← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§113.2-114.2

将正确理性作为中道标准加以定义的必要性

赫利奥多罗斯承接《尼各马可伦理学》第六卷开篇,提出必须对此前在伦理德性界定中充当标准的中道以及“正确的理性”究竟为何物及其准则作出明确界定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.0

Ὅτι λοιπὸν περὶ τοῦ ὀρθοῦ διορίσασθαι λόγου τίς ἐστιν. κεφ. αʹ. Ἐπεὶ δὲ ἐν τοῖς προειρημένοις περὶ τῶν ἀρετῶν λόγοις ἐκεῖνο κεφάλαιον ἐποιούμεθα, ὅτι τὸ μέσον ἐστὶν ἐν παντὶ πάθει καὶ πάσῃ πράξει τὸ ἐπαινετὸν καὶ τὸ ἄριστον καὶ τοῦτο δέον αἱρεῖσθαι, μὴ τὴν ὑπερβολὴν ἢ τὴν ἔλλειψιν, μέσον δὲ εἶναι ἐλέγομεν, ὅπερ ὁ ὀρθὸς λόγος κελεύει, ῥητέον ἂν εἴη, τίς ὁ ὀρθὸς λόγος καὶ τίς ὁ ὅρος αὐτοῦ.1 ἐν πάσαις γὰρ ταῖς εἰρημέναις ἕξεσι, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων πράξεων ἢ ἕξεών ἐστί τις σκοπός, πρὸς ὃν ἀποβλέπων ὁ τὸν λόγον ἔχων καὶ ὑπ’ αὐτοῦ ταττόμενος2 αὐξάνει μὲν τὰ ἐλάττω τοῦ δέοντος, συστέλλει δὲ τὰ ὑπὲρ τὸ δέον, εἴτε πάθη εἶεν εἴτε πράξεις εἴτε ἄλλο τι τῶν δυνατῶν καὶ ἐπιτείνεσθαι καὶ ἀνίεσθαι· καὶ ἔστι τις κανὼν καὶ ὅρος, δι’ οὗ τὸ μέσον γινώσκεται, ὃ λέγομεν κατὰ τὸν ὀρθὸν λόγον γίνεσθαι, καὶ μεταξὺ εἶναι τῆς ὑπερβολῆς καὶ τῆς ἐλλείψεως· ἀνάγκη τοίνυν τοὺς μέλλοντας γινώσκειν περὶ τοῦ μέσου τὸν ὅρον αὐτοῦ γινώσκειν καὶ τὸν κανόνα· τοῦτο δὲ ὁ ὀρθός ἐστι λόγος. τὸ γὰρ οὕτως ἁπλῶς εἰπεῖν, μέσον ἐστὶ τὸ κατὰ τὸν ὀρθὸν γινόμενον λόγον, ἀληθὲς μέν, οὐδὲν δὲ σαφές· ἄδηλον γάρ ἐστι τὸ μέσον τοῖς μὴ τὸν ὀρθὸν γινώσκουσι λόγον. καὶ γὰρ καὶ ἐν ταῖς ἄλλαις πράξεσι καὶ σπουδαῖς, ἐν αἷς ἐστιν ἐπιστήμη, ἀληθὲς μὲν εἰπεῖν, ὅτι οὔτε πλείω τοῦ δέοντος οὔτε ἐλάττω δεῖ πονεῖν, ἀλλὰ τὰ μέσα καὶ ὡς ὁ ὀρθὸς λόγος· οὐ δυνατὸν δὲ ἀπὸ τούτου μόνου τὸ δέον μαθεῖν.3 οὐδὲ γὰρ τὰ ἰατρικὰ καὶ ὑγιεινὰ γνώσεταί τις καὶ οἷα δεῖ προσάγειν τῷ νοσοῦντι, εἰ μόνον ἀκούσεται ὅτι ὑγιεινά ἐστι καὶ ἰατρικά, ἅπερ ἂν ἡ ἰατρικὴ καὶ ὁ ταύτην ἔχων ἰατρὸς κελεύοι ποιεῖν· καὶ γὰρ ἀληθὴς μὲν ὁ λόγος, ἄδηλον δὲ τὸ ζητούμενον οὐδὲν ἧττον. τὸν αὐτὸν δὴ τρόπον καὶ περὶ τῶν μέσων ἕξεων τῆς ψυχῆς οὐκ ἀληθῆ λόγον μόνον εἰπεῖν ἀναγκαῖον ἀλλὰ καὶ δηλωτικόν. τοῦτο δέ ἐστι τὸ περὶ τοῦ ὀρθοῦ διορίσασθαι λόγου, τίς τέ ἐστι καὶ τίς ὁ ὅρος αὐτοῦ· λέγωμεν τοίνυν περὶ τοῦ ὀρθοῦ λόγου, ἄνωθεν ἀρξάμενοι.

