← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§99.9-100.18

作为质料的命运与逆境中的德性活动

埃乌斯特拉提乌斯注解《尼各马可伦理学》第1卷(1100b35–1101a6),将命运比作工匠的工具与质料,将幸福之人比作将领与鞋匠,论证坚守依德性现实活动者即便身处逆境亦绝不会凄惨,但因丧失外在善事物而不能被称为有福。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.155

" Τὸν γὰρ ὡς ἀληθῶς ἀγαθὸν καὶ ἔμφρονα." Τὰς τύχας ἢ ὡς ὄργανα χρὴ ἢ ὡς ὕλας ὑποκειμένας λογίζεσθαι. ὡς οὖν οἱ τῶν τεχνιτῶν ἄριστοι οὐκ ἂν τὸ προσὸν αὐτοῖς εὔτεχνον ἀπολέσαιεν ἐκ τοῦ μὴ εὑρίσκεσθαι αὐτοῖς κατά τινα χρόνον τὰ προσηκόντως ὑπηρετήσοντα ὄργανα ἢ διὰ τὸ μὴ ὕλην εὐεργὸν αὐτοῖς παρατίθεσθαι, οὕτως οὐδ’ ὁ εὐδαίμων ἄθλιος ἔσται τύχης πονηρᾶς συναντησάσης αὐτῷ. ἐνεργήσει γὰρ τὸ ἀνῆκον αὐτῷ, καὶ διὰ τῶν τοιούτων καὶ ἐν τοῖς τοιούτοις τὸ εὔσχημον τηρῶν ἑαυτῷ καὶ πράττων ἀεὶ ἐκ τῶν ὑπαρχόντων τὰ κάλλιστα μετὰ τοῦ προσήκοντος καταστήματος. κάλλιστα δὲ λέγομεν κατὰ τὸ ἐγχωροῦν τῷ χρωμένῳ μοχθηροῖς ὀργάνοις καὶ ὑποκειμένοις.

“因为真正善且明智的人”应当把各种命运视为工具,或者视为底层的质料。正如最优秀的工匠绝不会因为一时未能获得适宜服役的工具,或者因为未被供给易于加工的质料,就丧失其固有的高超技艺;幸福之人同样不会在遭遇恶劣命运时变得凄惨。因为他将践行属于他的现实活动,并通过此类境况且在这些境况之中保持自身的得体,并以合宜的从容态度始终就手头现有条件做出最美好的事情。所谓最美好的事情,我们指的是就使用劣质工具与底层质料者而言所允许达到的程度。

