← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§106.25-107.19

不公正分配中分配者与接受者的责任

针对不公正分配中究竟是分配者还是接受者行了不义这一问题,作者指出行为始源所在的分配者才是依自身行不义,并区分了因法律无知而导致的分配与明知故犯以谋取不正当利益的情形。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5

Περὶ τοῦ πότερον ἀδικεῖ μᾶλλον ὁ διανέμων ἀδίκως ἢ ὁ λαμ 10 Περὶ τοῦ πότερον ἀδικεῖ μᾶλλον ὁ διανέμων ἀδίκως ἢ ὁ λαμβάνων. κεφ. ιδʹ. Ῥητέον δὲ ἐκεῖνο, πότερος ἀδικεῖ ὁ διανέμων ἀδίκως καὶ μὴ κατὰ τὸ ἀνάλογον ἢ ὁ λαμβάνων τὸ πλέον τῆς ἀξίας τῆς ἑαυτοῦ. φαίνεται δέ, ὅτι ὁ διανέμων ἀδικεῖ καθ’ αὑτό, ὁ δὲ λαμβάνων κατὰ συμβεβηκός· ἐκεῖνος γὰρ ἀδικεῖ καθ’ αὑτό, ὃς ἑκὼν τοῦτο ποιεῖ. ἑκὼν δέ τις ποιεῖ, ὅταν ᾖ παρ’ αὐτῷ τῆς πράξεως ἡ αἰτία καὶ ἡ ἀρχὴ τοῦ ποιεῖν· τῆς δὲ διανομῆς ἡ ἀρχὴ παρὰ τῷ διανέμοντι· ὁ ἄρα διανέμων τὸ πλέον ἀδικεῖ καθ’ αὑτό, ἀλλ’ οὐχ ὁ δεχόμενος· οὐ γὰρ ἐπ’ αὐτῷ ἐστιν ἡ ἀρχή, καθὼς εἴρηται. οὐ γὰρ ὁ ποιῶν τὰ ἄδικα ἀδικεῖν λέγεται, εἰ μὴ κατὰ συμβεβηκός· ὥσπερ λέγεται καὶ ἡ χεὶρ φονεύειν ἢ μάχαιρα ἢ λίθος, παρ’ οἷς οὐκ ἔστιν ἀρχὴ τοῦ φόνου, οὐδὲ ἀφ’ ἑαυτῶν πράττουσιν· ἄδικα μὲν γὰρ ποιοῦσιν, ἀδικοῦσι δὲ οὐδαμῶς. ὁ δὲ διανέμων ἀδίκως, εἰ μὲν ἀγνοῶν τοὺς νόμους ἔξω τοῦ νομικοῦ δικαίου ἔκρινεν, οὐκ ἀδικεῖ κατὰ τὸν νόμον, οὐδὲ ἄδικος ἡ κρίσις ἐστίν· ἕτερον δὲ τρόπον ἀδικεῖ, λέγω δὴ κατὰ τὸ φυσικὸν δίκαιον. ἄλλο γὰρ τὸ νομικὸν δίκαιον καὶ ἄλλο τὸ φυσικόν, οἷον νόμου ὄντος τὸν ἀριστέα πλέον ἔχειν ἐν ταῖς διανομαῖς, ὁ διανέμων ἀγνοήσας τὸν νόμον τῶν ἴσων τοῖς ἄλλοις ἠξίωσεν· οὗτος τοίνυν κατὰ μὲν τὸ νομικὸν δίκαιον οὐκ ἠδίκησεν, ἠγνόησε γὰρ τὸν νόμον· ὁ δὲ δι’ ἄγνοιαν τὰ ἄδικα πράττων οὐκ ἀδικεῖ· ἐπεὶ δὲ καὶ φυσικὸς νόμος ἐστὶ τοὺς εὐεργέτας ἀντευποιεῖν, καὶ μὴ ἀγνοῶν, ἅτε φυσικὸν ὄντα, παρέβη, κατὰ τοῦτον ἄδικός ἐστιν· εἰ δὲ καὶ τὸν νόμον γινώσκων καὶ τὸ φυσικὸν δίκαιον παρέβη, καὶ ἀδίκως ἔκρινε, καὶ τὸ πλέον ἔνειμεν ᾧ μὴ προσῆκεν, οὐ μόνον τὸν λαβόντα πλεονεκτεῖν ἐποίησεν, ἀλλὰ καὶ αὐτὸς πλεονεκτεῖ. καὶ γὰρ εἴτε διὰ φιλίαν ἢ δι’ ἔχθραν ἢ διὰ δῶρα ἠδίκησε, συμμερίζεται τὸ ἀδίκημα· πλεονεκτεῖ γὰρ καὶ αὐτὸς ἢ χάριτος πρὸς τὸν φίλον ἢ τιμωρίας εἰς τὸν ἐχθρὸν ἢ ἀργυρίου,12 καὶ διὰ τοῦτο καὶ αὐτὸς κοινωνεῖ τοῦ ἀδικήματος τῷ πλέον λαβόντι· καθάπερ γὰρ εἰ ἀγρόν τις ἀδίκως, ᾧ μὴ προσῆκεν, ἔδωκεν ἀργυρίου, συμμερίσασθαι λέγεται τὸν ἀγρὸν τῷ λαβόντι (καίτοι οὐκ ἀγρὸν ἔλαβεν ἀλλ’ ἀργύριον), οὕτω καὶ ὁ ἐν ταῖς διανομαῖς ἀδικήσας, ἵνα ἢ ἑαυτῷ ἢ φίλῳ χαρίσηται, μετέχει τοῦ πλεονεκτήματος καὶ συμμερίζεται τὸ ἀδίκημα· καὶ ὁ μὲν λαβὼν πλέον μὲν ἔχει καὶ ἄδικα ἐποίησεν, οὐκ ἠδίκησε δέ, εἰ μὴ δώροις ἢ ἄλλῃ τινὶ πειθοῖ τὸν διανομέα παρέπεισεν, ὁ δὲ διανομεὺς καὶ τὸ πλέον ἔχει ὃν εἴρηται τρόπον καὶ ἄδικός ἐστι.

