- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:114.36-116.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
论者对比了灵魂中主导行为与真理性的理智、感觉与欲求,指出抉择的成立依赖于实践思想与正确欲求的一致。接着阐明抉择是行为的动力因,实践思想则是欲求、抉择、行为乃至以幸福为目的的制作能力的始点。
Διαίρεσις τοῦ λογικοῦ τῆς ψυχῆς· καὶ τίνα ἐν ἡμῖν τὰ κύρια#2 ἐπεὶ δὲ ἡ ἀρετὴ ἐν τοῖς οἰκείοις ἔργοις θεωρεῖται, ζητητέον τίνα τὰ ἔργα τὰ προσήκοντα τῷ ἐπιστημονικῷ καὶ βουλευτικῷ. τρία τοίνυν ἐστὶν ἐν τῇ ψυχῇ τὰ κύρια πράξεως καὶ ἀληθείας. ἀληθείας μὲν κύρια νοῦς καὶ αἴσθησις, ὅτι ἑκάτερον γνῶσίς ἐστιν· ἡ δὲ γνῶσις τέλος ἔχει τὴν ἀλήθειαν· πράξεως δὲ ἡ ὄρεξις· ἐν αὐτῇ γάρ ἐστι πᾶσα πράξεως ἀρχή, καὶ παντὸς ἔργου αὕτη αἰτία. ὁ μὲν γὰρ νοῦς γινώσκει ὅτι τόδε τι δέον ποιῆσαι, ἡ δὲ εἰς τὴν πρᾶξιν κίνησις ἀπὸ τῆς ὀρέξεως γίνεται· ἡ δὲ αἴσθησις οὐδεμιᾶς ἐστιν ἀρχὴ πράξεως. δῆλον δὲ ἀπὸ τῶν ἀλόγων· καὶ γὰρ αἴσθησιν ἔχοντα οὐ δύνανται πρᾶξιν ἔχειν· πρᾶξις γάρ ἐστιν ἡ μετὰ βουλεύσεως ἐνέργεια· ὥστε ἡ μὲν αἴσθησις οὐδεμιᾶς αἰτία πράξεως, ὁ δὲ νοῦς καὶ ἡ ὄρεξις πασῶν πράξεών εἰσιν ἀρχή, ὁ μὲν τὰ δέοντα διδάσκων, ἡ δὲ ἐπὶ τὸ πράττειν κινοῦσα. ὃν δὲ ἔχει λόγον ἐν τῇ διανοίᾳ κατάφασις καὶ ἀπόφασις, τοῦτον ἔχει ἐν τῇ ὀρέξει δίωξις καὶ φυγή· ὥστε ἐπεὶ ἡ ἠθικὴ ἀρετὴ ἕξις ἐστὶ προαιρετική, ἡ δὲ προαίρεσις ὄρεξις βουλευτική (προαίρεσις γάρ ἐστι τὸ θελῆσαι καὶ ἑλέσθαι τὸ βουλευθέν), πᾶσα ἀνάγκη, εἴπερ ἡ προαίρεσις ἀγαθή ἐστι καὶ σπουδαία, ἐκεῖνα αἱρεῖσθαι, ὅσα σπουδαῖα, καὶ τὴν ὄρεξιν ὀρθὴν εἶναι τὸ ἀγαθὸν βουλομένην. οὐ δύναται δὲ ἡ προαίρεσις τὸ ἀγαθὸν ἐθέλειν, μὴ τῆς βουλεύσεως διδασκούσης· ὥστε ἀνάγκη εἶναι τὴν μὲν βούλευσιν ἀληθῆ λέγειν, τὴν δὲ προαίρεσιν ἑλέσθαι· καὶ τὴν ὄρεξιν τὸ ἀγαθὸν διώκειν,1 καὶ τὸ αὐτὸ τὴν μὲν βούλευσιν λέγειν, τὴν ὄρεξιν δὲ διώκειν. αὕτη μὲν οὖν ἡ διάνοια, τὸ λογιστικὸν δηλονότι καὶ βουλευτικόν, καὶ ἡ κατ’ αὐτὴν ἀλήθεια πρακτικὴ καλεῖται, διότι τέλος ἔχει τὴν πρᾶξιν τοῦ ἀγαθοῦ· καὶ ἔστιν αὐτῆς ἔργον ἡ εἰρημένη ἀλήθεια, ἥτις ἐστὶ περὶ τὸ ἀγαθὸν καὶ κακόν· τῆς δὲ θεωρητικῆς διανοίας καὶ μὴ πρακτικῆς ἔργον ἐστὶν ἡ ἀλήθεια καὶ τὸ ψεῦδος. καὶ τέλος ἔχει τὴν γνῶσιν τοῦ ἀληθοῦς· τοῦτο γάρ ἐστιν ἔργον παντὸς διανοητικοῦ, καθόσον ἐστὶ διανοητικός. ὃς δὲ διανοητικὸς καὶ πρακτικός ἐστιν, ἐκείνην τὴν ἀλήθειαν ἔργον ἔχει, ἥτις σύμφωνός ἐστι τῇ σπουδαίᾳ πράξει καὶ τῇ ὀρθῶς ἐχούσῃ καὶ σπουδαίως ὀρέξει.
