← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§101.22-102.31

自然正义与法定正义的区分

赫利奥多鲁斯将政治正义区分为自然的与法定的,指出自然正义具有普遍且不变的效力,而法定正义则是由立法或约定设立的可变规范。针对认为一切正义皆属约定俗成的相对主义反驳,他论证在神明和健全人类中存在着不变的自然正义,并提出以是否对所有人具有本质益处及废止时是否带来损害作为二者的判别标准。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5

Περὶ τοῦ φυσικοῦ καὶ τοῦ νομικοῦ δικαίου, τί ἐστιν ἑκάτερον Περὶ τοῦ φυσικοῦ καὶ τοῦ νομικοῦ δικαίου, τί ἐστιν ἑκάτερον. κεφ. ιʹ. Τοῦ δὲ πολιτικοῦ δικαίου τὸ μὲν φυσικόν ἐστι, τὸ δὲ νομικόν· καὶ φυσικὸν μὲν λέγεται, ὃ πανταχοῦ τὴν αὐτὴν ἔχει δύναμιν καὶ πᾶσι δίκαιον δοκεῖ, οἷον τὸ τὸν δανεισάμενον τὸ δάνειον ἀποδοῦναι (πᾶσι γὰρ δοκεῖ δίκαιον εἶναι τὸ ἕκαστον ἔχειν τὰ ἑαυτοῦ), νομικὸν δέ, ὅπερ πρὶν νομοθετηθῆναι ἀδιάφορον ἦν καὶ οὔτε δίκαιον οὔτε ἄδικον ἐδόκει, μετὰ δὲ τὸ νομισθῆναι δίκαιόν ἐστιν, ὥσπερ τὸ πιπράσκειν τὸν δοῦλον μιᾶς μνᾶς. πρὶν μὲν γὰρ τεθῆναι τὸν νόμον, ἀδιάφορος ἦν ἡ πρᾶσις τῶν δούλων καὶ ὡς ἕκαστος τῶν δεσποτῶν ἐβουλήθη, μετὰ δὲ τὸ τεθῆναι τοῦτον τὸν νόμον, οὐκέτι ἀδιάφορος, ἀλλὰ τὸ δίκαιόν ἐστι τὸ τοσοῦδε πωλεῖν. τοιαῦτα δέ εἰσι καὶ τὰ ἐπὶ τῶν μερικῶν, οἷα τὰ ψηφίσματα, οἷον ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμῳ τὸν Δημοσθένη στεφανῶσαι ἢ τὸν Θεμιστοκλέα καλεῖν Ὀλύμπιον· ταῦτα γὰρ πρὶν ψηφισθῆναι ἀδιάφορα ἦν, ψηφισθέντα δὲ δίκαια δοκεῖ. τινὲς δὲ νομίζουσι, μηδὲν δίκαιον εἶναι φύσει ἀλλὰ πάντα νομικά. πάντα μὲν γὰρ τὰ φυσικὰ ἀμετάβλητα· τὸ γὰρ πῦρ πανταχοῦ καὶ ἑκάστοτε θερμαίνει καὶ παρ’ ἡμῖν καὶ ἐν Αἰγύπτῳ ὁμοίως, τὰ δὲ δίκαια πάντα μεταβάλλονται· τὸ γὰρ δανείζεσθαι καὶ μὴ ἀποδιδόναι παρά τισι δίκαιον δοκεῖ, καὶ τἄλλα ὁμοίως ἔχει, καὶ οὐ πᾶσι δίκαια δοκεῖ τὰ αὐτά· ὥστε πάντα τὰ δίκαια νομικὰ εἶναι καὶ οὐδὲν φυσικόν. πρὸς δὴ ταῦτα ἐκεῖνο λέγομεν, ὅτι οὐ καθάπαξ κινεῖται πᾶν δίκαιον καὶ μεταπίπτει· εἰ γὰρ καὶ παρ’ ἀνθρώποις πάντα ἦν τὰ δίκαια μεταβλητά, παρά γε τοῖς θεοῖς ἀνάγκη εἶναι δίκαιον ἀμετάβλητον, ὥστε εἶναί τι φυσικὸν δίκαιον· νῦν δὲ καὶ παρ’ ἀνθρώποις, τοῖς τε ὀρθῶς καὶ ὑγιῶς ἔχουσιν, ἔστι δίκαιον ἀκίνητον, ὃ φυσικὸν λέγεται. εἰ δὲ τοῖς νοσοῦσι τὰς φρένας καὶ διεστραμμένοις οὐ δοκεῖ δίκαιον, οὐδὲν διαφέρει, οὐδὲ γὰρ ὁ λέγων τὸ μέλι γλυκὺ εἶναι ψεύδεται, διότι τοῖς νοσοῦσιν οὐ τοιοῦτον δοκεῖ· τὸ τοίνυν δίκαιον τὸ φυσικὸν δοκεῖ μέν τισι δίκαιον, δοκεῖ δὲ ἄλλοις μὴ δίκαιον εἶναι. ἀλλὰ τὸ μὲν πρῶτον φυσικόν ἐστι καὶ ὑγιαινόντων ἀνθρώπων, τὸ δὲ δεύτερον παρὰ φύσιν καὶ μαινομένων ἀνθρώπων· ὅτι μὲν οὖν οὐδὲν κωλύει φυσικὸν εἶναι δίκαιον, ὅτι ἔνιοι δίκαιον 〈οὐ〉 νομίζουσιν αὐτό, δῆλον.1 ἐπεὶ δὲ καὶ τὸ νομικὸν δίκαιον κινητόν ἐστι καὶ τὸ φυσικὸν δὴ εἴρηται τρόπον, τίνι διακριθήσονται καὶ ἀμφότερα κινούμενα;2 καὶ ἔστιν ἡ διάκρισις φανερά. αὐτὸ γὰρ ἐξετασθήσεται τὸ δίκαιον καθ’ ἑαυτό, εἰ συμφέρει πᾶσιν ἀκίνητον ὄν, καὶ εἰ καταλυθὲν βλάβην ἐπενεγκεῖν δύναται. καὶ εἰ οὕτως ἔχει, φυσικὸν δίκαιον ἐστιν, εἰ δὲ μὴ τοιοῦτον, νομικόν· καὶ γὰρ ἐνδέχεται μὲν πάντας τῇ ἀριστερᾷ χειρὶ ὡς δεξιᾷ χρήσασθαι, ἡ μέντοι δεξιὰ φύσει φαίνεται κρείττων εἶναι τῆς ἀριστερᾶς· τὰ δὲ νομικὰ δίκαια κατὰ συνθήκην τηρούμενα ὅμοιά ἐστι τοῖς μέτροις, ἅπερ ἄλλα ἀλλαχοῦ γίνονται· τὰ γὰρ οἰνηρὰ καὶ σιτηρὰ μέτρα οὐ πανταχοῦ εἰσιν ἴσα, ἀλλ’ οὗ μὲν ὠνοῦνται τὸν οἶνον ἢ τὸν σῖτον, μείζω τὰ μέτρα ποιοῦσιν, οὗ δὲ πωλοῦσιν, ἐλάττω· τὸν αὐτὸν δὴ τρόπον ἔχει καὶ τὰ μὴ φυσικὰ ἀλλὰ ἀνθρώπινα καὶ κατὰ συνθήκην γινόμενα δίκαια. οὐ γὰρ τὰ αὐτὰ πανταχοῦ· ἐπεὶ οὐδὲ πολιτεία μία πᾶσιν, ἀλλὰ μία πανταχοῦ πολιτεία, ἡ κατὰ φύσιν, ἀρίστη·3 ὥσπερ καὶ τὸ φυσικὸν δίκαιον ἓν πανταχοῦ ἐν ταῖς εὐνομουμέναις πολιτείαις. καὶ οὕτως ἔχει πρὸς τὰς ἐν αὐταῖς πράξεις, ὡς τὸ καθόλου πρὸς τὰ καθ’ ἕκαστα· τὰ μὲν γὰρ πραττόμενα πολλά, τὸ δὲ δίκαιον ἢ τὸ νόμιμον ἕν· καθόλου γάρ ἐστιν· οὐ γὰρ τόνδε τὸν ἀριστέα κελεύει τιμᾶσθαι καὶ τοιάνδε τιμήν, ἀλλὰ καθόλου πάντα ἀριστέα ἁπλῶς τιμᾶσθαι.

