- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:110.13-111.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多鲁斯依据《尼各马可伦理学》卷五第十一章,探讨人能否对自己行不义以及能否自愿遭受不义的难题。他驳斥了以自杀为例的反论,论证无论依循普遍不义还是部分不义(贪得),抑或依循遭受不义的本质定义(违背意愿而受损),对自己行不义与自愿遭受不义皆绝无可能。
Ὅτι οὐ δυνατὸν ἀδικεῖσθαι ἑκόντα. κεφ. ιζʹ Ὅτι οὐ δυνατὸν ἀδικεῖσθαι ἑκόντα. κεφ. ιζʹ. Ῥητέον δὲ περὶ τοῦ ἀδικεῖσθαι τελεώτερον, εἰ δύναταί ποτε ἑκούσιον εἶναι. ἐπεὶ τοίνυν ἡ δικαιοσύνη καὶ ἡ ἀδικία ἡ μὲν καθολική τίς ἐστι καὶ τελεία ἀρετή, καθὼς δέδεικται, ὁμοίως δὲ καὶ ἡ ἀδικία κακία, ἡ δὲ μερική, φανερὸν ὅτι οὔτε κατὰ τὴν καθόλου οὔτε κατὰ τὴν μερικὴν ἀδικίαν δυνατόν τινα ἑαυτὸν ἀδικεῖν· δοκεῖ δὲ δυνατὸν εἶναι. διὰ ταῦτα, τοῦ νόμου μὴ κελεύοντος ἑαυτόν τινα ἀποκτείνειν, παράνομόν ἐστι τὸ ἑαυτόν τινα ἀποκτείνειν· ὃ γὰρ μὴ κελεύει ὁ νόμος, ἀπαγορεύει·1 τὸ δὲ παράνομον ἄδικον, καὶ ἀδικεῖ ὁ ἑαυτὸν ἀποκτείνας· ὁ δὲ ἀδικῶν τινὰ ἀδικεῖ· δῆλον δὴ ὅτι ἑαυτὸν ἀδικεῖ· τοῦτο δὲ καὶ ἑκουσίως ἐποίησεν· ἑκουσίως ἄρα ἀδικεῖται. ἔτι δὲ καὶ ὁ παρὰ τὸν νόμον βλάπτων τινὰ καὶ μὴ ἀμυνόμενος καὶ ἀντιβλάπτων, ἀλλὰ προκατάρχων τῆς βλάβης, ἑκὼν ἀδικεῖ, ὅταν καὶ γινώσκῃ τὴν βλάβην καὶ τὸν βλαπτόμενον καὶ τἄλλα τὰ περὶ τὸ πρᾶγμα· ὁ δὲ δι’ ὀργὴν ἑαυτὸν ἀποσφάξας οὔτε ἀμύνεται ἑαυτὸν καὶ γινώσκει καὶ ἑαυτὸν καὶ τὴν βλάβην καὶ πάντα τὰ περὶ τὸ πρᾶγμα, ἑκὼν ἄρα ἀδικεῖ· εἰ δὲ ἑκὼν ἀδικεῖ, καὶ ἑκὼν ἀδικεῖται. διὰ ταῦτα μὲν οὖν δοκεῖ δυνατὸν εἶναι ἑκουσίως ἀδικεῖσθαί τινα κατὰ τὴν καθόλου ἀδικίαν, ἥτις ἐστὶν ἐναντία τῇ καθόλου δικαιοσύνῃ, ἥτις χρῆσίς ἐστι πάσης ἀρετῆς. τὸ γὰρ δι’ ὀργὴν ἑαυτὸν ἀποσφάττειν ἐναντίον ἐστὶ τῷ κατὰ τὴν πραότητα νόμῳ. τοῦτο δὲ ὅτι ἀδύνατόν ἐστιν, ἀπὸ τῶν προειρημένων ἐδείχθη· ὁ γὰρ ὁρισμὸς τοῦ ἀδικεῖσθαι ἐναντίος ἐστὶ τῷ τοῦ ἑκουσίου λόγῳ. ὁ δὲ ἐναντίος λόγος, καθόσον μὲν ἑκουσίως ἀδικεῖν φησι τὸν ἀποσφάξαντα ἑαυτόν, ἀληθεύει, καθόσον δέ φησιν αὐτὸν ἑαυτὸν