← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§103.23-105.3

损害的种类与可原谅过失的标准

赫利奥多罗斯将共同交往中的损害划分为不自愿的(过失与不幸事故)和自愿的(出于抉择与出于情欲),论述了施害者的不义性质及法庭争议的焦点取决于因果责任和预先考虑,最后基于无知的不同模式阐明了可原谅与不可原谅之过失的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5

Περὶ ἀδικημάτων καὶ ἀτυχημάτων καὶ συγγνωστῶν καὶ ἀσυγ Περὶ ἀδικημάτων καὶ ἀτυχημάτων καὶ συγγνωστῶν καὶ ἀσυγγνώστων. κεφ. ιβʹ. Αἱ γὰρ ἐν ταῖς κοινωνίαις βλάβαι αἱ μὲν ἑκούσιοί εἰσιν, αἱ δὲ ἀκούσιοι. καὶ τῶν ἀκουσίων αἱ μὲν ἁμαρτήματα λέγονται, αἱ δὲ ἀτυχήματα. καὶ ἁμάρτημα μέν ἐστιν, ὅταν τις βλάψῃ τινὰ ἀκουσίως μέν, παρασχὼν δέ τινα τῆς βλάβης αἰτίαν, οἷον εἴ τις ἐν ὁδῷ τοξεύων, ἐν ᾗ ἐνεδέχετο ἄνθρωπον παριέναι, ἐφόνευσέ τινα· οὗτος γὰρ ἄκων μὲν ἀπέκτεινε τὸν ἄνθρωπον, παρέσχε δὲ αἰτίαν τοῦ φόνου τὸ ἐν τοιούτῳ τόπῳ τοξεύειν. ἀτύχημα δέ ἐστιν, ὅταν παρὰ πᾶσαν προσδοκίαν ἡ βλάβη συμβῇ, οἷον εἴ τις τοξεύων ἐπ’ ἐρημίας, οὕτω συμβάν, παριόντα τινὰ ἀπέκτεινεν· ἐνταῦθα γὰρ παράλογός τις ἡ βλάβη συνέβη καὶ παράδοξος, καὶ οὐδὲν ἐς αὐτὸ συνετέλεσεν ὁ βλάψας, εἰ μὴ κατὰ συμβεβηκός, ἀλλ’ ἔξωθεν ἡ αἰτία πᾶσα τοῦ φόνου. τῶν δὲ ἑκουσίων τὰ μὲν ἐκ προαιρέσεως λέγονται, τὰ δὲ οὐκ ἐκ προαιρέσεως ἀδικήματα. καὶ ἐκ προαιρέσεως μὲν τὰ προβεβουλευμένα, ὅταν τις σκεψάμενος καὶ βουλευσάμενος τὴν βλάβην ποιήσῃ δι’ αὐτὸ τοῦτο, ἵνα βλάψῃ· οὐκ ἐκ προαιρέσεως δέ, τὰ ἐκ πάθους τινὸς γινόμενα καὶ μὴ προβεβουλευμένα, οἷον ὅταν τις βλάψῃ τὸν πέλας ἀθρόον τῷ θυμῷ συσχεθείς, ἢ ὑπὸ ἐνδείας τυραννούμενος κλέψῃ, οὐκ αὐτὸ τοῦτο βουλόμενος κακουργεῖν, ἀλλὰ τὴν ἔνδειαν παραμυθήσασθαι. ταῦτα δὲ ἑκάτερα τά τε ἐκ προαιρέσεως καὶ οὐκ ἐκ προαιρέσεως ἀδικήματα λέγονται. τῶν δὲ πραττόντων αὐτὰ ὁ μὲν ἐκ προνοίας βλάπτων ἄδικός ἐστι καὶ πονηρός, ὁ δὲ ὑπὸ πάθους κινηθεὶς ἢ φυσικοῦ, οἷον ὀργῆς ἢ λύπης ἢ ἀναγκαίου, ὥσπερ πείνης ἢ φόβου, ὁ τοιοῦτος οὐκ ἔστιν ἄδικος οὐδὲ πονηρός. διὰ τοῦτο καὶ διακρίνεται παρὰ τοῖς δικασταῖς ὁ ἀμυνάμενος τοῦ προκατάρξαντος. ἄρχει δὲ οὐχ ὁ θυμῷ ποιῶν ἀλλ’ ὁ κινήσας αὐτὸν εἰς ὀργήν, ὃς καὶ ἐγκαλεῖται ὡς ἄδικος· οὗτος γὰρ ἐγένετο τῆς βλάβης αἴτιος. καὶ τούτου χάριν ὁ μὲν προκατάρξας ἀπαρνεῖται μὴ προκατάρξαι.1 ὁ δὲ ἀμυνάμενος τὴν βλάβην μὲν ὁμολογεῖ ἣν ἔβλαψε τὸν ἄρξαντα, ἄμυναν δὲ καὶ ἀνταπόδοσιν ὀνομάζει διὰ τὸ μὴ οἴκοθεν ἀλλὰ παρὰ τοῦ βλαβέντος εἰς τὴν ὀργὴν κινηθῆναι. οὐ γάρ, ὥσπερ ἐν τοῖς ἑκουσίοις συναλλάγμασιν ἔχει, οὕτω κἀνταῦθα ἡ ἀμφισβήτησις γίνεται· ἐν ἐκείναις μὲν γὰρ ἡ πρᾶξις ἀμφισβητεῖται, οἷον εἰ ἔλαβε τὴν παρακαταθήκην ἢ τὸ δάνειον, καὶ λαβὼν οὐκ ἀπέδωκε, κἂν τοῦτο δειχθῇ, πονηρὸς εὐθὺς καὶ ἄδικός ἐστιν, εἰ μὴ ἐπιλαθόμενος ἀρνεῖται· ἐνταῦθα δὲ ἡ μὲν πρᾶξις ὁμολογεῖται καὶ φανερά ἐστιν· ὃ γάρ τις ὀργῇ ποιεῖ, φανερῶς ποιεῖ· ἀμφισβητεῖται δέ, εἰ δικαίως ἐπάταξεν ἢ ἀδίκως. ὥστε ὁ μὲν προκατάρξας καὶ ἐπιβουλεύσας ἄδικος οἴεται εἶναι καὶ διὰ τοῦτο οὐχ ὁμολογεῖ προκατάρξαι, ὁ δὲ ὀργισθεὶς παρ’ ἐκείνου μὴ ἄδικος εἶναι νομίζει καὶ διὰ τοῦτο τὴν βλάβην ὁμολογεῖ. φαίνεται δὴ καὶ ἀπὸ τούτου, ὅτι ὅσα διὰ θυμὸν ἢ ἄλλα πάθη καὶ οὐ διὰ μοχθηρίαν ἀδικεῖ τις, κατ’ ἐκεῖνα οὐκ ἔστιν ἄδικος, ὁ δὲ ἐκ προνοίας ἄδικός ἐστι καὶ πονηρός, οὐ μόνον ἐν τῷ διορθωτικῷ δικαίῳ, ἀλλὰ καὶ ἐν τῷ διανεμητικῷ, ἐάν τις μὴ κατὰ τὸ ἴσον καὶ ἀνάλογον διανέμῃ. ὁμοίως δὲ καὶ δίκαιός ἐστιν ἐν ἑκατέρῳ τῶν δικαίων ὁ μὴ διὰ πάθος ἀλλὰ τοῦ ἀγαθοῦ ἕνεκα τὸ δίκαιον ποιῶν· ὁ γὰρ ὑπὸ πάθους κινηθεὶς ἢ λύπης ἢ ἔρωτος, καὶ δικαιοπραγήσας δίκαια μὲν ἐποίησε, δίκαιος δὲ οὐκ ἔστιν. ἐπεὶ δὲ τῶν ἀκουσίων ἀδικημάτων τὰ μὲν συγγνώμης τυγχάνει, τὰ δ’ οὔ, ῥητέον τίνα τὰ συγγνωστὰ καὶ τίνα τὰ ἀσύγγνωστα. ὅσα μὲν οὖν τις ἁμαρτάνει καὶ ἀγνοῶν καὶ δι’ ἄγνοιαν, συγγνωστά· ὅσα δὲ ἀγνοῶν μέν, οὐ δι’ ἄγνοιαν δέ,2 ἀλλὰ διὰ πάθος, ὃ μήτε φυσικόν ἐστι μήτε ἀνθρωπικόν, οἷον φόβον ἢ λύπην ἢ πεῖναν ἢ ἄλλην ἀνάγκην, ἀλλὰ τροφήν τινα, οἷον διὰ τὸ ὀρέγεσθαι πιεῖν ἀνθοσμίου καὶ φαγεῖν πέρδικος, τὰ τοιαῦτα οὐ συγγνωστά ἐστι. ἔστι δὲ τὸ μὲν δι’ ἄγνοιαν καὶ ἀγνοοῦντα ἁμαρτάνειν, οἷον ὅταν τις ἀγνοῶν, ὅτι κακὸν τὸ τὸν πατέρα ἀπελαύνειν, νυκτὸς ἀγνοήσας τὸν πατέρα ἀπελαύνῃ τῆς οἰκίας· ὁ μὲν γὰρ μὴ εἰδὼς τὸ καθόλου ἀγνοῶν λέγεται ποιεῖν· ὁ δὲ μὴ εἰδὼς τὸ μερικόν, δι’ ἄγνοιαν· ὁ δὲ ἄμφω μὴ γινώσκων καὶ ἀγνοῶν καὶ δι’ ἄγνοιαν λέγεται ἁμαρτάνειν, ὃς καὶ συγγινώσκεται· ἀγνοῶν δὲ καὶ οὐ δι’ ἄγνοιαν, ὅταν τις ἀγνοῇ μὲν καθόλου, ὅτι κακὸν τὸ κλέπτειν, κλέπτῃ δὲ οὐ διότι ἀγνοεῖ, ἀλλὰ διὰ μοχθηρίαν καὶ πάθος, ὃ οὔτε ἀναγκαῖόν ἐστιν οὔτε φυσικόν, καθὼς εἴρηται.

