← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§118.8-119.12

技术的定义及制作与行动的区别

通过释义亚里士多德《尼各马可伦理学》卷六第四章,阐明制作与行做的区别,将技术定义为“伴随真实理性的制作性品质”,并辨析了技术与自然物的差异,以及它与作为偶性原因的运气之间的异同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6

Περὶ τέχνης. κεφ. εʹ Περὶ τέχνης. κεφ. εʹ. Ῥητέον δὲ περὶ τῆς τέχνης. τῶν ἐνδεχομένων γὰρ καὶ ἄλλοτε ἄλλως ἐχόντων τὰ μέν εἰσι ποιητά, τὰ δὲ πρακτά· καὶ ποιητὰ μέν, περὶ ἃ ἡ ποίησις, πρακτὰ δέ, περὶ ἃ ἡ πρᾶξίς ἐστι· καὶ ποίησις μέν ἐστιν, ἧς τὸ * * * ἐπεὶ δὲ ἕτερόν ἐστι ποίησις τῆς πράξεως, ἕτερον ἂν εἴη ἡ μετὰ λόγου ἕξις πρακτικὴ τῆς μετὰ λόγου ποιητικῆς ἕξεως. ἕτερα δέ εἰσιν οὐχ οὕτως, ὥστε περιέχεσθαι ὑπ’ ἀλλήλων, ὡς τὸ μερικὸν καὶ τὸ καθόλου, ἀλλ’ ὥσπερ ἵππος καὶ βοῦς· οὔτε γὰρ ἡ πρᾶξις ὑπὸ τὴν ποίησιν ἀνάγεται (οὐ γὰρ ἐστι ποίησις), οὔτε ἡ ποίησις ὑπὸ τὴν πρᾶξιν (οὐ γὰρ ἐστι πρᾶξις). δῆλον δὲ ἀπὸ τῶν ὁρισμῶν ἑκατέρας· ἄλλος γὰρ πράξεως ὁρισμὸς καὶ ἄλλος ποιήσεως. ἔστι δὲ τέχνη μὲν ἕξις μετὰ λόγου ποιητική, ὥσπερ ἡ οἰκοδομική· φρόνησις δὲ ἕξις μετὰ λόγου πρακτική, ὡς μετὰ ταῦτα ῥηθήσεται· ἡ ἄρα τέχνη καὶ τῆς ἐπιστήμης διαφέρει (καὶ γὰρ περὶ ἐνδεχόμενα καταγίνεται), καὶ τῆς φρονήσεως, ὅτι ποιητική ἐστιν οὐ πρακτική· ἡ γὰρ τέχνη πᾶσα ἕξις ἐστὶ μετὰ λόγου ἀληθοῦς ποιητική· καὶ ἥ ἐστι τοιαύτη ἕξις, τέχνη ἐστίν· ἀντιστρέφει γάρ. πᾶσα δὲ τέχνη περὶ γένεσίν ἐστιν ἐκείνων, ἃ ἐνδέχεται γενέσθαι καὶ μὴ γενέσθαι, οἷον ἡ οἰκοδομικὴ περὶ τὸ γενέσθαι οἰκίαν καὶ ἡ ναυπηγικὴ περὶ τὸ γενέσθαι πλοῖον, ἃ ἐνδέχεται γενέσθαι καὶ μὴ γενέσθαι. πλὴν οὐκ ἔστι περὶ πάντα τὰ ἐνδεχόμενα γενέσθαι,1 ἀλλὰ περὶ ἐκεῖνα μόνον, ὧν ἡ ἀρχὴ τῆς γενέσεως ἐν τῷ ποιοῦντι καὶ οὐκ ἐν τῷ ποιουμένῳ ἐστίν, οἷά ἐστι τὰ φυσικά·2 τῶν γὰρ κατὰ φύσιν ἡ ἀρχὴ τῆς γενέσεως ἐν αὐτοῖς ἐστι· καί εἰσι μὲν ἐνδεχόμενα, τεχνητὰ δὲ οὐκ εἰσιν· οὐκ ἔχουσι γὰρ τὴν αἰτίαν τῆς ὑπάρξεως ἔξωθεν, ὥσπερ οἰκία τὸν οἰκοδόμον καὶ πλοῖον τὸν ναυπηγόν. ἔστι δὲ ἡ τέχνη καὶ ἡ τύχη σχεδὸν περὶ τὰ αὐτὰ ὑποκείμενα· καὶ γὰρ καὶ ἡ τύχη περὶ ἐνδεχόμενά ἐστι καὶ ἄλλοτε ἄλλως ἔχοντα καὶ ὧν ἡ αἰτία τῆς ὑπάρξεως ἔξωθεν· εἰ γὰρ ἐν αὑτοῖς εἶχον τὰ τυχηρὰ τὰς ἀρχὰς τῆς ὑπάρξεως, οὐκ ἂν ἐδόκει παράδοξα· νῦν δὲ διὰ τοῦτο θαυμάζονται, ὅτι ἡ αἰτία αὐτῶν οὐ μόνον ἔξωθεν ἀλλὰ καὶ ὅθεν ἂν οὐδεὶς προσεδόκησε· τὸ γὰρ σκάπτειν τοῦ πλουτεῖν αἴτιον ὑπῆρξε πολλάκις· θεμελίῳ γάρ τις βόθρον ὀρύττων περιέτυχε θησαυρῷ· παρὰ προσδοκίαν δέ ἐστι, διότι καθ’ αὑτὸ οὐκ ἔστιν αἴτιον τὸ σκάπτειν τοῦ πλουτεῖν (ἦ γὰρ ἂν πάντες ἐπλούτουν οἱ σκάπτοντες), ἀλλὰ κατὰ συμβεβηκός· τὰ γὰρ κατὰ συμβεβηκὸς αἴτια, ὧν εἰσιν αἴτια, οὐ προσδοκῶντο γενέσθαι· ἐκεῖνα γάρ τις περὶ τοῦ πράγματος προσδοκᾷ, ὅσα ἐν τῷ αὐτοῦ περιέχονται λόγῳ, ἢ δυνάμει ἢ ἐνεργείᾳ· τὰ δὲ κατὰ συμβεβηκὸς οὐ τοιαῦτα. ἔστι τοίνυν τέχνη καὶ τύχη τρόπον τινὰ περὶ τὰ αὐτά. τρόπον τινὰ δὲ λέγω, ὅτι τῶν ἐνδεχομένων μέν ἐστι καὶ ἄλλοτε ἄλλως ἐχόντων· οὐκ ἔστι δὲ καθ’ αὑτὸ τούτων αἰτία ἀλλὰ κατὰ συμβεβηκός, ἡ δὲ τέχνη καθ’ αὑτό ἐστιν αἰτία τῶν τεχνητῶν. ἡ μὲν οὖν τέχνη, ὡς εἴρηται, ἕξις ἐστὶ μετὰ λόγου 〈ἀληθοῦς〉 ποιητικὴ περὶ τὰ ἐνδεχόμενα, ὧν ἡ αἰτία ἐν τῷ ποιοῦντι· ἀτεχνία δὲ τοὐναντίον μετὰ λόγου ψευδοῦς ποιητικὴ ἕξις περὶ τὸ ἐνδεχόμενον ἄλλως ἔχειν.