ἀδικεῖν, ψεύδεται· οὐ γὰρ αὐτὸς ἀδικεῖται, οὐ γὰρ παρὰ τὴν βούλησιν αὐτοῦ τὸ κακόν, ἀλλὰ ἡ πόλις, ἣ ζημιοῦται στρατηγὸν ἢ στρατιώτην ἢ οἰκοδόμον ἢ πολίτην ἁπλῶς, καὶ παρὰ τὴν αὐτῆς βούλησιν. διὰ τοῦτο καὶ ὡς ἠδικημένη δίκας ἀπαιτεῖ παρ’ αὐτοῦ, ἀμυνομένη αὐτὸν δι’ ὧν ἔξεστιν·2 οὐ γὰρ ἐᾷ θάπτειν τὸ σῶμα. κατὰ μὲν οὖν τὴν καθόλου ἀδικίαν, ὅτι οὐχ ἑκούσιον τὸ ἀδικεῖσθαι, δέδεικται· κατὰ δὲ τὴν μερικήν, ἥτις ἐστὶν ἡ πλεονεξία, πῶς δυνατὸν ἑαυτόν τινα ἀδικεῖν; εἰ γὰρ τὸ ἀδικεῖν κατὰ ταύτην τὴν ἀδικίαν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ πλέον ἔχειν θατέρου, ἕξει αὐτὸς ἑαυτοῦ πλέον ὁ ἑαυτὸν ἀδικῶν· εἰ δὲ πλέον ἑαυτοῦ, καὶ ἔλαττον·3 καὶ εἴη ἂν τὸ αὐτὸ καὶ προσθήκη αὐτῷ καὶ ἀφαίρεσις, ὅπερ ἀδύνατον· ἀνάγκη γὰρ τὸ τοιοῦτον δίκαιον τὸ ἐλάχιστον ἐν δυσὶν εἶναι· οὕτω γὰρ δυνατὸν καὶ ἀφαίρεσιν καὶ προσθήκην γενέσθαι· καὶ 〈τὸ〉 ἀδικεῖσθαι καὶ τὸ ἀδικεῖν. ἔτι δὲ ἀνάγκη τὸν ἀδικοῦντα τοῦ ἀδικουμένου πρότερον τὴν βλάβην ποιεῖν, καὶ ἑκουσίως καὶ ἐκ προαιρέσεως βλάπτειν· ὁ γάρ, διότι ἔπαθε, τὸ αὐτὸ ἀντιποιῶν, οὐ δοκεῖ ἀδικεῖν. τὸν δὲ ἑαυτὸν ἀδικοῦντα ἀνάγκη κατὰ ταὐτὸν καὶ ἀδικεῖν καὶ ἀδικεῖσθαι· διὰ τὸ τὸν αὐτὸν εἶναι καὶ ἀδικοῦντα καὶ ἀδικούμενον καὶ ἅμα καὶ ἀδικεῖν καὶ ἀδικεῖσθαι· δεῖ ἄρα ἐν πλείοσιν εἶναι ταύτην τὴν ἀδικίαν· οὐκ ἄρα δυνατὸν αὐτόν τινα ἑαυτὸν ἀδικεῖν. πρὸς δὲ τούτοις ὁ ἀδικῶν οὐδὲν ἄλλο ἐστὶν ἢ ὁ ποιῶν τὰ κατὰ μέρος ἀδικήματα· καὶ χωρὶς τῶν καθ’ ἕκαστα οὐ δύναταί τις ἀδικεῖν οὔθ’ ὅλως ἄλλο τι ποιεῖν· τὰ δὲ κατὰ μέρος κλοπὴ ὕβρις πληγαὶ τοιχωρυχία· οὐδεὶς δὲ ἢ κλέπτει τὰ ἑαυτοῦ ἢ τὸν ἑαυτοῦ τοῖχον διορύττει ἢ ἑαυτὸν ὑβρίζει ἢ πλήττει. ὅλως δὲ ἐλέγχεται ψεῦδος εἶναι τὸ ἑαυτόν τινα ἀδικεῖν καὶ ἑκουσίως ἀδικεῖσθαι διὰ τοῦ ὁρισμοῦ τοῦ ἀδικεῖσθαι, ὅ ἐστι τὸ ἄδικα πάσχειν παρὰ τὴν αὑτοῦ βούλησιν.4