论不义行为、不幸事故、可原谅之事与不可原谅之事。第十二章。 因为在共同交往中的损害,有些是自愿的,有些是不自愿的。而在不自愿的损害中,有些被称为过失,有些则被称为不幸事故。所谓过失,是指当某人不自愿地伤害了某人,但却为该损害提供了某种原因,例如某人在可能有行人经过的道路上射箭,射死了一人;因为此人虽是不自愿地杀死了那人,但在那样的地方射箭却构成了杀人的原因。所谓不幸事故,则是指当损害完全出乎一切意料而发生,例如某人在荒野中射箭,适逢其会,射死了一个经过的人;因为在那里,损害是不可理喻且出人意料地发生的,施害者除了出于偶然之外对它没有任何助成,杀人的全部原因都在外部。另一方面,在自愿的损害中,有些不义行为被说成是出于抉择的,有些则被说成不是出于抉择的。出于抉择的行为是预先经过考虑的,即当某人经过审度与考虑,正是为了伤害这一目的本身而造成损害;不是出于抉择的行为,则是出于某种情欲发生且未经预先考虑的,例如某人突然被怒气所掌控而伤害了邻人,或者在困窘的逼迫下行窃,并不是为了行恶本身,而是为了缓解其困窘。这两者——无论出于抉择还是不出于抉择——都被称为不义行为。但在实行这些行为的人中,蓄谋施害者是不义且邪恶的;而受情欲所驱使者——无论这情欲是自然的如愤怒或悲伤,还是不可避免的如饥饿或恐惧——这样的人既非不义亦非邪恶。正因如此,在法官面前,实施自卫者也与先行挑衅者被区别开来。首起事端者并不是凭怒气行事的人,而是激怒他的人,激怒者才作为不义之人被指控;因为此人成了损害的原因。为此缘故,先行挑衅者极力否认自己先行挑衅。而实施自卫者虽然承认自己对首起事端者所造成的损害,但称其为自卫与报复,因为他被激怒并非出于自身,而是由于受损的一方。因为此处的争议并不像在自愿契约中那样发生;在那些契约中,所争议的是行为事实本身,例如他是否收到了寄托物或借款、收到之后是否没有归还——如果这一点被证实,那么除非他是因遗忘而否认,否则他立即就是邪恶且不义的;然而在这里,行为事实本身是被承认且显而易见的——因为人在怒中所做的事是公然做出的——所争议的乃是他打得是否公正。因此,先行挑衅并预谋害人者认为自己是不义的,为此缘故他不承认自己先行挑衅;而被他激怒者自认并非不义,为此缘故承认损害本身。由此也显而易见,凡人因愤怒或其他情欲而非因恶劣品质所行的不义,在那些方面他并不是不义的,而蓄谋害人者才是不义且邪恶的;这不仅在矫正的正义中如此,在分配的正义中也是如此,如果某人不按照均等与比例来进行分配的话。同样,在两种正义中,正义的人都是指不因情欲而是为了善而施行正义之事的人;因为受情欲——或是悲伤或是爱欲——驱动而做出正义行为的人,虽做了正义之事,却不是正义的人。既然在不自愿的不义行为中,有些得到原谅,有些则不然,那么必须说明哪些是可原谅的,哪些是不可原谅的。凡某人既在无知状态中且出于无知而犯下的过失,都是可原谅的;但凡某人虽处于无知中,却非出于无知,而是出于既非自然亦非人类共有的情欲——并非恐惧、悲伤、饥饿或其他不可避免的困厄,而是某种奢靡之欲,例如渴望饮用芳香醇酒、品尝鹧鸪肉——这类事情是不可原谅的。所谓出于无知且在无知状态中犯错,是指例如某人不知驱逐父亲是恶事,在夜间不知其为父亲而将其逐出家门;因为不知普遍原则的人被说成是在无知状态中行事,而不知个别事实的人则是出于无知;两者皆不知的人则被说成既处于无知中且出于无知而犯错,此人得到原谅;而在无知中却非出于无知,是指某人在普遍意义上不知偷窃是恶,但他偷窃并非因为无知,而是如前所述,由于恶劣品质以及既非必要亦非自然的情欲。

语法注2 条
  1. 5.ἀπαρνεῖται μὴ προκατάρξαι

    否定小词 μή 在表示否认的动词 ἀπαρνέομαι 之后与不定式连用,属于羡余否定(冗余否定)。在句法上它并不构成双重否定表肯定,而是表达“否认自己先行挑衅(声称自己没有挑衅)”。

  2. 5.ἀγνοῶν μέν, οὐ δι’ ἄγνοιαν δέ

    此处是分词 ἀγνοῶν(处于无知状态中)与介词短语 οὐ δι’ ἄγνοιαν(并非出于无知)的对立。前者指行为者处于不知普遍善恶原则的状态中(无知地行动),后者指对个别情境的不知是否构成了行动的直接原因(出于无知而行动),后文中以 τὸ καθόλου(普遍)和 τὸ μερικόν(个别)对二者作了进一步的句法与逻辑阐释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:103.23-105.3