← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§111.22-112.14

行不义之恶与灵魂各部分间的隐喻正义

赫利奥多罗斯论证行不义与遭受不义虽皆偏离中道,但行不义因涉及恶德与谴责而是更为恶劣的祸患,并驳斥了偶性后果能改变其实质的看法,最后以灵魂各部分之间的隐喻性正义对第五卷作出总结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5

Ὅτι χεῖρον κακὸν τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι. κεφ. ιηʹ Ὅτι χεῖρον κακὸν τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι. κεφ. ιηʹ. Φανερὸν δέ, ὅτι ἄμφω μὲν φαῦλα, καὶ τὸ ἀδικεῖσθαι καὶ τὸ ἀδικεῖν, καὶ γὰρ ἄμφω τοῦ μέσου ἔξω πίπτουσι, καὶ τὸ μὲν ἀδικεῖν πλέον ἐστί, τὸ δὲ ἀδικεῖσθαι ἔλαττον, τὸ δὲ δικαιοπραγεῖν ἴσον καὶ μέσον, ὥσπερ τὸ ὑγιεινὸν ἐν ἰατρικῇ καὶ τὸ εὐεκτικὸν ἐν γυμναστικῇ. ἄμφω μὲν οὖν φαῦλα, χεῖρον δέ ἐστι τὸ ἀδικεῖν. τὸ μὲν γὰρ ἀδικεῖν καὶ κακόν ἐστι καὶ ψέγεται· καὶ κακὸν ἢ κατὰ τελείαν κακίαν, ἤτοι τὴν καθόλου ἀδικίαν, ἢ τὴν μερικήν· καὶ ἢ ἑκουσίως καὶ μετὰ προαιρέσεως, ὅ ἐστι τὸ τελείως ἀδικεῖν ἢ ἑκουσίως μέν, οὐ μετὰ προαιρέσεως δέ, ὅπερ ἐγγύς ἐστι τοῦ ἀδικεῖν, καὶ οὐ τέλειον· οὐ γὰρ ἅπαν ἑκούσιον βλαβερὸν τοῦ πλησίον καὶ ἄδικον. τὸ δὲ ἀδικεῖσθαι κακὸν μέν ἐστιν, οὐ ψέγεται δέ, ὅτι μὴ διὰ πονηρίαν ἢ ἄλλην τινὰ κακίαν ἀδικεῖταί τις.1 καθ’ αὑτὸ μὲν οὖν τὸ ἀδικεῖσθαι ἧττον κακόν ἐστι τοῦ ἀδικεῖν· κατὰ συμβεβηκὸς δὲ οὐδὲν κωλύει καὶ χεῖρον εἶναι, διότι συνέβη πολλάκις τὸ ἀδικεῖσθαι μείζονος βλάβης αἴτιον γενέσθαι ἢ τὸ ἀδικεῖν· ὥσπερ εἴ τις διὰ τὸ ἀδικεῖσθαι ὀργισθεὶς πῦρ ἀνῆψε τῇ τοῦ ἀδικοῦντος οἰκίᾳ, ἐκεῖθεν δὲ συνέβη πᾶσαν ἐμπρησθῆναι τὴν πόλιν. ὅμως δὲ καὶ οὕτω μεῖζον κακὸν τὸ ἀδικεῖν· οὐδὲν γὰρ αὐτὸ ἑαυτοῦ χεῖρον διὰ τὰ συμβεβηκότα·2 ἐπεὶ οὐδὲ πλευρῖτις ἔλαττον κακόν ἐστι τοῦ προσπταίσματος, διότι συνέβη τινὰ προσπταίσαντα ὑπὸ τῶν πολεμίων ληφθῆναι καὶ ἀποθανεῖν. τὸ μὲν οὖν κυρίως δίκαιον καὶ ἄδικον καὶ δικαιοσύνη καὶ ἀδικία τὰ εἰρημένα ἐστί. λέγεται δὲ καὶ ἄλλο οὐ κυρίως ἀλλὰ κατὰ μεταφορὰν καὶ ὁμοιότητα τοῦ δικαίου, ὅπερ ἔχει τις πρὸς τὰ ἑαυτοῦ, ὥσπερ ὁ δεσπότης πρὸς τὸν δοῦλον καὶ ὁ πατὴρ πρὸς τὸν υἱόν. καθ’ ὃ καὶ ἡ ψυχὴ πρὸς τὰ ἑαυτῆς μέρη δικαία λέγεται ἢ ἄδικος· καὶ τὸ λογικὸν τοῦ ἀλόγου διέστηκε· καὶ τὸ μὲν λογικὸν ἄρχει καὶ τάττει, τὸ δὲ ἄλογον ἄρχεται καὶ τάττεται. πρὸς ὃ δή τινες βλέποντες νομίζουσιν ἀδικεῖν τινα ἑαυτὸν καὶ δικαιοῦν· ὅτι ποτὲ μὲν ὁ λόγος ἀκολουθεῖ τῷ ἀλόγῳ, ποτὲ δὲ ἀντίκειται, ὅταν τις ποιῇ παρὰ τὰς ἑαυτοῦ ὀρέξεις· καὶ ἔχουσιν ὥσπερ ἄρχον πρὸς [τὸ] ἀρχόμενον· καὶ δίκαιόν ἐστιν ἐν αὐτοῖς, ὅπερ ἐν ἀρχομένῳ καὶ ἄρχοντι. περὶ μὲν οὖν δικαιοσύνης καὶ τῶν ἄλλων τῶν ἠθικῶν ἀρετῶν διωρίσθω τὸν3 τρόπον τοῦτον.