Περὶ τέχνης. κεφ. εʹ 论技术。第五章。 我们必须论及技术。因为在偶然的、亦即时异其态的事物中,有些是可制作的,有些是可行做的;制作所关涉的是可制作之物,行做所关涉的则是可行做之物;而制作是这样一种东西,其[……];但既然制作不同于行做,那么伴随理性的行动性品质就不同于伴随理性的制作性品质。它们之间的不同并不是像个别与普遍那样彼此包摄,而是如同马与牛;因为行做既不归属于制作(因为它不是制作),制作也不归属于行做(因为它不是行做)。这从两者的定义中也是显而易见的;因为行做的定义是一回事,制作的定义则是另一回事。技术乃是伴随理性的制作性品质,正如建筑术那样;而实践智慧则是伴随理性的行动性品质,正如在此之后将要讲到的。因此,技术既区别于科学(因为它所从事的是偶然的事物),又区别于实践智慧,因为它是制作性的而非行动性的;因为一切技术都是伴随真实理性的制作性品质,凡是这样的品质也都是技术;因为它们是可换位的。一切技术都关涉那些既可能生成又可能不生成的事物的生成,例如建筑术关涉房舍的生成,造船术关涉船舶的生成,这些都是既可能生成又可能不生成的。然而,技术并非关涉所有可能生成的事物,而仅仅关涉那些生成的本原在制作者之中而不在被制作之物之中的事物,自然物则与此不同;因为顺应自然的事物其生成的本原在它们自身之中。它们固然是偶然的事物,却不是技术造物;因为它们并不像房舍之于建筑工、船舶之于造船工那样,从外部具有其存在的原因。技术与运气几乎关涉相同的主体;因为运气也是关涉偶然的、时异其态的、并且其存在原因来自外部的事物;因为如果偶然事物在自身之中就具有其存在的本原,它们就不会显得出人意料。但如今它们之所以令人惊异,正是因为它们的原因不仅来自外部,而且来自无人预料之处;因为挖掘常常成了致富的原因;因为有人在为地基挖掘土坑时偶然发现了宝藏。但这之所以出乎意料,是因为挖掘并不是致富的自身原因(否则所有挖掘的人都会致富了),而是偶性原因;因为偶性原因并不被预料会生成它们为其原因的那些结果;因为人关于一个事物所预料的,只是其定义中无论在潜能上还是在现实上所包含的那些内容;但偶性事物并不是这样的。因此,技术与运气在某种意义上关涉相同的事物。而我之所以说“在某种意义上”,是因为运气固然关涉偶然的且时异其态的事物,但它对于这些事物而言并不是自身原因,而是偶性原因,而技术对于技术造物而言则是自身原因。因此,如前所述,技术乃是关涉那些原因在制作者之中的偶然事物的、伴随〈真实〉理性的制作性品质;而缺乏技术则相反,乃是关涉可能处于其他状态之物的、伴随虚假理性的制作性品质。

语法注2 条
  1. 6.τὰ γὰρ κατὰ συμβεβηκὸς αἴτια, ὧν εἰσιν αἴτια, οὐ προσδοκῶντο γενέσθαι

    主语 τὰ κατὰ συμβεβηκὸς αἴτια 与被动语态未完成过去时动词 προσδοκῶντο 及不定式 γενέσθαι 构成人称句结构。关系分句 ὧν εἰσιν αἴτια 中的属格 ὧν 作 αἴτια 的补足语,整句表示“偶性原因并不被预料会生成它们为其原因的那些结果”。

  2. 6.οἷά ἐστι τὰ φυσικά

    作为对前文“不在被制作之物之中”的反面对比举出。紧随其后的“因为顺应自然的事物其生成的本原在它们自身之中”(τῶν γὰρ κατὰ φύσιν...)说明了原因,表明自然物被排除在技术对象之外。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:118.8-119.12