- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:11.31-12.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《尼各马可伦理学》第1卷第7章(1097a15–1097a34),论证各种技艺与行为的目的即为其善,且作为一切行为之终极目的而被寻求的人类之善必须是圆满的。
Ὅτι τέλειόν ἐστιν ἀγαθὸν τὸ ζητούμενον τῇ πολιτικῇ1 τέλος#1 Ὅτι τέλειόν ἐστιν ἀγαθὸν τὸ ζητούμενον τῇ πολιτικῇ τέλος καὶ αὔταρκες. κεφ. ιαʹ. Καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον εἰρήσθω. πάλιν δὲ ἐπανέλθωμεν ἐπὶ τὸ ζητούμενον, καὶ σκοπῶμεν τί ποτ’ ἂν εἴη· λέγω δὴ τὸ ζητούμενον τῇ πολιτικῇ τέλος. ἔστι μὲν γὰρ ἄλλο ἐν ἄλλῃ τέχνῃ ἀγαθόν· ἄλλο γὰρ ἐν ἰατρικῇ καὶ ἄλλο ἐν στρατηγικῇ καὶ ταῖς λοιπαῖς ὁμοίως· ἑκάστῃ δὲ ἀγαθὸν τὸ τέλος ἐστίν, οὗ ἕνεκα τὰ ἄλλα ποιεῖ. ὥσπερ ἐν ἰατρικῇ μὲν ὑγίεια τὸ ἀγαθὸν καὶ ἐν στρατηγικῇ νίκη καὶ ἐν οἰκοδομικῇ οἰκία. ἐπεὶ τοίνυν ἐν πάσῃ πράξει καὶ τέχνῃ ἐκεῖνό ἐστι τὸ ἀγαθόν, οὗ ἕνεκα τὰ ἄλλα γίνεται, τὸ τέλος δηλονότι, καὶ καθόλου εἰ εὑρήσομεν τὸ τέλος πασῶν τῶν πράξεων, οὗ ἕνεκα πάσας ποιοῦμεν, τοῦτο ἂν εἴη τὸ ἐν πάσαις ταῖς πράξεσιν ἀγαθόν· καὶ καθάπερ ἰατρικὸν ἀγαθὸν τὸ τέλος ἐστὶ τῆς ἰατρικῆς καὶ στρατηγικὸν τὸ τέλος τῆς στρατηγικῆς, οὕτω καὶ πρακτικόν τι ἔσται ἀγαθὸν τὸ τέλος πασῶν τῶν πράξεων. εἰ δὲ καὶ μὴ ἓν ἀλλὰ πλείω εἴη, ταῦτα ἂν εἴη τὰ πρακτὰ ἀγαθά. τοῦτο δέ τί ἐστι, πειρατέον ἔτι διασαφῆσαι· οὔπω γάρ τι περὶ αὐτοῦ σαφὲς εἴπομεν ἀλλ’ ἔτι ζητοῦμεν τί ἐστι· μεταβαίνων γὰρ ὁ λόγος οὐδὲν ἤνυσε πλέον ἀλλ’ εἰς τὸ αὐτὸ ἀφίκετο, ὃ καὶ ἐν τοῖς προοιμίοις ἐλέγομεν, ὅτι τὸ πάσης πράξεως τέλος τοῦτο ἂν εἴη τὸ ἀγαθὸν καὶ τὸ ἄριστον. ἐπεὶ τοίνυν πολλὰ φαίνεται τῶν πράξεων τὰ τέλη, τούτων δέ τινα οὐ δι’ ἑαυτὰ αἱρούμεθα, ἀλλὰ δι’ ἕτερα τέλη ἄλλων ἐπιστημῶν τῶν ἀρχιτεκτονικῶν, καθὼς εἴρηται, καὶ εἰσὶ χρήσιμα πρὸς ἐκεῖνα, ὥσπερ ὁ πλοῦτος, ὃ τοῦ χρηματιστοῦ ἐστι τέλος, χρησιμεύει τῷ πολιτικῷ εἰς τὸ ἴδιον τέλος, καὶ ὁ αὐλὸς τέλος μὲν τοῦ αὐλοποιοῦ, χρήσιμον δὲ τῷ αὐλητῇ2 διὰ τὸ αὐλεῖν, ὁμοίως δὲ καὶ πάντα τὰ ὄργανα. ἐπεὶ τοίνυν εἰσί τινα τῶν τελῶν3 μὴ δι’ ἑαυτὰ ἀγαθά, οὐκ ἂν εἴη πάντα τὰ τέλη τέλεια. τὸ δὲ ἀγαθόν, οὗ ἕνεκα πάντα πράττομεν, τέλειον δεῖ εἶναι· ὥστε οὐκ ἂν εἴη ἓν τῶν τοιούτων τελῶν, ἅπερ ἀτελῆ εἰσιν. ἀλλ’ εἰ μὲν πολλά εἰσι τὰ τέλεια, τὸ τελειότατον τούτων· εἰ δὲ ἕν, ἐκεῖνό ἐστι τὸ ζητούμενον ἐν πάσαις ταῖς ἀνθρωπίναις πράξεσιν ἀγαθόν.
