύος ἢ ἄλλου τινὸς καὶ τῶν πρὸς ταῦτα φερόντων, ἀλλὰ περὶ τοῦ εὖ ζῆν ἁπλῶς καὶ ὅσα συντελεῖ πρὸς εὐδαιμονίαν, ὅ ἐστι τὸ ἀνθρώπινον τέλος. ὅτι δὲ οὕτως ἔχει, δῆλον· φρονίμους γὰρ ὀνομάζομεν τοὺς πρός τι τέλος ἀγαθὸν τὰς ἰδίας πράξεις τάττοντας καὶ καλῶς βουλευομένους περὶ αὐτῶν καὶ ὡς ἂν δι’ αὐτῶν δυνηθεῖεν τοῦ σπουδαίου τέλους τυχεῖν,1 ἐκεῖνα πράττοντας, ὧν οὐκ ἔστι τέχνη· ὥστε καὶ ὅλως ἂν εἴη φρόνιμος ὁ βουλευτικός· εἰ δὲ βουλευτικός, περὶ τὰ ἐνδεχόμενά ἐστιν. οὐδεὶς γὰρ βουλεύεται περὶ τῶν ἀναγκαίων καὶ μὴ δυναμένων ἄλλως ἔχειν, ἔτι δὲ οὐδὲ περὶ τῶν ἐνδεχομένων μὲν γενέσθαι ὅλως, ὑπ’ αὐτοῦ δὲ γενέσθαι οὐκ ἐνδεχομένων· ὁμοίως γὰρ οὐδὲ περὶ αὐτῶν βουλεύεταί τις, ἀλλὰ μόνον περὶ τῶν δυνατῶν ὑπ’ αὐτοῦ πραχθῆναι. φανερὸν δὴ ἐκ τῶν εἰρημένων, ὅτι ἡ φρόνησις ἄλλο ἐστὶν οὐ μόνον παρὰ τὴν τέχνην, ὡς δέδεικται, ἀλλὰ 〈καὶ〉 παρὰ τὴν ἐπιστήμην, ὅτι ἡ μὲν περὶ τὰ ἀναγκαῖά ἐστιν, ἡ δὲ φρόνησις περὶ τὰ ἐνδεχόμενα ἄλλως ἔχειν. ἔστι γὰρ φρόνησις ἕξις ἀληθὴς μετὰ λόγου πρακτικὴ περὶ τὰ ἀνθρώπου ἀγαθὰ καὶ κακά. τῆς τέχνης δὲ διαφέρει, καθὼς εἴρηται, ὅτι ἄλλο πρᾶξις καὶ ἄλλο ποίησις· τῆς μὲν γὰρ ποιήσεως τὸ τέλος ἄλλο ἐστὶ παρὰ τὴν ποίησιν· ἄλλο γάρ ἔστι ναυπηγικὴ καὶ ἕτερον τὸ πλοῖον· τῆς δὲ πράξεως τὸ τέλος οὐκ ἔστιν ἄλλο παρὰ τὴν πρᾶξιν ἀεί·2 καὶ γὰρ ἐνίοτε αὐτὴ ἡ πρᾶξις τέλος ἐστὶν ἑαυτῆς, ὅταν εὖ καὶ καλῶς πράττηται· τῆς γὰρ ἱππικῆς τέλος τὸ εὖ καὶ καλῶς ἱππεύειν. ἔστι τοίνυν φρόνησις ἕξις περὶ τὰ ἀνθρώπου ἀγαθὰ ἢ κακά. διὰ τοῦτο Περικλέα καὶ τοὺς τοιούτους φρονίμους οἰόμεθα εἶναι, διότι τὰ ἑαυτοῖς ἀγαθὰ καὶ τὰ τοῖς ἄλλοις ἀνθρώποις ἐδύναντο θεωρεῖν· τοιούτους δὲ εἶναι ἡγούμεθα τοὺς οἰκονομικοὺς καὶ πολιτικούς. τοῦτο δὲ καὶ ἀπὸ τοῦ ὀνόματος τῆς σωφροσύνης γίνεται δῆλον· ὁ γὰρ σώφρων φυλάττων τὸ ἑαυτοῦ ἀγαθόν, τὴν φρόνησιν λέγεται σώζειν· καὶ τὴν σωφροσύνην, ὡς σώζουσαν τὴν φρόνησιν, τούτῳ προσαγορεύομεν τῷ ὀνόματι.
Περὶ φρονήσεως. κεφ. ϛʹ#1 论实践智慧。第六章。 现在我们要论述实践智慧。如果我们考察我们称哪些人具有实践智慧,关于实践智慧的论述就会变得清晰。实际上,具有实践智慧的人似乎就是能够就对自己而言的善和利益进行良好审虑的人,他所考虑的不是个别的善,例如健康、体力或其他某种事物以及导向这些事物的事项,而是普遍意义上的良好生活以及一切有助于幸福——即人的目的——的事项。事情确实如此,这是显而易见的;因为我们将那些为了某种善的目的而安排自己的行动、对这些行动以及如何能够通过这些行动达到崇高目的进行良好审虑、并行做那些不存在技术之事的人,称为具有实践智慧的人;因此,总体而言,善于审虑的人就是具有实践智慧的人。而如果他是善于审虑的,他所关涉的就是偶然的事物。因为没有人会审虑必然的事物以及不可能处于其他状态的事物,再者,也不会审虑那些虽然整体上可能发生、却不可能由他自己来实现的事物;因为同样地,没有人会审虑这些事物,而仅仅审虑那些可能由他自己行做的事物。由上述可见,显然实践智慧不仅不同于技术(正如已经指出的),而且也不同于科学,因为科学关涉必然的事物,而实践智慧则关涉可能处于其他状态的事物。因为实践智慧乃是关涉人的善与恶的、伴随理性的真实的行动性品质。正如已经讲过的那样,它之所以区别于技术,是因为行动是一回事,制作是另一回事;制作的目的不同于制作本身——因为造船术是一回事,船则是另一回事;而行动的目的却并不总是不同于行动;因为有时当行动做得美好且完善时,行动本身就是它自身的目的;因为骑术的目的就在于美好且完善地骑马。因此,实践智慧乃是关涉人的善或恶的品质。这就是为什么我们认为伯里克利以及这样的人是具有实践智慧的,因为他们能够审视对自己而言的善以及对其他人而言的善;我们认为持家者和城邦治理者就是这样的人。这一点从节制这一名称中也变得显而易见;因为节制者守护着他自身的善,被说成是守护实践智慧;而正是因为它保存了实践智慧,我们才用这个名称来称呼节制。
- 6.καὶ ὡς ἂν δι’ αὐτῶν δυνηθεῖεν τοῦ σπουδαίου τέλους τυχεῖν
与前面的分词短语 βουλευομένους περὶ αὐτῶν(对它们进行审虑)并列的间接疑问从句。ὡς ἄν 搭配希求法动词(δυνηθεῖεν),带有潜在或手段的意味(“如何能够通过它们达到……”),作为 βουλευομένους 的进一步审虑对象。
- 6.οὐκ ἔστιν ἄλλο παρὰ τὴν πρᾶξιν ἀεί
由 οὐκ 与 ἀεί 构成的部分否定结构(“并不总是……”)。紧随其后的“因为有时当行动……行动本身就是它自身的目的”(καὶ γὰρ ἐνίοτε αὐτὴ ἡ πρᾶξις τέλος ἐστὶν ἑαυτῆς)证明了这一点,用以对比制作的目的永远外在于制作活动本身(如船与造船术彼此区分),而行动的目的则有时就是行动本身。
