- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:117.13-118.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节依据亚里士多德《尼各马可伦理学》卷六第三章(1139b18–36),阐明科学是对必然且永恒之物的认识,并将其界定为以通过归纳获得的普遍共通概念等第一本原为根据的论证性品质。
Περὶ τέχνης ἐπιστήμης φρονήσεως καὶ σοφίας καὶ νοῦ, καὶ τίνι#2 ἐπιστήμη μὲν οὖν ἐστι γνῶσις τῶν ἀναγκαίων· ἐκεῖνο γὰρ λέγομεν ἐπίστασθαι, ὃ οὐκ ἐνδέχεται ἄλλως ἔχειν καὶ οὐ βεβαίως ἐστὶν ἡ ἀλήθεια παρ’ ἡμῖν1 διὰ τὸ ἐπὶ τοῦ αὐτοῦ μένειν· ἡ γὰρ περὶ τὰ ἐνδεχόμενα ἀλήθεια οὐχ οὕτω βεβαία· μετὰ γὰρ τὸ γνωσθῆναι μεταβάλλεται καὶ πολλάκις λανθάνει ἀπογινόμενον, ὥστε μηδὲ τὸν περὶ αὐτοῦ λόγον καὶ τὴν ἀλήθειαν ἑστάναι, ἀλλὰ ἄλλοτε ἄλλως ἔχειν· οὗ δὲ ἡ γνῶσις βεβαία καὶ ἕστηκεν, ἐκεῖνό ἐστι τὸ ἀναγκαῖον καὶ ὁμοίως ἔχον ἀεί. τοιαῦτα δέ εἰσι τὰ ἀίδια· ἀνάγκη ἄρα τὸ ἐπιστητὸν ἀίδιον εἶναι καὶ τὴν ἐπιστήμην γνῶσιν εἶναι τῶν ἀιδίων. ἔτι πᾶσα ἐπιστήμη διδακτή ἐστι καὶ τὸ ἐπιστητὸν μαθητόν. πᾶσα δὲ διδασκαλία καὶ μάθησις ἐκ προϋπαρχούσης γίνεται γνώσεως, ὡς ἐν τοῖς Ἀναλυτικοῖς λέγομεν· πάσης ἄρα ἐπιστήμης εἰσὶν ἀρχαί. καὶ αἱ μὲν τῶν ἐπιστημῶν ἀρχὰς ἔχουσιν ἀμέσους καὶ ἀναποδείκτους δι’ ἐπαγωγῆς δεικνυμένας, οἷαί εἰσιν αἱ τῆς γεωμετρίας ἀρχαί, τινὲς δὲ ἐξ ἀρχῶν ὁρμῶνται ἀποδεικτῶν, αἳ συλλογισμῷ δείκνυνται, ἄλλης ἐπιστήμης ὑψηλοτέρας, οἵα ἐστὶν ἡ ὀπτική, καθάπερ ἀρχαῖς χρωμένη ταῖς ἀποδείξεσι τῆς γεωμετρίας.2 ἡ μὲν οὖν ἐπαγωγὴ καθάπερ ἀρχή ἐστι καὶ τῶν ἀναποδείκτων ἀρχῶν, αἳ καθόλου μέν εἰσι, γινώσκονται δὲ ἀπὸ τῶν καθ’ ἕκαστα, ὁ δὲ συλλογισμός, ὃς πιστοῦται τὰς ἀποδείκτους ἀρχὰς ἐνίων ἐπιστημῶν, ἀρχὰς ἔχει τὰς καθόλου καὶ ἀναποδείκτους ἐννοίας· εἰσὶν ἄρα ἀρχαὶ ἐπιστήμης αἱ καθόλου καὶ κοιναὶ ἔννοιαι, ἐξ ὧν ὑποτιθεμένων συλλογιζόμεθα, ἃς οὐ πιστοῦται συλλογισμὸς ἀλλ’ ἐπαγωγή, ὑφ’ ἧς ἐπιστήμης ἄλλη ἀποδείκνυται ἐπιστήμη,3 ἥτις καὶ ὑπ’ αὐτὴν εἶναι λέγεται. καὶ διὰ τοῦτο πᾶσα ἐπιστήμη ἀπὸ αὐτοπίστων τῶν ἐσχάτων ἀρχῶν ἀποδείκνυται. ἔστιν ἄρα ἐπιστήμη ἕξις ἀποδεικτικὴ ἐκ τῶν καθ’ αὑτὸ καὶ ᾗ αὐτό, καὶ πρώτων καὶ αἰτίων τοῦ συμπεράσματος ἀποτελουμένη, καθάπερ ἐν τοῖς Ἀναλυτικοῖς διωρισάμεθα. καὶ γὰρ ὅταν τις ὑποθέσεις τινὰς πιστεύῃ καὶ γνώριμοι αὐτῷ ὦσιν αἱ τοῦ πράγματος ἀρχαί, τότε ἐπίστασθαι αὐτὸ δύναται· εἰ γάρ τις μὴ τὰς ἀρχὰς γινώσκοι μηδὲ φανερώτεραι εἶεν αἱ προτάσεις τοῦ συμπεράσματος αὐτῷ, κατὰ συμβεβηκὸς ἔχει τὴν ἐπιστήμην· οὐ γὰρ δι’ ἑαυτοῦ ὁ τοιοῦτος ἐπίσταται καὶ διὰ τὴν ἐγκειμένην αὐτῷ τῶν ἀρχῶν γνῶσιν, ἀλλὰ παρ’ ἄλλων ἴσως ἀκούσας· εἰ γὰρ οὕτως ἐγίνωσκε διὰ τὰς ἀρχὰς τὸ συμπέρασμα, μᾶλλον ἂν ἐγίνωσκε τὰς ἀρχὰς ἢ τὸ συμπέρασμα· δι’ ὃ γὰρ ἄλλο γνωστόν, ἐκεῖνο μᾶλλον γινώσκεται. περὶ μὲν οὖν ἐπιστήμης διωρίσθω τὸν τρόπον τοῦτον.