Ὅτι τέλειόν ἐστιν ἀγαθὸν τὸ ζητούμενον τῇ πολιτικῇ τέλος#1关于治国术所寻求的目的乃是圆满的善且自足。〈第11章。〉 关于这些事情且说到这里。让我们再次回到所寻求的事物上,考察它究竟可能是什么;我指的是治国术所寻求的目的。因为善在不同的技艺中是各不相同的:在医术中是一回事,在统帅术中是一回事,在其余技艺中亦是如此;而对于每种技艺而言,善就是它为了之故而做其他事情的那个目的。正如在医术中健康是善,在统帅术中胜利是善,在建筑术中房屋是善。既然在每种行为与技艺中,其他事物为了之故而得以生成的那件事物正是善——显然即目的——那么普遍地看,如果我们找到了所有行为的目的(即我们为了之故而实行一切行为的目的),这便会是所有行为之中的善;正如医术的目的是医术上的善,统帅术的目的是统帅上的善,所有行为的目的也同样会是某种可实行的善。即使它并非单一而是多个,这些事物便会是诸种可实行的善。但这究竟是什么,我们还必须尝试予以阐明;因为我们关于它尚未说出任何明确的事物,而是仍在探求它是什么;因为论述虽然进展,却没有获得更多结果,反而回到了我们在序言中所说过的同一论点,即一切行为的目的就是善与最善之物。既然行为的目的显现为很多,而其中有些我们并非因自身之故而选择,乃是如前所述因其他主导性科学的其他目的而选择,并且对那些目的而言是有用的(正如作为牟利者之目的的财富,对政治家而言有助于其自身的目的;笛子是制笛者的目的,但对笛手而言因吹奏之故是有用的;一切工具亦是如此),既然诸目的中有些并非因自身之故而为善,那么并不是所有的目的都会是圆满的。然而我们为了之故而实行一切的那种善,必须是圆满的;因此它不可能是此类不圆满的目的之一。相反,若圆满者为多,则是其中最圆满者;若为单一,则正是那在一切人类行为中所寻求的善。
- 1.τῇ πολιτικῇ
伴随被动分词 τὸ ζητούμενον 的施事与格,或关涉/利益与格(“为治国术所寻求的”)。表明所探求的目的隶属于治国术(政治学)这一学科与技艺领域。
- 1.χρήσιμον δὲ τῷ αὐλητῇ
形容词 χρήσιμον 作中性单数表语,与阳性名词主语 ὁ αὐλός 构成非一致搭配(变通性一致),这是将具体器具抽象视作无生命的有用品或工具时的常见用法。
- 1.ἐπεὶ τοίνυν πολλὰ φαίνεται τῶν πράξεων τὰ τέλη... ἐπεὶ τοίνυν εἰσί τινα τῶν τελῶν
由句首 ἐπεὶ τοίνυν πολλὰ φαίνεται... 引导的长原因从句,因插入了举例(ὥσπερ ὁ πλοῦτος...)而导致结构割裂,因此通过后文的 ἐπεὶ τοίνυν εἰσί τινα... 对同一前提进行复述重开(repetitio),最终导向主句 οὐκ ἂν εἴη πάντα τὰ τέλη τέλεια。