论不可能自愿遭受不义。第十七章。 论不可能自愿遭受不义。第十七章。 关于遭受不义究竟是否可能出于自愿,必须作更完备的讨论。因此,既然正如已经指出的那样,正义与不义一方面是某种普遍且完全的德性,同样不义也是[普遍的]恶德,而另一方面则是部分的德性[与恶德],那么显然,无论依循普遍的不义还是依循部分的不义,任何人都绝不可能对自己行不义;然而这似乎是可能的。根据这些理由:由于法律并未命令任何人自杀,因此任何人自杀都是违法的;因为凡法律未加命令的,它皆予以禁止;而违法的便是行不义,自杀之人行了不义;而行不义者必对某人行不义,由此显然他是对自己行不义;而他又自愿地做出了此事,因而他是自愿地遭受不义。此外,凡违法加害某人,既非自卫亦非报复性伤害,而是主动开启伤害之人,只要他知晓伤害、受害者以及关涉该行为的其他各情由,他便是自愿行不义;而因愤怒而自刎之人,既非自卫,亦知晓自身、伤害以及关涉该行为的一切情由,因而他是自愿行不义;若他自愿行不义,他也自愿地遭受了不义。基于这些理由,依循与普遍正义——即一切德性的运用——相反对的普遍不义而言,某人自愿遭受不义似乎是可能的;因为因愤怒而自刎乃是违背合乎温和品质的法律的。但这绝非可能,已由前述论证所表明;因为遭受不义的定义与自愿的说明是相反对的。而相反的论证,就其主张自刎之人自愿行不义而言,所言属实,但就其主张此人对自己行不义而言,则是虚假的;因为遭受不义的并非他自己,因为这一祸患并非违背他自身的意愿,反倒是城邦〔遭受不义〕,它损失了一名将军、一名士兵、一名营造者,或径直说一名公民,并且是违背城邦自身的意愿的。正因如此,城邦作为遭受不义的一方,向他索求惩治,通过准许的方式对他施以惩罚;因为城邦不准许埋葬其尸体。因此,依循普遍的不义而言,遭受不义并非出于自愿已被证明;而依循作为贪得的部分不义,任何人又怎能对自己行不义呢?因为如果依循这种不义行不义无非是比另一方占有更多,那么对自己行不义的人就将比自己拥有更多;而若比自己更多,也[将拥有]更少;这样同一事物对他而言既是增加又是剥夺,但这绝不可能;因为此类正义必定至少存在于两者之间;因为唯有如此,才可能既产生剥夺又产生增加,并可能既遭受不义又行不义。此外,行不义者必须先于受不义者施加伤害,且必须自愿并出于抉择来加害;因为因自己受了苦而反施以同样报复的人,并不被认为行不义。然而对自己行不义的人,必须在同一关系上既行不义又遭受不义;这是由于同一人既是行不义者又是遭受不义者,且同时既行不义又遭受不义;因此这种不义必定存在于不止一人之间;因而任何人绝不可能对自己行不义。除这些之外,行不义者无非是做出个别不义行为的人;而离开个别行为,任何人既不能行不义,也根本不能做出任何其他事情;而个别的不义行为乃是行窃、凌辱、殴打、凿墙行窃;但绝无任何人会窃取自己的财产,或凿通自己的墙壁,或凌辱、殴打自己。总之,任何人对自己行不义以及自愿遭受不义,借由遭受不义的定义——即违背自身意愿而承受不义之事——皆被彻底驳斥为虚假。
- 5.ὃ γὰρ μὴ κελεύει ὁ νόμος, ἀπαγορεύει
关系从句 ὃ γὰρ μὴ κελεύει ὁ νόμος 包含先行词,整体充当主要动词 ἀπαγορεύει 的直接宾语(“凡法律未命令的,法律皆予以禁止”)。此句引自亚里士多德在1138a7的论辩前提,即法律未明文允许或要求的行为皆属禁止之列。
- 5.ἀμυνομένη αὐτὸν δι’ ὧν ἔξεστιν
分词 ἀμυνομένη 是以城邦(πόλις)为主语的中动态分词,带宾格 αὐτόν 作宾语,意为“对他进行报复/惩处”(而非“从他那里防卫自己”)。介词短语 δι’ ὧν ἔξεστιν 包含受吸引的关系代词属格,意为“通过准许的方式”。
- 5.εἰ δὲ πλέον ἑαυτοῦ, καὶ ἔλαττον
紧承前句 ἕξει αὐτὸς ἑαυτοῦ πλέον 的省略条件从句,省去了动词 ἕξει(“将拥有”):即“如果[他拥有]比自己更多,[他也将拥有比自己]更少”。该句简洁地指出了同一主体在同一关系中同时处于盈余与短缺的双重荒谬性。
- 5.διὰ τοῦ ὁρισμοῦ τοῦ ἀδικεῖσθαι, ὅ ἐστι τὸ ἄδικα πάσχειν παρὰ τὴν αὑτοῦ βούλησιν
中性单数关系代词 ὅ 并非修饰阳性名词 ὁρισμοῦ,而是指代冠词化不定词 τοῦ ἀδικεῖσθαι 或作为中性概念的定义内容自身(即“通过遭受不义的定义,而遭受不义即违背自身意愿承受不义之事”)。