论自然的和法定的正义,二者各自为何 论自然的和法定的正义,二者各自为何。第十章。 在政治的正义中,一种是自然的,另一种是法定的。所谓自然的,是指在任何地方都具有同等效力、且在所有人看来都是正义的事物,比如借债者偿还借款(因为在所有人看来,各自拥有属于自己的东西都是正义的);而法定的,则是指在立法之前本无可无不可、既不被视为正义也不被视为不义,但在立法之后成为正义的事物,比如将奴隶以一明纳出售。因为在设立法律之前,奴隶的买卖是无可无不可的,全凭各位主人的意愿;但在这项法律设立之后,便不再是无可无不可的,而是按这个价钱出售才成为正义。涉及个别事项的事情也是如此,比如法令,例如议事会和公民大会决议给德摩斯梯尼加冕,或称地米斯托克利为“奥林匹亚人”;因为这些在通过决议之前本无可无不可,但在通过决议之后便被视为正义。然而有些人认为,没有任何正义是出于本性的,而全部都是法定的。因为一切自然之物都是不可变易的;火在任何地方、在任何时候都会发热,在我国与在埃及同样如此,而正义之事全部都在变易;因为借债不还,在某些人看来是正义的,其余诸事也是同样,并不是相同的事物在所有人看来都是正义的;从而一切正义之事都是法定的,没有任何是自然的。面对这些说法,我们回答道:并非所有的正义都彻底变动和转变;因为纵使在人类中间一切正义之事都是可变的,但在诸神那里至少必定存在不可变易的正义,从而存在某种自然的正义;然而实际上,在人类当中,对于那些心智健全正确的人而言,也存在着不可动摇的正义,这被称为自然的正义。如果那些心智患病和扭曲的人不认为它是正义的,这并无妨碍;因为说蜂蜜是甜的人,并不因生病的人不觉得它是甜的而就是在说谎。因此,自然的正义在某些人看来是正义的,而在另一些人看来则不是正义的。但前者是自然的,属于健康的人,而后者是反自然的,属于疯狂的人。由此可见,并不因为某些人认为它[不是]正义的,就妨碍了自然正义的存在。但是,既然法定的正义是可变的,而自然的[正义]正如所言也以这种方式[变动],那么在二者都会变动的情况下,它们将凭什么得以区分呢?这种区分是显而易见的。因为人们将就这项正义自身加以考察:它若保持不可动摇是否对所有人有益,若被废除是否能带来损害。如果情形是这样,它就是自然的正义;如果不是这样,就是法定的正义。因为即便所有人都有可能将左手当右手用,然而右手在本性上显然优于左手。而依约守持的法定正义类似于度量衡,各地互不相同;因为酒斗和粮斗并非到处等大,而是在收购酒或粮食的地方,人们把量器做得更大,在出售的地方则做得更小。那些不是自然的而是人为的、依约设立的正义之事也是同样的道理。因为它们在各地并非相同;正如政制对于所有人而言并非只有一种,而是在任何地方都只有一种政制,即合乎自然的政制,才是最优良的;正如自然的正义在治理良好的各个城邦中也处处都是同一的。它与在这些城邦中所施行的具体行为之间的关系,就如同普遍之物与个别事物之间的关系一样;因为被做出的事情是繁多的,而正义之事或合法之事则是单一的;因为它是普遍的;因为[法律]并非命令这个具体的勇士受到尊崇并获得某种特定的尊荣,而是普遍地命令一切勇士都无条件受到尊崇。

