← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§102.32-103.22

正义与不义行为的规定及自愿性的作用

本节阐明了普遍的正义与不义规范与个别事例中的具体行为(矫正性行为与不义行为)之间的区别,论述了行为与行为人是出于自身抑或仅凭偶然被称为正义或不义,完全取决于自愿性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5

Τί ἐστι δικαίωμα καὶ δικαιοπράγημα καὶ ἀδικοπράγημα Τί ἐστι δικαίωμα καὶ δικαιοπράγημα καὶ ἀδικοπράγημα. κεφ. ιαʹ. Διαφέρει δὲ τὸ δικαίωμα τοῦ δικαίου καὶ τὸ ἀδίκημα τοῦ ἀδίκου· δίκαιον μὲν γάρ ἐστιν, ὅπερ ἁπλῶς θεωρεῖται καὶ καθόλου, ἢ νομικὸν ἢ φυσικόν, οἷον τὸν ἀνδροφόνον ἀποθνήσκειν· ὅταν δὲ τὸ τοιοῦτο δίκαιον ἐν τοῖς καθ’ ἕκαστα γένηται καὶ ὅδε ὁ ἀνδροφόνος τόνδε τὸν τρόπον ἀποθάνῃ, τότε δικαίωμα καλεῖται· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἀδίκου καὶ ἀδικήματος ἔχει. καλεῖται δὲ δικαιοπράγημα μὲν πᾶσα πρᾶξις δικαία, κἄν τε ἀδικίας ἔκτισις ᾖ, κἄν τε ἀρετῆς ἀνταπόδοσις· δικαίωμα δὲ ἰδίως ἡ τῆς ἀδικίας τιμωρία. ὁποῖα δὲ καὶ πόσα εἴδη δικαιοπραγημάτων καὶ δικαιωμάτων εἰσίν, ὕστερον ἐπισκεψόμεθα. νῦν δὲ ἐκεῖνο λέγομεν. οὕτως οὖν ἐχόντων τῶν δικαίων καὶ τῶν ἀδίκων, ὡς εἴρηται, ἀδικεῖ μὲν ἢ δικαιοπραγεῖ, ὅταν ἑκών τις αὐτὰ πράττῃ, ὅταν δὲ ἄκων, οὔτε ἀδικεῖ οὔτε δικαιοπραγεῖ καθ’ αὑτό, ἀλλ’ ἢ κατὰ συμβεβηκός.1 αἱ γὰρ πράξεις καθ’ ἑαυτὰς οὐκ εἰσὶν ἄδικοι οὔτε δίκαιαι, οὐ γὰρ ἐφαρμόζει αὐταῖς ὁ ὁρισμὸς τοῦ ἀδικοπραγήματος, ὃς συνίσταται ἐν τῷ ἑκουσίῳ· ἀκούσιοι γάρ εἰσιν. ἀλλ’ ὅτι συμβέβηκεν αὐταῖς ἡ ἰσότης τῆς δικαιοσύνης ἢ ἡ ἀνισότης τῆς ἀδικίας, διὰ τοῦτο ἄδικοι 〈ἢ δίκαιαι〉 λέγονται κατὰ συμβεβηκός, καὶ οἱ πράττοντες αὐτὰς ἀδικοπραγεῖν ἢ δικαιοπραγεῖν. καθ’ αὑτὸ δέ, ὅταν ἑκούσιον ᾖ τὸ ἔργον, τότε ἀδίκημα ἔσται καὶ ἀδικοπράγημα· χωρὶς δὲ τοῦ ἑκουσίου ἄδικον μὲν ἔσται πεποιηκώς, ἡ πρᾶξις δὲ οὐκ ἔσται ἀδίκημα· αὐτὸς γὰρ οὐκ ἔστιν ἄδικος, εἰ καὶ ἄδικα ποιεῖ. ὡς ἐν τοῖς προειρημένοις ἐδείχθη δυνατὸν εἶναι ἄδικα μὲν ποιεῖν, ἄδικον δὲ μὴ εἶναι. τότε γὰρ ἄδικός ἐστιν, ὅταν ἡ πρᾶξις ἐπ’ αὐτῷ ᾖ, καὶ μηδεὶς βιάζηται, καὶ εἰδὼς καὶ μὴ ἀγνοῶν τὰ περιστατικὰ πάντα,2 οἷον τίνα τύπτει καὶ τίνος ἕνεκα· ταῦτα δὲ ἐν τοῖς περὶ ἑκουσίου καὶ ἀκουσίου διωρισάμεθα. ὁμοίως δὲ καὶ ἐπὶ τῶν δίκαια ποιούντων ἐστί· τότε γὰρ τις δίκαιός ἐστι καὶ τὸ ἔργον δικαιοπράγημα καθ’ αὑτό, ὅταν ἑκουσίως γίνηται· ὁ γὰρ τὴν παρακαταθήκην ἀποδοὺς διὰ φόβον οὔτε δικαιοπραγεῖ οὔτε δίκαιός ἐστιν, ἀλλὰ κατὰ συμβεβηκὸς λέγεται. ταῦτα δὲ ἔτι διαιρετέον ἀκριβέστερον.