论技艺、科学、明智以及智慧与理智,以及凭什么〔相区别〕因此,科学乃是关于必然事物的认识;因为我们说〔我们〕知道的,是那种不可能处于其他状态、并且由于保持在同一状态而在我们这里真理得以坚固确立的事物。因为关于偶然事物的真理并不是这样坚固的;因为在被认识之后,〔偶然事物〕会发生变化,并且常常在不知不觉中消逝,以致关于它的陈述与真理都不能稳固确立,而是时异其态。然而,关于它的认识坚固且稳立的对象,乃是那必然的且始终处于相似状态的事物。而永恒的事物便是如此之物;因此,可知之物必然是永恒的,科学必然是关于永恒事物的认识。此外,一切科学都是可教授的,可知之物都是可学习的。而一切教学与学习,正如我们在《分析篇》中所说的那样,都是从原先已有的认识中产生的;因此,一切科学都有本原。诸科学中,有的拥有直接且不可证明、通过归纳表明的本原,正如几何学的本原那样;有的则从可证明的本原出发,这些本原是由另一门更高阶科学的推论所表明的,正如光学那样,它把几何学的证明作为本原来使用。因此,归纳甚至宛如是不可证明的本原的本原,这些本原固然是普遍的,却是从个别事物得以认识的;而确证某些科学的可证明本原的推论,则把普遍且不可证明的概念作为本原。因此,科学的本原乃是普遍且共通的概念,我们在假定这些概念的基础上进行推论,而确证这些概念的不是推论而是归纳;另一门科学正是由这门科学所证明的,该科学也被称为从属于这门科学。正是由于这个缘故,一切科学都是从自身即具可信性的终极本原得到证明的。因此,科学乃是一种由自身存在且就其自身而言的因素所产生、并且由最初的且作为结论之原因的因素构成的论证性品质,正如我们在《分析篇》中所定义的那样。因为唯当某人确信某些假定并且该事物的本原对他而言是熟知的时候,他才能够知道该事物;因为如果有人不认识本原,并且前提命题对他而言并不比结论更显明,那么他只是在偶性上拥有科学。因为这样的人并不是通过自身、也不是通过内在于他的关于本原的认识来知道的,而或许是从别人那里听来的;因为如果他是通过本原这样认识结论的,那么他认识本原就会甚于认识结论;因为使得另一事物被认识的根据本身,乃是更被认识的。关于科学,便依此方式予以界定。
- 6.καὶ οὐ βεβαίως ἐστὶν ἡ ἀλήθεια παρ’ ἡμῖν
此处刊印的否定词 οὐ 宜理解为关系代名词 οὗ(阳性/中性属格单数)在传抄或排印中缺失了粗气符和声调,其先行词为 ἐκεῖνο。在文脉上,它与 ὃ οὐκ ἐνδέχεται ἄλλως ἔχειν 并列构成关系从句(即“其真理因保持同一状态而在我们这里得以坚固确立的对象”),与后文的 οὗ δὲ ἡ γνῶσις βεβαία... 相呼应;若径直作否定词理解则会与全篇逻辑相反。
- 6.καθάπερ ἀρχαῖς χρωμένη ταῖς ἀποδείξεσι τῆς γεωμετρίας
分词 χρωμένη(主格阴性单数,修饰 ἡ ὀπτική)在此构成动词 χράομαι 的双与格结构:与格宾语 ταῖς ἀποδείξεσι 与表语与格 ἀρχαῖς 并用,意为“把几何学的证明作为本原来使用”。
- 6.ὑφ’ ἧς ἐπιστήμης ἄλλη ἀποδείκνυται ἐπιστήμη
此处关系从句中先行词被纳入了关系从句内部(ὑφ’ ἧς ἐπιστήμης),指代前文提及的高阶科学(如几何学),意即“通过该门科学,另一门[从属的]科学得以被证明”。
