- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:107.20-108.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段论述了做出正义或不义的行为与拥有恒常品质(hexis)之间的区别,借用医术的比喻阐明了正确适用法律与真正德性的条件,并说明矫正正义与分配正义乃特属于存在过度与不及的人类领域。
Ὅτι οὐ ῥᾴδιον παντὶ ἑκάστοτε ἄδικον ἢ δίκαιον εἶναι. κεφ. ιεʹ. 192 Ὅτι οὐ ῥᾴδιον παντὶ ἑκάστοτε ἄδικον ἢ δίκαιον εἶναι. κεφ. ιεʹ. Τινὲς δὲ τὸ ἀδικεῖν ἢ δίκαιον εἶναι ῥᾴδιον νομίζουσι, καὶ ἅμα τῷ θελῆσαι δυνατὸν εἶναι δίκαιον ἢ ἄδικον γενέσθαι· τοῦτο δὲ οὐχ οὕτως ἔχει. τὸ μὲν γὰρ πρᾶξαι τὰ δίκαια ἢ τὰ ἄδικα καὶ ἢ δοῦναι ἀργύριον ἢ πατάξαι τὸν πλησίον ῥᾴδιόν ἐστι καὶ τοῦ βουλομένου·1 τὸ δὲ ἢ δικαιοσύνης ἕξιν ἔχειν ἢ ἀδικίας, ὃ χρόνου καὶ ἀσκήσεως δεῖται, δι’ ἃς ἕξεις ἢ δίκαιός τις ἢ ἄδικος λέγεται, τοῦτο δὲ οὐκ ἔστιν ἐφ’ ἡμῖν, ὥστε ἅμα τῷ βούλεσθαι καὶ ῥᾴδιον εἶναι κτήσασθαι. ὁμοίως δὲ νομίζουσι καὶ τὴν γνῶσιν τῶν δικαίων καὶ τῶν ἀδίκων ῥᾳδίαν εἶναι, καὶ τὸ δύνασθαι ταῦτα γινώσκειν οὐδὲν οἴονται σοφὸν εἶναι· ὅτι περὶ ὧν οἱ νόμοι λέγουσιν, οὐ χαλεπὸν συνιέναι. ταῦτα δὲ εἶναί φασι τὰ δίκαια· οὐκ εἰσὶ δέ, εἰ μὴ κατὰ συμβεβηκός· οὐ γὰρ ἁπλῶς οὕτω πραττόμενος ὁ νόμος δίκαιός ἐστιν ἑκάστοτε καὶ ὡς ἔτυχε τελούμενος καὶ παρ’ ὧν, ἀλλ’ ὡς δεῖ καὶ ὅτε δεῖ καὶ παρ’ ὧν δεῖ.2 τὸ δὲ ταῦτα καθ’ ἕκαστον τῶν νόμων εἰδέναι δυσχερέστερόν ἐστι τοῦ τὰ ὑγιεινὰ εἰδέναι· ἐπεὶ κἀκεῖ μέλι καὶ οἶνον καὶ ἐλλέβορον καὶ καῦσιν καὶ τομὴν εἰδέναι ῥᾴδιον, ἀλλὰ πῶς δεῖ τούτων ἕκαστον πρὸς τὴν ὑγίειαν τάξαι, καὶ τίνι προσενεκτέον καὶ πότε, τοσοῦτον ἔργον, ὅσον ἰατρὸν εἶναι. διὰ ταῦτα δὴ καὶ τὸν δίκαιον νομίζουσι δύνασθαι ἀδικεῖν οὐδὲν ἔλαττον τοῦ ἀδίκου ἀλλὰ καὶ πλέον, διὰ τὸ ἄδικα δύνασθαι πράττειν· δύναιτο γὰρ ἂν καὶ πατάξαι τὸν οὐδὲν ἠδικηκότα καὶ ὑφελέσθαι