什么是矫正性行为、正义的行为与不正义的行为 什么是矫正性行为、正义的行为与不正义的行为。第十一章。 矫正性行为不同于正义之事物,不义行为也不同于不义之事物。因为所谓正义之事物,是指无条件地且普遍地被考察的事物,无论是法定的还是自然的,比如杀人者应当被处死;而当这样一种正义的事物发生在个别事物中,且这个特定的杀人者以这种特定的方式被处死时,这时它便被称为矫正性行为;对于不义之事物和不义行为而言也是同样的情况。一切正义的行动都被称为正义的行为,无论是对不义的偿罚,还是对美德的奖报;而严格意义上的矫正性行为,则是指对不义的惩罚。正义的行为和矫正性行为具有怎样的种类以及有多少种,我们稍后将予以考察。但现在我们先阐述这一点。因此,既然正义之事与不义之事具有如前所述的情形,那么当有人出于自愿做出它们时,他便是在行不义或行正义;但当他是出于不自愿时,他既不是就自身而言行不义,也不是就自身而言行正义,而只是出于偶然而如此。因为这些行动就其自身而言既非不义亦非正义,因为不正义行为的定义——即在于自愿——并不适用于它们;因为它们是不自愿的。然而,由于正义的均等或不义的不均等偶然附随于它们,正因如此,它们才被偶然地称为不义的[或正义的],施行它们的人也被说成是做出不正义的行为或正义的行为。但就自身而言,当该事由是自愿的时,这时它便将是不义行为和不正义的行为;然而脱离了自愿,人虽然做出了不义之事,但这项行动却不会是不义行为;因为即使他做出了不义之事,他自身却并非不义之人。正如在先前的论述中所指出的那样,做出不义之事而自身却并非不义之人是可能的。因为唯有当行动取决于他自己、没有任何人强迫、且他知晓而并非不知所有的具体处境——例如他在打谁、为了什么而打——的时候,他才是真正不义的;而这些我们在论自愿与不自愿的部分中已经作了界定。对于做出正义之事的人而言也是同样的情形;因为唯有当事情是出于自愿而发生时,某人才算正义,且其事由才算是就自身而言正义的行为;因为出于恐惧而归还寄托物的人,既不是在行正义也不是正义的人,而只是出于偶然而被如此称呼。然而这些事情还须作更为精确的划分。

语法注2 条
  1. 5.ἀλλ’ ἢ κατὰ συμβεβηκός

    在否定词 οὔτε... οὔτε... καθ’ αὑτό 之后,短语 ἀλλ’ ἤ 是表示例外的惯用句式,意为“除……之外不”或“仅作为……”。此处构成限定结构:“并非就自身而言行不义或行正义,而仅是出于偶然地[如此]”。

  2. 5.τότε γὰρ ἄδικός ἐστιν, ὅταν ἡ πρᾶξις ἐπ’ αὐτῷ ᾖ, καὶ μηδεὶς βιάζηται, καὶ εἰδὼς καὶ μὴ ἀγνοῶν τὰ περιστατικὰ πάντα

    在由时间连接词 ὅταν 引导的条件性从句中,虚拟语气动词(ᾖ, βιάζηται)与主格分词(εἰδὼς καὶ μὴ ἀγνοῶν)并列。这些主格分词与主句中潜伏的主语一致,起到状语性的补充作用,共同构成了某人被界定为不义之人的充要条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:102.32-103.22