- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:105.4-106.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节依据亚里士多德《尼各马可伦理学》卷五第九章,探讨受不义(ἀδικεῖσθαι)是否能像行不义一样出于自愿这一疑难。在审视了关于不能自制者以及在分配中主动少取者的反方论据后,指出受不义必然违背本人的意愿,因此人绝不可能自愿遭受不义,这必须与自愿遭受损害区别开来。
Ὅτι οὐ δυνατὸν ἑκόντα ἀδικεῖσθαι. κεφ. ιγʹ. 20 Ὅτι οὐ δυνατὸν ἑκόντα ἀδικεῖσθαι. κεφ. ιγʹ. Δόξειε δ’ ἂν μὴ ἱκανῶς διωρίσθαι περὶ δικαίου καὶ ἀδίκου. ἐπεὶ γὰρ τὸ ἀδικεῖν τῷ ἀδικεῖσθαι ἀντίκειται, διείλομεν δὲ τὸ ἀδικεῖν εἴς τε τὸ ἑκούσιον καὶ ἀκούσιον, διαιρετέον ἂν εἴη καὶ τὸ ἀδικεῖσθαι εἰς ἑκούσιον καὶ ἀκούσιον, ὃ καὶ Εὐριπίδῃ δοκεῖ. φησὶ γὰρ εἶναί τι ἀδικεῖσθαι ἑκούσιον, λέγων πως μητέρα κατέκτα τὴν ἐμήν, βραχὺς λόγος. ἑκὼν ἑκοῦσαν, καὶ θέλουσαν οὐχ ἑκών. δεῖ γάρ, ἐπεὶ ἀντίκειται ἢ ἅπαν τὸ ἀδικεῖν ἑκούσιον εἶναι καὶ τὸ ἀδικεῖσθαι πᾶν ἀκούσιον, ἢ ἐπεὶ διῄρηται τὸ ἀδικεῖν, καὶ τὸ μὲν ἑκούσιόν ἐστι, τὸ δὲ ἀκούσιον, καὶ τὸ ἀδικεῖσθαι οὕτω διῃρῆσθαι, ἵνα θατέρῳ θάτερον ἀντικέηται.1 τὸν αὐτὸν δὲ τρόπον δοκεῖ καὶ ἐπὶ τοῦ δικαιοῦν καὶ δικαιοῦσθαι· ἀλλὰ τὸ μὲν νομίζειν πᾶν ἀδικεῖσθαι ἢ δικαιοῦσθαι ἑκούσιον εἶναι, ἄτοπον· καὶ γὰρ καὶ ἄκων πολλάκις τις δικαιοῦται, ὅταν ἀδικήσας κολασθῇ· ὁμοίως δὲ καὶ τὸ εἶναί τι ἑκούσιον ἀδικεῖσθαι, οὐδὲ τοῦτό ἐστιν ἀληθές· ἀεὶ γὰρ ἀκουσίως τις ἀδικεῖται· δικαιοῦται δὲ ποτὲ μὲν ἀκουσίως, ποτὲ δὲ ἑκουσίως· ὁ μὲν γὰρ ἀδικῶν κολαζόμενος ἀκουσίως δικαιοῦται, ὁ δὲ ἀδικούμενος ἐκδικούμενος ἑκουσίως δικαιοῦται. ἀλλὰ περὶ μὲν τοῦ δικαιοῦσθαι τὰ εἰρημένα ἀρκείτω· περὶ δὲ τοῦ ἀδικεῖσθαι, ὅτι οὐ δυνατὸν ἑκούσιον εἶναι, ῥητέον ἔτι σαφέστερον. καὶ πρῶτον ἐροῦμεν τοὺς λόγους, ὅθεν δοκεῖ συνάγεσθαι ἑκουσίως τινὰ δύνασθαι ἀδικεῖσθαι. ἐπεὶ γὰρ ἑκουσίως ἐστὶν ἀδικεῖν τὸ βλάπτειν ἀδίκως τινά, εἰδότα καὶ τὴν βλάβην καὶ τὸν βλαπτόμενον, καὶ μηδὲν ἀγνοοῦντα τῶν περὶ τὸ πρᾶγμα, καὶ ἔτι οἴκοθεν κινούμενον καὶ οὐκ ἔξωθεν βιαζόμενον, εἴη ἂν τὸ ἑκουσίως ἀδικεῖσθαι τὸ βλάπτεσθαι παρὰ τὸ δίκαιον, εἰδότα τὴν βλάβην καὶ τὸν βλάπτοντα, καὶ πάντα τὰ περὶ τὸ πρᾶγμα, καὶ ἀνέχεσθαι, δυνάμενον ἀποσείσασθαι. τοῦτο δὲ ὅτι γίνεται, φανερόν· ὁ γὰρ ἀκρατὴς καὶ ὑφ’ ἑτέρου βλάπτεται, εἰδὼς πάντα, καὶ ἀνέχεται, δυνάμενος ἀποσείσασθαι· δυνατὸν ἄρα ἐστὶν ἑκόντα τινὰ ἀδικεῖσθαι· ἔτι δὲ καὶ αὐτὸς ἑαυτὸν ὁ ἀκρατὴς βλάπτει καὶ ἑκουσίως· ἑκουσίως ἄρα ἑαυτὸν ἀδικεῖ· ἔτι ἀδικεῖσθαί ἐστι τὸ ἄδικα πάσχειν· πάσχει δέ τις ἄδικα ἑκών· οἱ γὰρ ἐπιεικέστεροι ἐν ταῖς διανομαῖς ἐλάττω τῆς ἀξίας λαμβάνουσι βουλόμενοι, ὅπερ ἄδικον μέν ἐστιν, ἑκούσιον δέ· ἀδικοῦνται ἄρα ἑκουσίως· ἔστιν ἄρα τι ἀδικεῖσθαι ἑκούσιον. ἀλλὰ τοὐναντίον ἐστίν, ἀδύνατον εἶναι ἀδικεῖσθαί τινα ἑκουσίως. τότε γάρ τις ἀδικεῖται, ὅτε τι πάσχει ἄδικον παρὰ τὴν αὑτοῦ βούλησιν· τὸ γὰρ πάσχειν τι παρὰ τὴν ἑαυτοῦ βούλησίν τινα ἐναντίον ἐστὶ τῷ λόγῳ τοῦ ἑκουσίου· ὥστε οὐ δυνατὸν βούλεσθαί τινα ἀδικεῖσθαι, οὐδὲ τὸν ἀκρατῆ. καὶ οὗτος γὰρ ἀγαθὰ βούλεται ἑαυτῷ, καὶ οὐκ ἀνέχεται ἀδικεῖσθαι ἁπλῶς· ταύτης δὲ τῆς βλάβης ἀνέχεται, οἴεται γὰρ μὴ βλάπτεσθαι· καὶ οἴεται μὲν δέον εἶναι πράττειν ἃ ὠφελήσει, πράττει δὲ τὰ βλάπτοντα, οἰόμενος μὴ βλάπτοντα εἶναι· ὥστε οὐ δυνατόν ἐστιν ἀδικεῖσθαί τινα ἑκόντα. ἀπὸ τούτου δὲ καὶ τὰ ἐκ τοῦ ἐναντίου ἐπιχειρήματα λύεται. καὶ γὰρ ἀδικεῖ τις, ὅταν βλάπτῃ τινὰ ἑκὼν παρὰ τὴν τοῦ βλαπτομένου βούλησιν· ὁμοίως δὲ καὶ ἀδικεῖται, ὅταν ἄδικα πάσχῃ παρὰ τὴν ἑαυτοῦ βούλησιν. τὸ δὲ ἑκόντα ἄδικα πάσχειν