τὰ ἀλλότρια, καὶ ὁ ἀνδρεῖος ῥῖψαι τὴν ἀσπίδα καὶ φυγεῖν· ἀλλ’ οὐ τὸ τὰ ἄδικα πράττειν ἀδικεῖν ἐστιν οὐδὲ τὰ τοῦ δειλοῦ πράττειν δειλαίνειν ἐστί, πλὴν κατὰ συμβεβηκός· ἀλλὰ τὸ μετὰ τῆς ἕξεως ταῦτα πράττειν, τοῦτό ἐστι τὸ δειλαίνειν ἢ ἀδικεῖν· ὅταν τις οὐκ ἐθέλων ἁπλῶς, ἀλλὰ πάθει κινούμενος δειλίας φεύγῃ ἢ τῷ ἕξιν ἔχειν ἀδικίας ἀδικῇ, ὥσπερ καὶ τὸ ἰατρεύειν καὶ τὸ ὑγιάζειν, οὐ τὸ τέμνειν ἢ φαρμακεύειν ἢ μὴ φαρμακεύειν ἐστίν, ἀλλὰ τὸ ὡς δεῖ καὶ ὅτε δεῖ, ταῦτα ποιεῖν ἕξιν ἰατρικῆς ἔχοντα. τὸ μὲν οὖν ἐπανορθωτικὸν καὶ διανεμητικὸν δίκαιον, περὶ ὧν εἰπεῖν προὔκειτο, τίνα ἐστὶ καθ’ αὑτὰ καὶ ὅπως ἔχει, διωρισάμεθα. νῦν δὲ ῥητέον ἐστί, πῶς ἔχει τὸ δίκαιον πρὸς τὸ ἐπιεικὲς καὶ ἡ δικαιοσύνη πρὸς τὴν ἐπιείκειαν, ἐκεῖνο μόνον τῷ περὶ τοῦ δικαίου λόγῳ προσθέντες, ὅτι τὸ διανεμητικὸν καὶ διορθωτικὸν δίκαιον ἐν ἐκείνοις ἐστίν, οἳ μετέχουσι τῶν ἁπλῶς ἀγαθῶν, οἷον πλούτου 〈ἢ〉 δόξης, ἐν οἷς ὑπερβολὴ καὶ ἔλλειψις εὑρίσκεται· ἐν γὰρ δόξῃ καὶ ὑπερβάλλειν δυνατὸν τὸ δέον καὶ ἐλλείπειν ὁμοίως καὶ ἐν πλούτῳ· ἐπὶ γὰρ τῶν οὕτως ἐχόντων ἡ ἰσότης καὶ ἡ ἀναλογία ζητεῖται· καὶ τοῖς μετέχουσι τούτων τοῦ διανεμητικοῦ δικαίου χρεία καὶ τοῦ διορθωτικοῦ. ἀλλ’ ἐν μὲν τοῖς θεοῖς οὐκ ἔχει χώραν ἡ ἀνισότης οὐδὲ ὑπερβολή ἐστιν ἐν ἐκείνοις οὐδὲ ἔλλειψις, ὅθεν οὐδὲ χρεία τῆς τοιαύτης δικαιοσύνης, ἀλλ’ οὐδὲ ἐν τοῖς φαύλοις παντάπασι τῶν ἀνθρώπων καὶ ὑπὸ τρυφῆς καὶ τῆς ἄλλης μοχθηρίας διεφθαρμένοις· τοῖς γὰρ ὑγιάζεσθαι μέλλουσιν ἀνάγκη τι μόριον ὑγιὲς ἔχειν, ἵν’ ἐκεῖθεν ὁ ἰατρὸς ἐπανακαλέσηται τὴν ὑγίειαν· οἱ δὲ παντάπασι διαφθαρέντες οὐ δύνανται θεραπευθῆναι· ὅθεν οὐδ’ ἐν αὐτοῖς ἔχει χώραν τὸ δίκαιον· ἐν ἐκείνοις δέ ἐστι τῶν ἀνθρώπων, ὅσοι βούλονται τὰ δίκαια καὶ ποιοῦσι κατὰ τὴν ἀνθρωπίνην δύναμιν καὶ αὖθις ἁμαρτάνουσιν ὅσον ἀνθρώποις προσῆκε.3
