- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:108.26-109.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段讨论公道(及公道之事)与正义(及正义之事)的关系,并提出二者既同一又相异的疑难。该疑难得以解决,在于说明公道是对法定正义之不足的矫正,这源于普遍法律无法穷尽具体事物的本性,因此公道是一种更为卓越的正义。
Περὶ ἐπιεικείας καὶ τοῦ ἐπιεικοῦς. κεφ. ιςʹ#1 Περὶ ἐπιεικείας καὶ τοῦ ἐπιεικοῦς. κεφ. ιςʹ. Περὶ δὲ ἐπιεικείας καὶ τοῦ ἐπιεικοῦς πῶς ἔχει ἡ μὲν ἐπιείκεια πρὸς δικαιοσύνην, τὸ δ’ ἐπιεικὲς πρὸς τὸ δίκαιον, ἀκόλουθόν ἐστιν εἰπεῖν. καὶ γὰρ οὔτε πάντῃ ταὐτά ἐστιν οὔτε ἕτερα τῷ γένει. καθόσον μὲν γὰρ τὸ ἐπιεικὲς ἐπαινεῖται μᾶλλον τοῦ δικαίου, καὶ ὁ ἐπιεικὴς ἀνὴρ τοῦ δικαίου βελτίων δοκεῖ· ἔτι δὲ καὶ ἐπὶ τὰ ἄλλα μεταφέρομεν, ὅταν ἐπαινεῖν δέῃ τινὰ τῶν ἀρετῶν· καὶ γὰρ ἐπιεικεστέραν τήνδε ἐκείνης λέγομεν, τὸ βέλτιον δηλοῦντες, οὐ τὸ δικαιότερον· κατὰ τοῦτο ἄλλη τις δοκεῖ εἶναι παρὰ τὴν δικαιοσύνην ἡ ἐπιείκεια. πάλιν δὲ τῷ λόγῳ ἀκολουθοῦσι φαίνεται ἄτοπον, εἰ τὸ ἐπιεικὲς ἄλλο παρὰ τὸ δίκαιον ὄν, ἐπαινετόν ἐστιν· εἰ γὰρ ἐπαινετόν, δίκαιόν ἐστι· πᾶν γὰρ ἐπαινετὸν δίκαιον, καὶ ἡ δικαιοσύνη τελεία ἐστὶν ἀρετή, ὡς ἐν τοῖς ἀνωτέρω δέδεικται· εἰ δὲ οὐκ ἔστι δίκαιον, οὐδὲ ἐπαινετόν· ἢ εἰ τὸ ἐπιεικὲς ἐπαινετόν, τὸ δίκαιον οὐκ ἔστιν ἐπαινετόν· ἡ μὲν οὖν ἀπορία σχεδὸν διὰ ταῦτα συμβαίνει. ἔχει δὲ καὶ ἀμφότερα ὀρθῶς, τό τε ἓν εἶναι τὸ δίκαιον καὶ τὸ ἐπιεικὲς καὶ τὸ διαφέρειν, καὶ οὐδὲν ἀλλήλοις ἐναντιοῦνται. τὸ γὰρ ἐπιεικὲς καὶ δίκαιόν ἐστι καὶ δικαίου τινὸς βέλτιον· καὶ οὐχ ὡς ἑτερογενὲς τοῦ δικαίου βέλτιόν ἐστιν αὐτοῦ, ἀλλ’ ὡς μέρος ἄλλου μορίου ὁμογενοῦς·1 καὶ σπουδαίου ὄντος καὶ αὐτοῦ καὶ δικαίου, τὸ ἐπιεικὲς δίκαιον σπουδαιότερόν ἐστι. ταύτην δὲ τὴν ἀπορίαν εἰσήγαγεν, ὅτι τὸ ἐπιεικὲς δίκαιον μέν ἐστιν, οὐ κατὰ νόμον δέ· οὐ γὰρ περιέχεται ὑπὸ νόμου, ἀλλ’ ἔστιν ἐπανόρθωμα δικαίου νομίμου. τὸ δὲ αἴτιον τῆς διορθώσεως, ὅτι ὁ μὲν νόμος ἅπας καθόλου διορίζεται· ἐπ’ ἐνίοις δὲ τῶν καθ’ ἕκαστα οὐ δυνατὸν ἐφαρμόζειν κατὰ τὸν ὀρθὸν λόγον διὰ τὸ τὸν μὲν νόμον ὡρισμένον εἶναι καὶ εἰς ὡρισμένον τι σκοπεῖν, τὰ δὲ καθ’ ἕκαστα ἀόριστα καὶ ἄλλοτε ἄλλως