οὐκ ἔστιν ἀδικεῖσθαι· ὥσπερ γὰρ τὸ ἄδικον ποιεῖν οὐ πᾶν ἔστιν ἀδικεῖν οὐδὲ ὁ ἄδικα ποιῶν ἄδικος, ὡς ἀνωτέρω δέδεικται, οὕτως οὐδὲ πᾶς ὁ πάσχων ἄδικα ἀδικεῖται· ἀλλ’ ὥσπερ ὁ ἀπατῶν τὸν νοσοῦντα ἰατρὸς ἢ ὁ κλέπτων τὴν τοῦ μαινομένου μάχαιραν ἄδικα μὲν ποιεῖ, ἄδικος δὲ οὐκ ἔστι, διότι πρὸς σωτηρίαν ὁρᾷ τοῦ νοσοῦντος καὶ οὐ ζημιοῖ ἀλλὰ κερδαίνειν ποιεῖ, οὕτω καὶ ὁ ἐν ταῖς διανομαῖς ἐλάττω λαμβάνων τῆς ἀξίας οὐκ ἀδικεῖ ἑαυτόν, εἰ καὶ ἄδικα πάσχει· οὐ γὰρ ἵνα βλάψῃ ἑαυτὸν ἀνέχεται τῶν ἐλαττόνων ἀξιούμενος, ἀλλ’ ἵνα ὠφελήσῃ μᾶλλον δόξαν μετριότητος καὶ ἐπιεικείας λαβόντα.2 ἔπειτα εἰ καὶ βλάπτειν ἑαυτὸν ἀνέχεται, οὐκ ἀδικεῖται· οὐ γὰρ παρὰ τὴν αὑτοῦ βούλησιν τὰ ἄδικα πάσχει· τοῦτο γάρ ἐστιν ἀδικεῖσθαι. ὁ γὰρ ἀλλαξάμενος τὰ βελτίω τῶν ἐλαττόνων, ὥσπερ φησὶν Ὅμηρος τὸν Γλαῦκον τῷ Διομήδει δοῦναι χρύσεα χαλκείων, ἑκατόμβοι’ ἐννεαβοίων, οὐκ ἀδικεῖται· βουλόμενος γὰρ ἔδωκεν· ὁ δὲ ἀδικούμενος ἀκουσίως βλάπτεται. οὐκ ἄρα δυνατὸν ἀδικεῖσθαί τινα ἑκόντα, βλάπτεσθαι δὲ ἑκόντα δυνατόν.
论不可能自愿遭受不义。第十三章。20 论不可能自愿遭受不义。第十三章。 人们或许会认为,关于正义与不义的界定尚不够充分。因为行不义既然与受不义相对立,而我们又已将行不义区分为自愿的与不自愿的,那么受不义也应当被区分为自愿的与不自愿的,欧里庇得斯也是这样认为的。因为他主张存在某种自愿的受不义,在某种意义上说:“他杀害了我的母亲;一言以蔽之:他自愿〔杀害〕自愿的她,而且她愿意而他并非自愿。”因为既然是对立的,就必然或者是一切行不义都是自愿的而一切受不义都是不自愿的;或者既然行不义已被区分,其中一部分是自愿的而另一部分是不自愿的,受不义也必须同样被区分,以便使一者与另一者相对立。对于公正对待与受公正对待,情况似乎也是以同样的方式成立。但是,认为一切受不义或受公正对待都是自愿的,这是荒谬的;因为一个人也往往是不自愿地受公正对待的,比如当他行了不义而受到惩罚之时。同样,说存在某种自愿的受不义,这也并非真实;因为人总是不自愿地遭受不义。然而受公正对待则有时是不自愿的,有时是自愿的;因为行不义者受到惩罚乃是不自愿地受公正对待,而受不义者沉冤得雪乃是自愿地受公正对待。不过,关于受公正对待,以上所言已足;而关于受不义,则必须更加清晰地说明它绝不可能是自愿的。首先我们要陈述那些似乎能推导出人能够自愿遭受不义的论据。因为自愿行不义既然是指在既知晓损害又知晓受害者、对该行为毫无无知、且出于自身驱动而非受外力强迫的情况下不义地伤害某人,那么自愿受不义就应当是指在知晓损害、知晓施害者以及关于该行为的一切情况,且本能摆脱却加以忍受的情况下,违背公正而遭受损害。