灵魂理性部分的划分;以及在我们之中起主导作用的是什么既然德性是在其特有功能中被考察的,那么必须探求适合于科学部分与谋虑部分的功能是什么。那么,灵魂中有三者主导行为与真理性。理智与感觉主导真理性,因为二者都是认识;而认识以真理为目的。欲求则主导行为;因为行为的一切始点都在欲求之中,且欲求自身是一切作为的原因。因为理智固然认识到必须做某事,但走向行为的运动乃是由欲求而产生的;而感觉则不是任何行为的始点。这从无理性的动物中也是显而易见的;因为它们虽然具有感觉,却不能拥有行为;因为行为乃是伴随谋虑的现实活动。因而,感觉不是任何行为的原因,而理智与欲求则是一切行为的始点,前者教导当行之事,后者推动去实行。思想中的肯定与否定具有何种比例,欲求中的追求与规避也具有何种比例;因而既然伦理德性是一种关涉抉择的品质,而抉择是谋虑的欲求(因为抉择就是愿望并选取那经过谋虑的事物),那么若抉择是优良卓越的,就完全必然要选取那些卓越的事物,且欲求必须是正确的、愿望善的。但若无谋虑的教导,抉择就不能愿望善;因而必然是谋虑述说真实,抉择予以选取;且欲求追求善,并且谋虑所述说者与欲求所追求者乃是同一物。于是,这种思想——显然即推理部分与谋虑部分——以及依循它的真理被称为实践的,因为它以善的行为为目的;它的功能便是上述关涉善与恶的真理;而观相的、非实践的思想的功能则是真与假。它以对真实的认识为目的;因为这是每一个理智事物就其为理智事物而言的功能。但凡既是理智的又是实践的,则以那与卓越行为以及处于正确卓越状态的欲求相一致的真理为功能。
Ὅτι ἡ πρακτικὴ διάνοια ἀρχή ἐστι τῆς προαιρέσεως. κεφ. γʹ Ὅτι ἡ πρακτικὴ διάνοια ἀρχή ἐστι τῆς προαιρέσεως. κεφ. γʹ. Ἡ μὲν οὖν προαίρεσις αἰτία καὶ ἀρχὴ πράξεως· αἰτία δὲ οὐ τελική (οὐ γὰρ ἕνεκα τῆς προαιρέσεως πράττομεν), ἀλλὰ ποιητικὴ μᾶλλον· πρὶν γὰρ πρᾶξαι προαιρούμεθα, τὸ δὲ τέλος μετὰ τὴν πρᾶξιν· προαιρέσεως δὲ ἀρχὴ ὄρεξις καὶ λόγος, ἥτις ἐστὶν ἡ βούλευσις.2 τὸ ἕτερον τοῦ λογικοῦ μέρος τὸ λογιστικὸν καὶ βουλευτικόν, ὃ τὴν ἀλήθειαν ζητεῖ μέν, οὐ δι’ ἑαυτὴν δέ, ἀλλὰ τῆς πράξεως τοῦ ἀγαθοῦ χάριν· διὰ τοῦτο δέ, ὅτι ὁ λόγος καὶ ἡ ὄρεξις τῆς προαιρέσεώς εἰσιν ἀρχαί, οὐδὲ δυνατὸν προαίρεσιν εἶναι ἄνευ διανοίας καὶ ἠθικῆς ἕξεως· ἀπὸ γὰρ τῆς ἠθικῆς ἕξεως ἡ ὄρεξις γίνεται τοῦ ἀγαθοῦ ἢ τοῦ κακοῦ. καθὸ δὲ θεωρητικὴ ἡ διάνοια, οὐδενός ἐστιν ἀρχή, οὐδὲν γὰρ κινεῖ, ἀλλὰ μόνον καθὸ πρακτικὴ τῶν εἰρημένων ἐστὶν ἀρχὴ τῆς τε ὀρέξεως καὶ τῆς προαιρέσεως καὶ τῆς πράξεως· ἔτι δὲ καὶ τῆς ποιητικῆς ἀρχή ἐστιν ἡ πρακτικὴ αὕτη διάνοια. διαφέρει γὰρ ποιητικὴ πρακτικῆς· ἡ μὲν γὰρ πρακτικὴ τοῦ ἀγαθοῦ τέλος ἔχει αὐτὸ τὸ εὖ πράττειν τὸ ἀγαθόν, καὶ μέχρι τούτου σκοπεῖ, ὅπως εὖ πράξει τὰ τῇ ὀρέξει δοκοῦντα, ἡ δὲ ποιητικὴ αὐτό ἐστι τὸ πράττειν εὖ τὸ ἀγαθὸν καὶ τέλος ἔχει τὴν ἀνθρωπίνην εὐδαιμονίαν. καὶ τὸ μὲν τέλος τῆς πρακτικῆς καθ’ αὑτό ἐστι, τὸ δὲ τέλος τῆς ποιητικῆς πρός τι· καὶ γὰρ πρὸς τὸν ἄνθρωπον ἀναφέρεται· τὴν γὰρ ὠφέλειαν τοῦ ἀνθρώπου ζητεῖ. ἐπεὶ τοίνυν ὅπερ ἔχει τέλος ἡ πρακτικὴ διάνοια καὶ οὗ ἐστιν ἀρχὴ καὶ αἰτία, τὴν πρᾶξιν τοῦ ἀγαθοῦ, τοῦτο ἀρχὴν ἔχει τοῦ ἰδίου τέλους ἡ ποιητική3 (ἀπὸ γὰρ τῆς ἀγαθῆς πράξεως ἡ ἀνθρωπίνη εὐδαιμονία), διὰ τοῦτο καὶ αὐτῆς ἀρχὴ λέγεται. ἐπεὶ δὲ ἀρχή ἐστιν ἡ διάνοια τῆς ὀρέξεως, ἡ δὲ ὄρεξις τῆς προαιρέσεως, εἴη ἂν ἡ προαίρεσις ἢ ὀρεκτικὸς νοῦς ἢ ὄρεξις διανοητική· ταῦτα δ’ ἂν εἴη ἐν μόνῳ τῷ λογικῷ ζῴῳ, ὅς ἐστιν ἄνθρωπος.
实践思想是抉择的始点。第三章 实践思想是抉择的始点。第三章。 那么,抉择是行为的原因与始点;但不是目的因(因为我们并非为了抉择而行动),而毋宁是动力因;因为在行动之前我们做出抉择,而目的则在行动之后;抉择的始点乃是欲求与言路,即谋虑。它是理性部分的另一部分,即推理与谋虑的部分,它固然寻求真理,但不是为了真理自身,而是为了善的行为的缘故。正因为言路与欲求是抉择的始点,若无思想与伦理品质,抉择就不可能存在;因为对善或恶的欲求是由伦理品质而产生的。但思想就其为观相的而言,并不是任何事物的始点,因为它不推动任何事物;相反,唯有就其为实践的而言,它才是上述事物——即欲求、抉择与行为——的始点;此外,这种实践思想也是制作能力的始点。因为制作与实践互不相同;因为关于善的实践能力以把善做好本身为目的,且考量直至这一点:如何做好在欲求看来是善的事物;而制作能力则是把善做好本身,并以人类的幸福为目的。实践的目的自在存在,而制作的目的则是相对于某物存在的;因为它是针对人而言的;因为它寻求人的益处。既然实践思想作为目的所具有的、并且作为始点与原因所关涉的善的行为,制作能力将其作为自身目的的始点(因为人类的幸福源自良好的行为),正因如此,实践思想也被称为制作能力自身的始点。既然思想是欲求的始点,而欲求是抉择的始点,那么抉择就应当要么是欲求的理智,要么是理智的欲求;而这些只存在于唯一的理性动物——即人之中。
- 6.καὶ τὸ αὐτὸ τὴν μὲν βούλευσιν λέγειν, τὴν ὄρεξιν δὲ διώκειν
在不定式结构中,τὸ αὐτό 作为宾格,是其后两个不定式 λέγειν 与 διώκειν 的共同直接宾语。该分句表达谋虑所言说的内容与欲求所追求的对象必须是同一物(τὸ αὐτό)。
- 6.προαιρέσεως δὲ ἀρχὴ ὄρεξις καὶ λόγος, ἥτις ἐστὶν ἡ βούλευσις
关系代词 ἥτις 在性上受到了述语位置上的阴性名词 ἡ βούλευσις 的吸引,而不是在语法上直接与阳性先行词 λόγος 保持一致。
- 6.ἐπεὶ τοίνυν ὅπερ ἔχει τέλος ἡ πρακτικὴ διάνοια καὶ οὗ ἐστιν ἀρχὴ καὶ αἰτία, τὴν πρᾶξιν τοῦ ἀγαθοῦ, τοῦτο ἀρχὴν ἔχει τοῦ ἰδίου τέλους ἡ ποιητική
前置的关系从句(ὅπερ ἔχει τέλος ... καὶ οὗ ἐστιν ἀρχὴ καὶ αἰτία)的内容由同位语宾格短语 τὴν πρᾶξιν τοῦ ἀγαθοῦ 加以具体说明,并在主句中由指示代词宾格 τοῦτο 承接,作为主动词 ἔχει 的直接宾语。这是一个包含语序倒置的复合从属句结构。