论余下的任务乃是界定正确的理性为何物。第一章。 鉴于在前面关于诸德性的论述中,我们将那一点立为要旨,即在一切情感和一切行为中,中道皆是值得称赞的和最好的,且应当选择这一中道,而非过度或不及,并且我们曾说中道就是正确的理性所命令之物,那么便应当讲明,何谓正确的理性,以及其准则为何。因为在一切被提及的品质中,正如同在其他的行为或品质中一样,存在着某种目标,具有理性并受其统辖之人正是着眼于此,将不足于所需之物加以增加,而将超出所需之物予以紧缩,无论它们是情感、行为,还是其他任何既能被强化又能被松弛的事物;并且存在着某种标尺与准则,借此中道得以被认识,即我们所说的依循正确的理性而产生、并处于过度与不及之间者。因此,凡欲认识中道之人,必须认识其准则与标尺;而此即是正确的理性。因为像这样简单地讲“中道乃是依循正确的理性产生之物”,固然真实,却毫不明晰;因为对不知何谓正确理性之人而言,中道是隐晦的。因为在存在知识的其他行为与从事的工作中,说“既不可劳作多于所需,亦不可劳作少于所需,而当行中道之事且照正确的理性所要求的那样”,固然是真理,但单凭这一点却不可能得知何为所需。事实上,若某人仅仅听闻“凡医术以及掌握此术的医生所命令做的事,皆合乎健康与医术”,他绝不会知晓何为医疗的与有益健康的措施,以及当对病患施用何种手段;因为虽然此言不虚,但所探求之物却丝毫不因此变得明确。正是以同样的方式,关于灵魂的中道品质,不仅必须道出真实的言论,而且必须道出具有阐明性的言论。而这便是去界定关于正确的理性,它究竟是什么以及其准则是何物;因此,让我们从头起始,来探讨正确的理性。

语法注3 条
  1. 6.0ἐπεὶ δὲ ἐν τοῖς προειρημένοις περὶ τῶν ἀρετῶν λόγοις ἐκεῖνο κεφάλαιον ἐποιούμεθα, ὅτι τὸ μέσον ἐστὶν ἐν παντὶ πάθει καὶ πάσῃ πράξει τὸ ἐπαινετὸν καὶ τὸ ἄριστον καὶ τοῦτο δέον αἱρεῖσθαι, μὴ τὴν ὑπερβολὴν ἢ τὴν ἔλλειψιν, μέσον δὲ εἶναι ἐλέγομεν, ὅπερ ὁ ὀρθὸς λόγος κελεύει, ῥητέον ἂν εἴη, τίς ὁ ὀρθὸς λόγος καὶ τίς ὁ ὅρος αὐτοῦ.

    整句骨架由原因/前提从句 ἐπεὶ δὲ ... 与主句潜能希求语气 ῥητέον ἂν εἴη(“当讲明……”)构成,主句后接间接疑问从句 τίς ὁ ὀρθὸς λόγος καὶ τίς ὁ ὅρος αὐτοῦ。在从句内部,指示代名词 ἐκεῖνο(ἐποιούμεθα 的宾语)先引出 ὅτι 引导的说明从句;分词 δέον 以独立宾格/非人称分词形式表必要性(“当选择……”);并列句 μέσον δὲ εἶναι ἐλέγομεν 则由关系代词引导的 ὅπερ 节充任 εἶναι 的表语补足语。

  2. 6.0ὁ τὸν λόγον ἔχων καὶ ὑπ’ αὐτοῦ ταττόμενος

    定冠词 ὁ 同时统领分词 ἔχων 与 ταττόμενος,构成无先行词的名词性分词短语。代词 αὐτοῦ 指向前文的 τὸν λόγον,意为“具有理性并受该理性所统领/整序之人”。

  3. 6.0οὐ δυνατὸν δὲ ἀπὸ τούτου μόνου τὸ δέον μαθεῖν.

    非人称形容词句式,省略系动词 ἐστί。不定式 μαθεῖν 的直接宾语为 τὸ δέον(“应做之事/所需之事”),ἀπὸ τούτου μόνου 则是表示来源或依据的介词短语(“仅凭这一点”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:113.2-114.2