而这种情况是会发生的,这显而易见;因为不能自制者既知晓一切又被他人所伤害,且本能摆脱却加以忍受;因此,人自愿遭受不义是可能的。再者,不能自制者自身也是自愿地伤害自己;因此,他是自愿地对自己行不义。此外,受不义就是经历不义之事;而人会自愿经历不义之事;因为在分配中,较为公正谦抑的人会自愿接受少于其应得之份,这虽是不义的,却是自愿的;因此他们是自愿遭受不义;所以存在某种自愿的受不义。 然而事实恰恰相反,人绝不可能自愿遭受不义。因为人只有在违背自身意愿而经历某种不义之事时,才是在遭受不义;因为违背自身意愿而经历某种事,与自愿的定义是相反的;所以任何人都不可能意愿遭受不义,哪怕是不能自制者也不能。因为他也为自己意愿善,并不甘愿单纯地遭受不义;他忍受这种损害,是因为他以为自己并未受损;他虽认为应当做有益之事,却做了有害之事,误以为这些事并非有害;所以人不可能自愿遭受不义。由此,反方的那些论据也得到了消解。因为确实,人在违背受害者意愿而自愿伤害某人时,才是在行不义;同样,人在违背自身意愿而经历不义之事时,才是在遭受不义。但是自愿经历不义之事并不是遭受不义;因为正如做出不义之举并不全是在行不义,做出不义之举的人也并不就是不义之人一样(正如前文所示),同样,经历不义之事的人也并非全都在遭受不义。相反,正如欺骗病人的医生或偷走疯人短剑的人虽然做出了不义之事,却不是不义之人,因为他着眼于病人的得救,不是造成损失而是使其获益;同样,在分配中接受少于自身应得之份的人,即使经历了不义之事,也并没有对自己行不义;因为他忍受被评定为较少之份,并非为了伤害自己,而是为了通过获得节制与谦逊的美名来使自己更加获益。再者,即使他忍受伤害自己,他也没有遭受不义;因为他并非违背自身意愿而经历不义之事;而这才是遭受不义的本质。因为正如荷马所说,格劳科斯赠予狄俄墨得斯黄金铠甲以换取青铜铠甲,以百牛之价换取九牛之价,这种以较好之物换取较差之物的人并未遭受不义;因为他是出于意愿而赠予的;而遭受不义者乃是不自愿地受损。因此,人不可能自愿遭受不义,但自愿遭受损害则是可能的。
- 5.δεῖ γάρ, ἐπεὶ ἀντίκειται ἢ ἅπαν τὸ ἀδικεῖν ἑκούσιον εἶναι καὶ τὸ ἀδικεῖσθαι πᾶν ἀκούσιον, ἢ ἐπεὶ διῄρηται τὸ ἀδικεῖν, καὶ τὸ μὲν ἑκούσιόν ἐστι, τὸ δὲ ἀκούσιον, καὶ τὸ ἀδικεῖσθαι οὕτω διῃρῆσθαι, ἵνα θατέρῳ θάτερον ἀντικέηται.
非人称动词 δεῖ 支配由关联连词 ἤ... ἤ(或者……或者……)连接的两个不定式结构:要么是 [ἅπαν τὸ ἀδικεῖν ἑκούσιον εἶναι...],要么是 [καὶ τὸ ἀδικεῖσθαι οὕτω διῃρῆσθαι...]。第一肢中 ἐπεὶ ἀντίκειται 为原因从句(“既然二者相对立”)。第二肢插入了原因从句 ἐπεὶ διῄρηται τὸ ἀδικεῖν(“既然行不义已被区分”),其后受到 δεῖ 支配的不定式为 καὶ τὸ ἀδικεῖσθαι οὕτω διῃρῆσθαι(“受不义也同样被区分”),其中的 καί 意为“也”。
- 5.ἀλλ’ ἵνα ὠφελήσῃ μᾶλλον δόξαν μετριότητος καὶ ἐπιεικείας λαβόντα.
阳性单数宾格分词 λαβόντα 与 ὠφελήσῃ 的隐含反身宾语 ἑαυτόν(“为了使[自己]在获得了……声誉之后获得益处”)相一致。这里没有使用与 ὠφελήσῃ 的主语一致的主格 λαβών,而是采用了与受益的宾语成分一致的宾格分词。
