← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§114.3-114.36

灵魂理性部分的划分与理智德性

作者将灵魂的理性部分二分为针对必然之物的“科学部分”与针对可变之物的“谋虑(推理)部分”,并指出必须将理智德性作为此两部分的最佳品质加以考察。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6

Διαίρεσις τοῦ λογικοῦ τῆς ψυχῆς· καὶ τίνα ἐν ἡμῖν τὰ κύρια#1 Διαίρεσις τοῦ λογικοῦ τῆς ψυχῆς· καὶ τίνα ἐν ἡμῖν τὰ κύρια πράξεως. κεφ. βʹ. Ἐν τοῖς προειρημένοις διελόντες τὰς τῆς ψυχῆς ἀρετάς, τὰς μὲν ἠθικὰς ἐλέγομεν εἶναι, ὅσαι τοῦ παθητικοῦ τῆς ψυχῆς μέρους, τὰς δὲ διανοητικάς, ὅσαι τῆς διανοίας εἰσί. περὶ μὲν οὖν τῶν ἠθικῶν διεληλύθαμεν, περὶ δὲ τῶν λοιπῶν ἤδη λέγομεν· ἐν αὐταῖς γὰρ τὸν ὀρθὸν εὑρήσομεν λόγον, ἐκεῖνο πρῶτον εἰπόντες περὶ τῆς ψυχῆς. πρότερον 〈μὲν〉 οὖν δύο μέρη τῆς ψυχῆς εἴπομεν εἶναι, τό τε λόγον ἔχον καὶ τὸ ἄλογον, νῦν δὲ τὸ λόγον ἔχον διαιροῦντες, λέγομεν δύο εἶναι τὰ λόγον ἔχοντα, ἓν μέν, δι’ οὗ τὰ ἀναγκαῖα γινώσκομεν καὶ ἀεὶ ὡσαύτως ἔχοντα καὶ ἃ μὴ ἐνδέχεται ἄλλως ἔχειν, ἄλλο δέ, δι’ οὗ τὰ ἐνδεχόμενα γινώσκομεν καὶ ἄλλοτε ἄλλως ἔχοντα. καὶ γὰρ ἐπεὶ τὰ γνωστὰ διάφορά εἰσι καὶ τῷ εἴδει ἕτερα, καὶ τὰς γνώσεις ἕπεται1 διαφόρους εἶναι τῷ εἴδει. τὴν γὰρ γνῶσιν ὁμοίαν εἶναι τῷ γινωσκομένῳ καὶ ἀναγκαίαν μὲν τὴν τοῦ ἀναγκαίου, ἐνδεχομένην δὲ τὴν τοῦ ἐνδεχομένου, πᾶσα ἀνάγκη· καὶ γὰρ ἐνδεχομένη γνῶσίς ἐστιν, ἥτις οὐκ ἀεὶ ἀληθεύει· ψεύδεται δὲ ἡ γνῶσις, ὅταν τὸ γινωσκόμενον μὴ οὕτως ἔχῃ ὥσπερ γινώσκεται· τὸ δὲ μὴ οὕτως ἔχειν ὥσπερ εἶχε τῶν ἐνδεχομένων ἐστὶ καὶ ἄλλοτε ἄλλως ἐχόντων· τῶν ἐνδεχομένων ἄρα ἡ γνῶσις ἐνδεχομένη ἐστί.2 διὰ τὰ αὐτὰ δὴ καὶ τῶν ἀναγκαίων ἀναγκαία ἡ γνῶσις· πᾶσα γὰρ γνῶσις καθ’ ὁμοιότητά τινα καὶ οἰκειότητα γίνεται· καὶ γὰρ ἐφαρμογή τίς ἐστι καὶ ἐπαφὴ τοῦ γινωσκομένου καὶ τοῦ γινώσκοντος. ἐπεὶ τοίνυν διττὴ ἡ γνῶσις, ἡ μὲν ἀναγκαία, ἡ δὲ ἐνδεχομένη, καλείσθω ἡ μὲν ἀναγκαία ἐπιστημονική, ἡ δὲ ἐνδεχομένη λογικὴ ἢ βουλευτική. τὸ γὰρ βουλεύεσθαι καὶ λογίζεσθαι ταὐτόν· ἔστι γὰρ ἡ βούλευσις περὶ τὰ ἐνδεχόμενα· οὐδεὶς γὰρ βουλεύεται περὶ τῶν μὴ ἐνδεχομένων ἄλλως ἔχειν· ἀνάγκη γὰρ ὁμοίως ἔχειν, καὶ οὐδὲν ἡ βουλὴ κινήσει οὐδὲ μεταβαλεῖ. ἐπεὶ τοίνυν περὶ τὰ ἐνδεχόμενα τὸ βουλευτικόν, περὶ δὲ τὰ ἐνδεχόμενα αὐτό φαμεν εἶναι τὸ λογιστικόν, ταὐτὸν ἂν εἴη τὸ λογιστικὸν καὶ βουλευτικόν. ἔστιν ἄρα τὸ βουλευτικὸν τὸ ἕτερον μέρος τοῦ λογικοῦ. ἐπεὶ δὲ περὶ τῶν διανοητικῶν ἀρετῶν ὁ λόγος ἡμῖν, τουτέστι τῶν οὐσῶν ἐν τῇ διανοίᾳ, τῷ λογικῷ, τὰ δὲ μέρη τοῦ λογικοῦ τὸ ἐπιστημονικόν ἐστι καὶ βουλευτικόν, ἐν αὐτοῖς τοῖς μέρεσι τοῦ λογικοῦ ζητητέον ἡμῖν τὰς διανοητικὰς ἀρετάς· ληπτέον ἄρα ἑκατέρου τούτων τίς ἡ βελτίστη ἕξις· αὕτη γὰρ ἀρετὴ ἑκατέρου.