ἔχοντα, οἷον ὁ νόμος κελεύει καθόλου πάντα τὸν ἐπὶ τὸ τεῖχος ἀνελθόντα ξένον ἀποθνήσκειν· ἀνελθὼν 〈δέ〉 τις ἠρίστευσεν· εἰ τοίνυν ἐφαρμόσομεν τὸν νόμον τῷ ἀριστεῖ καὶ ἀποκτείνομεν, παρὰ τὸν ὀρθὸν λόγον καὶ τὸ δίκαιον ποιήσομεν. ὁμοίως δὲ καὶ ἐπὶ ἄλλων πολλῶν ἔχει· τοῦτο δὲ τὸ ἁμάρτημα οὐκ ἔστιν ἐν τῷ νόμῳ οὐδὲ ἐν τῷ νομοθέτῃ ἀλλ’ ἐν τῇ τῶν πραγμάτων φύσει. ὁ γὰρ νόμος, ἐπεὶ ἀδύνατον τὰ κατὰ μέρος πάντα περιλαβεῖν ἀόριστα ὄντα, τὸ ὡς ἐπὶ τὸ πλέον λαμβάνει καὶ πρὸς τοῦτο βλέπων νομοθετεῖ· καὶ οὐκ ἀγνοῶν τὸ ἁμάρτημα ὁ νομοθέτης ἀπροσδιόριστον ἀφῆκε τὸν νόμον ἀλλὰ διὰ τὸ μὴ δυνατὸν εἶναι τὴν τῶν πραγμάτων φύσιν διορισμῷ καθυποβληθῆναι ἄλλοτε ἄλλως ἐχόντων.2
Περὶ ἐπιεικείας καὶ τοῦ ἐπιεικοῦς. κεφ. ιςʹ#1 论公道与公道之事。第十六章。 关于公道与公道之事,说明公道与正义、公道之事与正义之事处于何种关系,乃是顺理成章的。因为它们既非完全相同,亦非在属上相异。就公道之事比正义之事更受赞美、公道的人看起来比正义的人更为优越而言——此外,每当需要赞美诸美德中的某一种时,我们也将其[名称]转用于其他事物;因为我们确实会说这一美德比那一美德更公道,借此表示更优越,而非更合乎正义——依此而言,公道似乎是正义之外的某种别的东西。但在另一方面,对于依循论证者而言,若公道之事在作为正义之外的别物的同时却是值得赞美的,便显得荒谬。因为如果它是值得赞美的,它就是正义的(因为凡值得赞美的皆是正义的,且正义是完全的美德,正如前文所证明的那样);但如果它不是正义的,它也就不值得赞美;或者说,如果公道之事是值得赞美的,正义之事便不值得赞美。那么,疑难大致就是由于这些缘故而产生的。然而两者皆言之成理,即正义与公道既为一体,同时又存在差异,且彼此毫无冲突。因为公道之事既是正义的,又优于某种正义之事;并且它优于正义之事,并非在于它与正义之事在属上相异,而是作为同属中的一个部分相对于另一个部分而言[更为优越];而且尽管它自身与正义之事皆属卓越,但公道的正义之事更为卓越。而引出这一疑难的缘由在于:公道之事固然是正义的,却不是依法定的正义;因为它并不被法律所包容,而是对法定正义的矫正。矫正的原因在于:一切法律皆是作普遍规定的,但在某些个别事例中,却不可能依循正确理智来加以适用,这是由于法律是确定的且着眼于某种确定的情形,而个别事例是不确定的且时常变化各异。例如,法律普遍命令凡登上城墙之外邦人皆当处死;但有人登上去却立下了杰出战功。此时我们若将法律适用于这位勇士并将其处死,我们所作的就将违背正确理智与正义。在许多其他事情上情形亦是如此;而这种缺陷不在于法律,亦不在于立法者,而在于事物的本性。因为法律既然不可能将所有个别事物包罗无遗(由于它们是不确定的),便取其通常情形,并着眼于此来立法;并且立法者并非由于不知晓这种缺陷才使法律留有未尽之规定,而是因为事物的本性时常变化各异,不可能屈从于确定不移的规定。
- 5.ἀλλ’ ὡς μέρος ἄλλου μορίου ὁμογενοῦς
在对比语境(οὐχ ὡς ἑτερογενὲς... ἀλλ’ ὡς...)中对省略的补充。应理解为 ἀλλ’ ὡς μέρος ἄλλου μορίου ὁμογενοῦς [βέλτιόν ἐστιν],表示同属中的两个部分中,一部分相对于另一部分更为优越(“作为同属中的一个部分相对于另一个部分而言[更为优越]”)。
- 5.ἄλλοτε ἄλλως ἐχόντων
句法修饰与格一致性。尽管前面紧跟的是阴性宾语短语 τὴν τῶν πραγμάτων φύσιν,但分词 ἐχόντων 采用了中性复数属格,这或是依语义(ad sensum)与蕴含的名词 τῶν πραγμάτων 保持一致,或是充当独立属格分词短语(“由于情况时常变化各异”)。