Περὶ τοῦ πότερον ἀδικεῖ μᾶλλον ὁ διανέμων ἀδίκως ἢ ὁ λαμ 10 论是不义分配者还是接受者更多地行了不义。第十四章。 我们必须探讨那个问题:是不义地且未按比例分配的人行了不义,还是接受多于自身应得之份的人行了不义?显而易见,分配者是依自身行不义,而接受者则是偶性地行不义。因为那自愿做此事的人,才是依自身行不义;而当行为的原因和动作的始源在人自身之中时,人便是自愿地在做。但分配的始源在于分配者;因此分配较多之份者乃是依自身行不义,而接受者则不是;因为正如前文所述,始源并不在于他。因为做出不义之事的人,若非出于偶性,并不被称为行不义;正如手、短剑或石头也被称为杀人一样,杀人的始源并不在它们之中,它们也不是出于自身而行动;因为它们虽然做出了不义之事,却绝非在行不义。至于不义分配的人,如果他因不知晓法律而在实定法上的正义之外做出了裁判,那么依法律而言他并未行不义,其裁判也并非不义;但他却以另一种方式行了不义,即我所说的依照自然正义。因为实定法上的正义是一回事,自然正义则是另一回事;例如,当有法律规定战功卓著者在分配中应得更多时,分配者因不知该法律而判定他与其他人获得同等之份;那么此人依照实定法上的正义并未行不义,因为他不知晓法律;而因无知做出不义之事的人并不算行不义;但既然还有一条回报恩人的自然法则,而他并非不知此法(因其为自然之法),却违犯了它,那么依照此法他就是不义的。然而,如果他既明知法律,又违背自然正义,不义地裁判,并将较多之份分配给不该得的人,那么他不仅使接受者获得了不正当的非分之利,而且他自己也牟取了非分之利。因为无论他是出于友谊、仇怨还是礼物而行了不义,他都在分担这桩不义行为;因为他自己也多占了或者对朋友的恩惠、或者对敌人的报复、或者金钱,且正因如此,他也与多得之人共同分担了这桩不义之行。因为正如有人为了金钱而不义地将田产给予不应得的人,便被称为与接受者瓜分了该田产一样(尽管他得到的不是田产而是金钱),在分配中为了讨好自己或朋友而行不义的人也是如此,他分享了这种非分之利,并分担了不义行为。至于接受者,他虽然多占了份额并做出了不义之事,但只要他未以礼物或某种其他劝诱误导分配者,他就并未行不义;而分配者则既以所述的方式多占了份额,又是不义的。

语法注2 条
  1. 5.πλεονεκτεῖ γὰρ καὶ αὐτὸς ἢ χάριτος πρὸς τὸν φίλον ἢ τιμωρίας εἰς τὸν ἐχθρὸν ἢ ἀργυρίου

    由动词 πλεονεκτεῖ 所带的并列属格短语(χάριτος、τιμωρίας、ἀργυρίου)属于范围或指定属格,用以表示分配者在何种方面牟取了过量的不正当利益。

  2. 5.ἀργυρίου

    在 ἔδωκεν ἀργυρίου 中,属格 ἀργυρίου 为代价属格(genitive of price),表示“以金钱为代价”或“为了换取金钱”而转让,后文的 καίτοι οὐκ ἀγρὸν ἔλαβεν ἀλλ’ ἀργύριον(“尽管他得到的不是田产而是金钱”)进一步证实了此对价关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:106.25-107.19