← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§109.21-110.12

作为法律矫正的公道与公道的人

赫利奥多罗斯阐明由于实践事务的不确定性,普遍法律需要加以矫正,并通过立功外邦人的事例以及莱斯沃斯铅尺的譬喻,论证公道是对法定正义缺陷的补足,而公道的人则是虽有法律支持却能退让自身权益的人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5

Περὶ ἐπιεικείας καὶ τοῦ ἐπιεικοῦς. κεφ. ιςʹ#2 ἀόριστος γάρ ἐστιν ἡ τῶν πρακτῶν ὕλη καὶ πολλὰς ἔχει τὰς μεταβολάς. διὰ τοῦτο τῶν ὡς ἐπὶ τὸ πλεῖστον συμβαινόντων οἱ νομοθέται στοχάζονται· τὸ γὰρ ξένον ἐπὶ τὸ τεῖχος ἀνιόντα κατὰ τὸν καιρὸν τοῦ πολέμου τὴν πόλιν ὠφελῆσαι,1 ἐπ’ ἐλάχιστα συμβαίνει, πλέον δὲ ἐνδέχεται κατὰ τῆς πόλεως ἀνέρχεσθαι. ἐπεὶ τοίνυν ἀναγκαῖον εἰδέναι πῶς δεῖ τοὺς τοιούτους νόμους τηρεῖν καὶ ὅτε καὶ ἐπὶ τίσιν, ἔδει τινὰ ἕξιν εἶναι καθ’ ἣν δυνησόμεθα τὰ τοιαῦτα ἐπανορθοῦν ἁμαρτήματα· αὕτη δέ ἐστιν ἡ ἐπιείκεια, καθ’ ἣν τὸ ἐλλεῖπον ἀναπληροῦται τοῦ νόμου καὶ τὸ ἁμάρτημα ἐπανορθοῦται καὶ ὁ προσδιορισμός, ὃν ἐκεῖνος παρέλιπε, διὰ τὸ πάντα τὰ κατὰ μέρος οὐκ εἰδέναι, προστίθεται· ἐρεῖ γὰρ ὁ ἐπιεικής, πάντα τὸν ἀνιόντα ξένον ἀποθνῄσκειν, εἴγε ἐπιβουλεύσων ἀνῆλθεν, εἰ δὲ ἠρίστευσεν, οὐ μόνον σωτηρίας ἀλλὰ καὶ γερῶν ἀξιωθήτω·2 ταῦτα δὲ καὶ αὐτὸς ἂν εἶπεν ὁ νομοθέτης, εἴγε παρῆν· καὶ εἰ ᾔδει, ἐνομοθέτησεν ἄν. τὸν αὐτὸν δὲ τρόπον καὶ τοὺς ἄλλους τοὺς ὁμοίους νόμους ὁ ἐπιεικὴς ἐπανορθώσεται. διὰ τοῦτο ἡ ἐπιείκεια δίκαιον μέν ἐστι καὶ βέλτιόν τινος δικαίου, οὐ τοῦ καθόλου δικαίου ἀλλὰ τοῦ νομικοῦ, τοῦ διὰ τὸ καθόλου ἁμαρτάνοντος. καὶ ἔστιν αὕτη ἡ φύσις ἡ τοῦ ἐπιεικοῦς ἐπανόρθωμα τοῦ νόμου, καθ’ ὅσον ἁμαρτάνει καὶ ἐλλιπής ἐστι διὰ τὸ καθόλου· τοῦτο γὰρ αἴτιον καὶ τοῦ μὴ πάντα τὰ δικαίως γινόμενα κατὰ νόμον εἶναι, ὅτι καθόλου καὶ τῶν ὡς ἐπὶ τὸ πλεῖστον οἱ νόμοι. καὶ διὰ τοῦτο ψηφισμάτων ἐδέησεν, ἃ ποιοῦσιν οἱ πολιτευόμενοι ἐν τοῖς κατὰ μέρος πράγμασιν, ἄλλοτε ἄλλως ἔχοντα ἄλλοτε ἄλλως καὶ αὐτοῖς ἔχουσι·3 τῶν γὰρ ἀορίστων ἀόριστος καὶ ὁ κανών ἐστιν, ὥσπερ καὶ τῆς Λεσβίας οἰκοδομῆς ὁ μολίβδινος κανών, ὃς μετεκινεῖτο πρὸς τὸ σχῆμα τοῦ λίθου· τὸν αὐτὸν γὰρ τρόπον καὶ τὰ ψηφίσματα πρὸς τὰ πράγματα μεταβάλλονται. τί μὲν οὖν ἐστι τὸ ἐπιεικὲς καὶ ἡ ἐπιείκεια, καὶ ὅ τι δίκαιον, καὶ πῶς ἔχει πρὸς τὸ καθόλου δίκαιον, καὶ τίνος βέλτιον δικαίου, εἴρηται. δῆλος δὲ ἀπὸ τούτων καὶ ὁ ἐπιεικὴς τίς ἐστιν· ἔστι γὰρ ὁ τῶν εἰρημένων προαιρετικὸς καὶ πρακτικός, καὶ ὁ μὴ [ὁ] ἀκριβοδίκαιος ἐπὶ τὸ χεῖρον ἀλλὰ ἐλαττωτικός, καίπερ ἔχων τὸν νόμον βοηθόν· καὶ ἡ ἕξις αὕτη ἐπιείκεια, δικαιοσύνη τις οὖσα, καὶ οὐκ ἄλλη τις παρὰ ταύτην καὶ διάφορος ἕξις.