语法注3 条
  1. 5.ὅτι μὲν οὖν οὐδὲν κωλύει φυσικὸν εἶναι δίκαιον, ὅτι ἔνιοι δίκαιον 〈οὐ〉 νομίζουσιν αὐτό, δῆλον

    双重 ὅτι 从句的重叠结构。第一个 ὅτι 引导表语形容词 δῆλον 的主语从句(“……是显而易见的”),第二个 ὅτι 则引导修饰 κωλύει 的原因副词从句(“因为某些人[不]认为它是正义的”)。底本编者所补入的否定词 〈οὐ〉 是基于上下文逻辑的必然性,即某些人认为它不是正义的这一事实,并不妨碍自然正义本身的存在。

  2. 5.ἐπεὶ δὲ καὶ τὸ νομικὸν δίκαιον κινητόν ἐστι καὶ τὸ φυσικὸν δὴ εἴρηται τρόπον, τίνι διακριθήσονται καὶ ἀμφότερα κινούμενα;

    在原因从句(ἐπεὶ...)的后半部分“καὶ τὸ φυσικὸν δὴ εἴρηται τρόπον”中,承前省略了表示变动/移动的谓词,副词性宾格短语 δὴ εἴρηται τρόπον(“正如所说的方式”)用于修饰该省略动作。主疑问句末尾的“καὶ ἀμφότερα κινούμενα”则充当让步性或伴随状语分词(“在二者皆会变动的情况下”)。

  3. 5.ἐπεὶ οὐδὲ πολιτεία μία πᾶσιν, ἀλλὰ μία πανταχοῦ πολιτεία, ἡ κατὰ φύσιν, ἀρίστη

    系动词 ἐστί 在前后分句中均被省略的构式。前半句为“οὐδὲ πολιτεία μία πᾶσιν[ἐστίν]”(政制对所有人而言也并非只有一种),后半句与之相对照,作“ἀλλὰ μία πανταχοῦ πολιτεία, ἡ κατὰ φύσιν, ἀρίστη[ἐστίν]”(而是在任何地方都只有一种政制,即合乎自然的政制,才是最优良的)。数词 μία 起强调作用,同位语成分 ἡ κατὰ φύσιν 限定了何为唯一最善的政制。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:101.22-102.31