灵魂之理性部分的划分;以及我们内部何者起主导作用。 灵魂之理性部分的划分;以及我们内部何者主导行为。第二章。 在前面的论述中划分灵魂的诸德性时,我们曾说,凡属于灵魂的情感部分的乃是伦理德性,而凡属于思想的则是理智德性。那么,关于伦理德性我们已经探讨完毕,关于余下的德性我们现在开始论述;因为在它们之中我们将发现正确的理性,只要我们首先关于灵魂说明下述这一点。以前我们曾说灵魂有两个部分,即具有理性的部分与无理性的部分;但现在划分具有理性的部分,我们说具有理性的部分有两个:其一是借之使我们认识必然的事物、始终处于同样状态以及不可能处于其他状态之物的部分,其二则是借之使我们认识偶然的事物、时而处于不同状态之物的部分。因为既然可知的事物互不相同且在形式上相异,那么认识在形式上也必然互不相同。因为认识相似于被认识之物,必然之物的认识是必然的,而偶然之物的认识是偶然的,这是全然必然的;因为偶然的认识正是那并非始终真实者。当被认识之物并不如其被认识的那样处于某种状态时,认识便是虚假的;而不处于原先所处的那种状态,属于偶然的、时而处于不同状态之物的属性;因此,关于偶然之物的认识是偶然的。正是基于同样的原因,关于必然之物的认识也是必然的;因为一切认识都是依循某种相似性与亲缘性而产生的;事实上,在被认识者与认识者之间存在着某种契合与接触。既然认识是双重的,一种是必然的,另一种是偶然的,那么就让必然的认识被称为科学的,偶然的认识被称为推理的或谋虑的。因为谋虑与推理是同一回事;因为谋虑是关于偶然事物的;事实上,没有人会就不能处于其他状态的事物进行谋虑;因为它们必然处于同样的状态,谋虑不会引发任何变动或改变。既然谋虑部分是关于偶然事物的,而我们说正是那推理部分是关于偶然事物的,那么推理部分与谋虑部分就应当是同一个东西。于是谋虑部分就是理性部分的另一个部分。既然我们的论述是关于理智德性的,即存在于思想中、存在于理性部分之中的德性,而理性部分的组分是科学部分与谋虑部分,那么我们必须在理性部分的这些组分之中探求理智德性;因此必须掌握这两者中每一个的最佳品质为何;因为这便是每一个部分的德性。

语法注2 条
  1. 6.καὶ τὰς γνώσεις ἕπεται

    在 ἐπεὶ... 从句之后的引导主句的 καί 是归结性 καί(apodotic καί),意为“既然……,那么认识也……”。动词 ἕπεται 作非人称使用,后接宾格加不定式结构(τὰς γνώσεις... διαφόρους εἶναι)作为主语从句。

  2. 6.τῶν ἐνδεχομένων ἄρα ἡ γνῶσις ἐνδεχομένη ἐστί

    属格 τῶν ἐνδεχομένων 是依附于 ἡ γνῶσις 的宾格性属格,意为“对偶然事物的认识”。它被前置(超步法 hyperbaton)于推论小词 ἄρα 之前以示强调,使前一句中所确立的前提直接连接至结论的主语部分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:114.3-114.36