← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§116.14-117.13

抉择的对象与述说真实的五种灵魂品质

阐释亚里士多德《尼各马可伦理学》第六卷第二至三章(约1139b5–1139b17),指出抉择的对象是将来的偶然事物而非过去之事,进而提出灵魂述说真实的五种品质(技艺、科学、明智、智慧、理智),并说明它们与意见和把握的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6

Περὶ τέχνης ἐπιστήμης φρονήσεως καὶ σοφίας καὶ νοῦ, καὶ τίνι#1 Περὶ τέχνης ἐπιστήμης φρονήσεως καὶ σοφίας καὶ νοῦ, καὶ τίνι διαφέρει τῶν λοιπῶν ἡ ἐπιστήμη. κεφ. δ’. Ἡ μὲν οὖν προαίρεσις τοιαύτη, προαιρετὰ δέ, δηλονότι ἃ δυνάμεθα προαιρεῖσθαι, τὰ ἐνδεχόμενα εἰσι, καὶ τούτων τὰ μέλλοντα· περὶ γὰρ τῶν παρελθόντων οὐδεὶς βουλεύεται εἰ δεῖ ποιῆσαι· περὶ ὧν δὲ οὐδεὶς βουλεύεται οὐδὲ προαιρεῖται· τὰ γὰρ βουλευτὰ καὶ προαιρετά, ὡς ἐν τοῖς περὶ προαιρέσεως εἴρηται· οὐδεὶς γὰρ προαιρεῖται Ἴλιον πεπορθηκέναι· διὸ ὀρθῶς Ἀγάθων εἶπε μόνου γὰρ αὐτοῦ καὶ θεὸς στερίσκεται, ἀγένητα ποιεῖν ἅσσ’ ἂν ᾖ πεπραγμένα. καὶ ταῦτα μὲν οὕτως ἔχει· λέγομεν δὲ περὶ τοῦ ἔργου τοῦ τε ἐπιστημονικοῦ διανοητικοῦ καὶ τοῦ βουλευτικοῦ ἀκριβέστερον. τὸ μὲν γὰρ ἔργον ἑκατέρων, ὡς δέδεικται, ἀλήθειά ἐστι· τοῦ ἔργου δὲ δειχθέντος ἑκατέρου, φανερά ἐστιν αὐτῶν ἡ ἀρετή· ἑκάστου γὰρ ἡ ἀρετὴ ἐν τῷ οἰκείῳ ἔργῳ αὐτοῦ συνίσταται· τὸ γὰρ εὖ καὶ καλῶς ποιῆσαι τὸ ἔργον, τοῦτό ἐστιν ἡ ἀρετή· αἱ τοίνυν ἕξεις καθ’ ἃς δυνήσεται ἑκάτερον αὐτῶν τὴν οἰκείαν ἀλήθειαν ἀληθεύειν, ὡς ἔνι μάλιστα δυνατόν, αὗταί εἰσιν αἱ ἀρεταὶ ἑκατέρου. ἀρξάμενοι οὖν ἄνωθεν περὶ αὐτῶν πάλιν λέγωμεν. ἐπεὶ περὶ τῆς ἀληθείας ὁ λόγος ἡμῖν, ζητητέον ποσαχῶς ἡ ψυχὴ δύναται ἀληθεύειν ἐν τῷ καταφάσκειν καὶ ἀποφάσκειν, καὶ πόσαι εἰσὶν αἱ ἕξεις καθ’ ἃς ἀληθεύομεν. εἰσὶ τοίνυν πέντε τὸν ἀριθμόν, τέχνη ἐπιστήμη φρόνησις σοφία νοῦς· τὴν γὰρ ὑπόληψιν καὶ τὴν δόξαν, ὡς ἐνδεχομένως ἀληθεύουσαν, παραλείπομεν. τῶν γὰρ εἰρημένων πέντε δυνάμεων νοῦς μὲν οὐδέποτε ψεύδεται οὐδὲ ἡ ἐπιστήμη· τοῦτο γὰρ ἐστιν αὐτοῖς τὸ εἶναι, τὸ ἐξ ἀνάγκης ἀληθεύειν· τέχνη δὲ καὶ φρόνησις καὶ σοφία ψεύδονται μέν ποτε, ἀλλ’ οὐ δι’ ἑαυτάς, ἀλλὰ διὰ τὴν τῆς ὕλης ἀνωμαλίαν· τότε γάρ τις μέθοδος ψεύδεται δι’ ἑαυτήν, ὅταν ἀπὸ τῶν κανόνων αὐτῆς τὸ ψεῦδος συνάγηται· εἰ δ’ αὐτὴ μὲν περὶ τοὺς οἰκείους κανόνας ὑγιῶς ἔχει, τὰ δὲ πράγματα ἄλλοτε ἄλλως ἔχοντα τὸ ψεῦδος ποιοῦσιν, οὐκ αὐτὴ λέγοιτο ἂν δικαίως ψευδής, ἡ δὲ ὑπόληψις καὶ ἡ δόξα· καὶ τῶν γινωσκομένων ἀεὶ ὡσαύτως ἐχόντων αὐτὴ ψεύδεται,1 ὅθεν δῆλον ὅτι οὐ δι’ ἑαυτὴν ψεύδεται, ὥσπερ τὸ οἴεσθαι τὸν ἥλιον ποδιαῖον εἶναι ἢ τὴν σελήνην οἴκοθεν ἔχειν τὸ φῶς· τούτων γὰρ ὡς ἔχουσιν ἀεὶ ὁμοίως ἐχόντων ἡ περὶ αὐτῶν δόξα καὶ ὑπόληψις ψεύδεται. τὰ μὲν οὖν ἀληθεύοντα πέντε εἰσὶν ὡς εἴρηται· ῥητέον δὲ τί ἐστιν ἕκαστον αὐτῶν· καὶ γὰρ εἰ καὶ ὁμοιότητας ἔχουσι πρὸς ἄλληλα (καὶ γὰρ πολλὰ 〈κοινὰ〉 τέχνῃ καὶ ἐπιστήμῃ καὶ αὖθις ἐπιστήμῃ καὶ σοφίᾳ καὶ τοῖς ἄλλοις ὁμοίως), ἀλλ’ ὅμως ἀκριβῶς σκοποῦσι περὶ αὐτῶν καὶ διάφορά εἰσι καὶ διάφορος ὁ ἑκάστου λόγος.