论行不义是比遭受不义更恶劣的祸患。第十八章论行不义是比遭受不义更恶劣的祸患。第十八章。 显而易见,二者皆是不良的,即遭受不义与行不义,因为二者皆落于中道之外,行不义是过多,而遭受不义是过少,行正义则是均等且中道的,正如在医术中合乎健康之物与在体操中良好的体质一样。因此二者皆是不良的,但行不义更为恶劣。因为行不义既是一种恶,且受谴责;它或是依循完全的恶德即普遍的不义,或是依循部分的不义而成为恶;并且它或是出于自愿并伴随抉择,这便是完全意义上的行不义,或是虽出于自愿却不伴随抉择,这接近于行不义,但并非完全;因为并非凡对邻人造成的自愿伤害皆是不义。反之,遭受不义虽是一种祸患,却不受谴责,因为任何人遭受不义都不是由于邪恶或任何其他恶德。因此,就其自身而言,遭受不义是比行不义较小的恶;但在偶性上,绝无任何妨碍它甚至更为恶劣,因为常常发生遭受不义成为比行不义更大损害的起因;就如同有人因遭受不义而发怒,点燃了行不义者的房屋,并由此引起了整座城邦被焚毁。然而即便如此,行不义仍是更大的恶;因为任何事物绝不会因偶性而变得比其自身更恶劣;因为胸膜炎也并不因碰巧某人摔了一跤而被敌人俘获并处死,就成了比摔跤较小的恶。因此,本原意义上的正义、不正义、正义德性与不义,乃是上述各事。但另有一种说法并非在严格意义上,而是依循隐喻和与正义的相似性而言,即某人对自己所统属的事物所具有的关系,正如同主人对待奴隶、父亲对待儿子一样。依此而言,灵魂亦被称作对其自身各部分是正义的或是不义的;且理性部分与非理性部分有所区分;理性部分发号施令并确立秩序,非理性部分则接受统治并被确立秩序。某些人正是着眼于此,才认为有人会对自身行不义或行正义;因为有时理性顺从非理性部分,有时则在某人违背自身的欲望而行动之时与之对抗;并且它们具有如同统治者与被统治者般的关系;在它们之间存在着正义,正如同在被统治者与统治者之间一样。关于正义与其他伦理德性,就依此方式予以界定。

语法注3 条
  1. 5.ὅτι μὴ διὰ πονηρίαν ἢ ἄλλην τινὰ κακίαν ἀδικεῖταί τις

    在由引导原因的从属连词 ὅτι 所引导的状语从句中,使用了否定词 μή 而非 οὐ。这是用以表达一般性、主观认定的条件判断(即“就任何人绝非因邪恶而遭受不义而言”),指明承受不义不受谴责的普遍依据。

  2. 5.οὐδὲν γὰρ αὐτὸ ἑαυτοῦ χεῖρον διὰ τὰ συμβεβηκότα

    由比较级形容词 χεῖρον 与反身代词属格 ἑαυτοῦ 以及主语 αὐτό 构成的比较结构,意为“没有任何事物本身会因偶性特征而变得比其自身(原本的本性)更为恶劣”。

  3. 5.διωρίσθω τὸν τρόπον τὸν

    第三人称完成时被动命令式 διωρίσθω(“让……已被界定”)后接状语性质的宾格短语。尽管文本中 τὸν τρόπον τοῦτον 的 τοῦτον 残缺为 τὸν,但该句依然应理解为惯用的结语程式(“就依此方式予以界定”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:111.22-112.14