论对于任何人而言随时做不义或正义的人并非易事。第十五章。 192 论对于任何人而言随时做不义或正义的人并非易事。第十五章。 有些人认为,行不义或做正义的人是容易的,且一经意愿便可能成为正义或不义的人;但这并非实情。因为做出正义或不义的行为——如给予金钱或殴打邻人——是容易的,且属于任何意愿之人;但是具有正义或不义的品质(人正是因这些品质才被称为正义或不义的)——这需要时间与训练——这却并非全凭我们做主,以至于一经意愿便容易获得。同样,他们也认为对正义与不义之事的认知是容易的,并认为能够认知这些并非什么智慧之事,因为要理解法律所说的内容并不困难。他们声称这些就是正义之事;但若非出于偶性,它们并不是。因为法律并非仅仅在任何时候以那种方式被践行、以随随便便的方式被履行且由任何人履行就是正义的,而只有当以应有的方式、在应有的时刻、由应有的人[践行时才是正义的]。然而在每一条法律上知晓这些,比知晓有益健康之事更为困难。因为在那个领域中,知晓蜂蜜、葡萄酒、嚏根草以及灼术和切割也是容易的,但如何为了健康而配置其中的每一项,以及向何人并在何时施用,这乃是一桩如同身为医者一样重大的任务。正因这些缘故,他们也认为正义的人由于能够做出不义之事,因而能够不亚于甚至胜过不义之人去行不义;因为他也能够殴打毫无过错之人并盗取他人财物,而且勇敢者也能够抛下盾牌逃跑。但是做出不义之事并不是行不义,做出怯懦者的行为也不是怯懦,除非是出于偶性;相反,伴随着品质做出这些事,这才是怯懦或行不义。即,当一个人并非仅仅出于意愿,而是受怯懦的情感驱使而逃跑,或是因具有不义的品质而行不义时,这才是如此;正如行医与使人健康并非在于切割、用药或不用药,而是在于具有医术的品质,以应有的方式并在应有的时刻做这些事。那么,关于曾提议讨论的矫正正义与分配正义就其自身而言是什么以及处于何种状态,我们已经作了界定。现在则必须讨论正义与公道、正义德性与公道德性处于何种关系,只需在关于正义的论述中补充这一点:分配正义与矫正正义存在于那些分有单属性善事物(例如财富或名誉)的人们之间,在这些事物中存在过度与不及。因为在名誉中既可能超出应有之度,也可能不及,在财富中同样如此;因为正是在处于这种状态的事物中才探求平等与比例,并且分有这些事物的人需要分配正义与矫正正义。但是在诸神之间,不平等没有立足之地,在他们之中既无过度亦无不及,故而也没有这种正义的需要;但另一方面,在那些完全低劣、因奢靡及其他恶行而彻底败坏的人类之中,也[不需要这种正义]。因为对于将要恢复健康的人而言,必须具有某种健康的部分,以便医生由此召回健康;而彻底败坏的人则无法被医治。故而正义在他们之中也没有立足之地;相反,正义乃存在于这样的人类之间:他们意愿正义之事并依照人的能力践行,同时又在合乎人类常态的限度内犯下过失。
- 5.καὶ τοῦ βουλομένου
作表语性属格(所有属格),由 ἐστί 统辖并与 ῥᾴδιον 并列,意指做出这些行为“是容易的,且属于(在能力上属于)任何愿意之人”。
- 5.ἀλλ’ ὡς δεῖ καὶ ὅτε δεῖ καὶ παρ’ ὧν δεῖ
接续前文 οὐ γὰρ ἁπλῶς οὕτω πραττόμενος ὁ νόμος δίκαιός ἐστιν... 的省略对比结构,其后在意念上补足分词与动词短语(πραττόμενος δίκαιός ἐστι),即“唯有当以应有方式、应有时机、由应有之人[践行时,法律才是正义的]”。
- 5.ὅσον ἀνθρώποις προσῆκε
关系词 ὅσον 作修饰 ἁμαρτάνουσιν 的程度副词性宾格,搭配非人称动词未完成过去时 προσῆκε(适宜、应有),表示“在合乎人性的限度内、人在情理中难免的程度”。