Περὶ τέχνης ἐπιστήμης φρονήσεως καὶ σοφίας καὶ νοῦ, καὶ τίνι#1关于技艺、科学、明智、智慧与理智,以及科学在何种方面有别于其余诸项。第四章。 抉择便是如此之物,而可抉择之物,即我们能够抉择的事物,乃是偶然的事物,且在其中属于将来的事物。因为关于过去的事物,没有人谋虑是否应当做;而关于无人谋虑之事,亦无人进行抉择;因为可谋虑之物与可抉择之物是同一的,正如在关于抉择的讨论中所说的那样。因为没有人抉择攻陷了特洛伊。因此阿伽同说得对: “唯独这件事甚至神也被剥夺, 使已经做过的事成为未曾做过的。” 这些事情就是如此。但我们要更精确地谈论科学的理智部分与谋虑部分的功能。因为正如已经表明的,两者的功能都是真理;而两者的功能既已表明,它们的德性也就是显而易见的了;因为各自的德性在于其特有的功能之中;因为良好且优异地完成该功能,这便是德性。因此,凡能使它们各自尽可能真确地述说其固有真理的品质,这些就是它们各自的德性。那么,让我们从头开始再次谈论它们。既然我们的论述是关于真理的,就必须探求灵魂在肯定与否定中能够以多少种方式述说真实,以及我们依凭以述说真实的品质共有多少种。它们在数目上共有五种:技艺、科学、明智、智慧、理智;因为把握和意见,作为偶然述说真实的,我们予以略去。在上述五种能力中,理智绝不犯错,科学亦然;因为必然述说真实乃是它们的本质;技艺、明智与智慧虽然有时会犯错,但不是由于它们自身,而是由于质料的不规则;因为某种方法唯有在其假是由自身的规程推导出来时,才是由于自身而犯错;但若该方法就其自身的规程而言是健全的,而是由于事物处于时异的状态才造成了假,那么该方法自身便不能被正当地称为假的,而把握与意见则是如此;即便在可知的事物始终保持同一状态时,把握本身也会犯错,由此显明它不是由于别的原因而是由于自身而犯错,例如认为太阳只有一尺大,或者月亮自身发光;因为虽然这些事物始终保持它们固有的状态,关于它们的意见和把握却是错误的。因此,述说真实者如前所述共有五种;必须说明它们各自是什么;因为即便它们彼此之间具有相似之处(因为技艺与科学,以及科学与智慧,还有其余各项之间同样有许多共同点),但对于精确考察它们的人而言,它们彼此不同,各自的定义亦各不相同。

语法注1 条
  1. 6.οὐκ αὐτὴ λέγοιτο ἂν δικαίως ψευδής, ἡ δὲ ὑπόληψις καὶ ἡ δόξα· καὶ τῶν γινωσκομένων ἀεὶ ὡσαύτως ἐχόντων αὐτὴ ψεύδεται

    对照结构中的谓词省略及属格绝对结构。相对于前文的“οὐκ αὐτὴ λέγοιτο ἂν δικαίως ψευδής”(该方法自身不会被正当地称为假的),“ἡ δὲ ὑπόληψις καὶ ἡ δόξα”作为对立的主语出现,根据语境需补充省略的谓词(λέγοιτο ἂν ψευδής)。紧随其后的属格绝对结构“καὶ τῶν γινωσκομένων ἀεὶ ὡσαύτως ἐχόντων”带有让步意味(“即便可知对象始终处于同一状态”),用以论证把握和意见何以是因自身而犯错。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:116.14-117.13