论公道与公道之事。第十六章因为可践履之事的质料是不确定的,且包含诸多变化。由于这一缘故,立法者着眼于通常发生的情况;因为外邦人在战时登上城墙而有益于城邦,乃是极少发生之事,更有可能的是他为了危害城邦而登上去。因此,既然有必要知道应当如何遵守此类法律,以及在何时、针对何种情况来遵守,就必须存在某种品质,依循它我们将能够纠正此类缺陷;而这便是公道,依循它,法律的缺漏得以补足,缺陷得以纠正,立法者因无法知悉所有个别情况而遗漏的附加限定得以补充。因为公道的人会说,凡登上城墙的外邦人皆当处死——如果是怀抱图谋而登上去的话,但若是立下了杰出战功,则不仅应被视为配享性命保全,更应配享荣誉奖赏;而这些话也是立法者本人若在场便会说的,若他事先知晓,便会如此立法。以同样的方式,公道的人也将纠正其他类似的法律。由于这一缘故,公道固然是正义的,且优于某种正义之事——并非优于普遍的正义,而是优于因普遍性而产生失误的法定的正义。而公道之事的这一本性,就在于当法律因普遍性而失误且有欠缺时对法律的矫正;因为并非一切正义地行出的事情皆依循法律,其原因也正在于法律是普遍的且仅针对通常的情况。由于这一缘故便需要政令,从政者在个别事务中制定政令,政令时常变化各异,针对本身也时常变化各异的事物;因为对于不确定的事物,其尺度也是不确定的,正如莱斯沃斯建筑中的铅尺一样,它是顺应石块的形状而改变弯曲的;因为政令同样以这种方式顺应事务而改变。那么,公道之事与公道是什么,它作为何种正义,它对于普遍正义处于何种关系,以及它优于何种正义,皆已述及。而由此何为公道的人亦甚为明了;因为他是对上述诸事具有抉择力且能付诸实践的人,不是朝着更严苛的方向苛求法定正义,而是宁肯退让自己的权益,即便有法律作为后盾;而这种品质就是公道,它乃是某种正义,而非与之并列的另一种不同的品质。

语法注3 条
  1. 5.τὸ γὰρ ξένον ἐπὶ τὸ τεῖχος ἀνιόντα κατὰ τὸν καιρὸν τοῦ πολέμου τὴν πόλιν ὠφελῆσαι

    由中性单数定冠词 τό 引导的带不定式句结构(主语为 ξένον ... ἀνιόντα,不定式为 ὠφελῆσαι)整体作后随动词 συμβαίνει 的主语。

  2. 5.πάντα τὸν ἀνιόντα ξένον ἀποθνῄσκειν, εἴγε ἐπιβουλεύσων ἀνῆλθεν, εἰ δὲ ἠρίστευσεν, οὐ μόνον σωτηρίας ἀλλὰ καὶ γερῶν ἀξιωθήτω

    从属于主动词 ἐρεῖ 的前半句(πάντα ... ἀποθνῄσκειν)采用带不定式的间接引语,而后半句(εἰ δὲ ἠρίστευσεν ...)则骤变(破格)为使用第三人称不定过去时被动命令式 ἀξιωθήτω 的直接祈使语气。在语法上并列表达公道之人所作出的决断内容。

  3. 5.ἄλλοτε ἄλλως ἔχοντα ἄλλοτε ἄλλως καὶ αὐτοῖς ἔχουσι

    分词 ἄλλοτε ἄλλως ἔχοντα 为中性复数,修饰先行词 ψηφίσματα(政令);而与格分词短语 ἄλλοτε ἄλλως καὶ αὐτοῖς ἔχουσι 则作为同格修饰成分修饰其前的介词短语 ἐν τοῖς κατὰ μέρος πράγμασιν,说明政令自身因时而异,同时顺应那些本身亦因时而异的个别具体事务。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:109.21-110.12