§1.156

"Καθάπερ καὶ στρατηγὸν ἀγαθὸν τῷ παρόντι στρατοπέδῳ." Τὸ τοῦ στρατοπέδου παράδειγμα ὡς ἐν τάξει ὀργάνου παρέλαβεν (ὁ γὰρ στρατηγὸς ὡς ὀργάνῳ χρῆται τῷ στρατοπέδῳ κατὰ τῶν ἐναντίων), τὰ δὲ σκύτη ὡς ὕλην· ἐν γὰρ τούτοις ὁ σκυτεὺς ὡς ἐν ὕλῃ ἐντίθησι τὸ εἶδος τοῦ ὑποδήματος. ἀγαθὸς γὰρ στρατηγὸς οὐχ ὁ νικῶν ἐξ ἀνάγκης, ἀλλ’ ὁ χρώμενος ὡς ἐν πολέμῳ δεῖ τῷ παρόντι στρατοπέδῳ. ἐνδέχεται γὰρ ἢ δυνάμει λείπεσθαι τῶν ἀντικειμένων, καὶ χρὴ τοῦτο γνόντα μὴ ὀμόσῃ τοῖς πολεμίοις χωρεῖν,1 ἀλλ’ ὡς δεῖ τὴν σωτηρίαν τοῖς οἰκείοις ἐπιτηδεύεσθαι, ἢ ὁρμῶντα πρὸς ἀντίστασιν διατάττειν αὐτοὺς ἐντέχνως καὶ εὐφυῶς, τὸν τρόπον κατανοοῦντα τοῦ πολέμου τῶν ἐναντίων, ἐνιαχοῦ δὲ καὶ τὸν τόπον, ἐν ᾧ δεῖ συγκροτῆσαι τὸν πόλεμον, καὶ οὕτω τὴν μάχην μετέρχεσθαι. ταῦτα καὶ τὰ τοιαῦτά ἐστι τὸ χρῆσθαι τῷ στρατοπέδῳ πολεμικώτατα. τὸ δὲ τῷ παρόντι τὸ ποσὸν ἐμφαίνει τοῦ στρατοπέδου καὶ τὸ ποιόν. ἐκ τούτων γὰρ δεῖ σκοπεῖν τὸν στρατηγόν, πῶς ἔχει πρὸς τοὺς πολεμίους τὸ ἑαυτοῦ στρατόπεδον κατὰ τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν. δῆλον δὲ καὶ ἐκ τοῦ χρῆσθαι, ὅτι ὡς ὄργανον παρέλαβε τὸ στρατόπεδον· ἐν γὰρ χρήσει τὰ ὄργανα. ἐπὶ δὲ τοῦ σκυτέως καὶ τῶν σκυτῶν οὐ χρῆσιν εἶπεν, ἀλλ’ ἐκ τῶν δοθέντων σκυτῶν κάλλιστον ὑπόδημα ποιεῖν, ὡς ἐκ τοῦδε τόδε γίνεσθαι τῇ ὕλῃ ἁρμοζόντως· τῆς γὰρ ὕλης δυνάμει οὔσης τὰ εἴδη καὶ τὴν στέρησιν ἐχούσης αὐτῶν, ἐξ αὐτῆς ὡς ἐστερημένης τὰ εἴδη γίνεται. ὡς οὖν ἐπὶ τούτων τὸ ἀγαθὸν εἶναι τὸν πράττοντα οὐκ ἐκ τοῦ τέλειον εἶναι τὸ ἔργον κρίνομεν ἀλλ’ ἐκ τοῦ τὸ ἐγχωροῦν κατορθοῦν κατά τε τὰ ὄργανα καὶ τὰ ὑποκείμενα, καὶ ἐπὶ τῶν ἄλλων τεχνιτῶν ὡσαύτως, οὕτω καὶ ἐπὶ τοῦ εὐδαίμονος ἔχει. εἰ γὰρ μὴ αἱ τύχαι αὐτῷ συντρέχουσιν ὥστε τὰς πράξεις αὐτοῦ τέλειον τὸ εὖ ἐπιδέχεσθαι, μετέρχεται δὲ ταύτας δεόντως αὐτός, ἔχοι ἂν εὖ ἡ πρᾶξις αὐτῷ, ὅσον τὸ κατ’ αὐτόν, κἂν ἐμποδὼν αὐτῇ αἱ τύχαι καθίστανται, ὡς ἀναλάμπειν κἀν ταύταις τὸ εὔδαιμον, τῇ μοχθηρίᾳ τῶν τυχῶν μὴ ἐπισκοτούμενον.

“正如优秀的将领〔使用〕现有的军队”他引入军队的例子是作为工具序列(因为将领把军队当作对抗敌人的工具使用),而引入生皮则是作为质料;因为鞋匠正是在这些皮革中犹如在质料中赋予鞋子的形式。因为优秀的将领并非必然获胜之人,而是在战争中依其应有之方式使用现有军队之人。因为有可能他在兵力上逊于对手,此时知晓这一点的将领绝不应当迎面与敌人正面交锋,而应以应有之方式谋求己方人员的保全;或者在奋起抵抗时,应当凭借技艺与智慧排布士卒,洞悉敌人的作战方式,有时亦需洞悉应当交战的地点,并以此种方式投身战斗。这些以及诸如此类的事情,就是以最合乎兵法的方式使用军队。而“现有的”则表明了军队的数量与质量;因为将领必须依据这些来审视自己的军队在过剩与不足方面与敌人相比处于何种状况。而从“使用”一词亦显而易见,他是把军队作为工具引入的;因为工具正在于使用。但谈到鞋匠和皮革时,他没有说“使用”,而是说“用所给予的皮革制成最美好的鞋子”,意指依适宜于质料的方式由此生成此;因为质料在潜能上是诸形式,并且具有诸形式的匮乏,因而诸形式由作为处于匮乏状态的质料而生成。因此,正如在这些事例中,我们并非根据作品的完满来判定践行者的优秀,而是根据在工具和底层质料所允许的限度内获得成功来判定,对于其他工匠亦是同样;幸福之人亦是如此。因为即便各种命运并未协助于他,以致其行动无法承载完全的优异,但只要他自己如其所应当地追求这些行动,就他自身而言其行动依然是良好的,即便诸命运阻碍其行动,幸福的状态亦会在这些境况中闪耀出来,而不被命运的恶劣所遮蔽。

§1.157

"Εἰ δ’ οὕτως, ἄθλιος μὲν οὐδέποτε." Εἰ οὕτως ἔχει, φησίν, ὁ περὶ τοῦ εὐδαίμονος λόγος ὡς εἴρηται, μεταβαλεῖν μὲν αὐτὸν διὰ τὰς τύχας, καὶ μόνον ἐξ εὐδαιμονίας εἰς ἀθλιότητα, οὐκ ἐνδέχεται.2 τέως δ’ οὖν οὐκ ἔσται μακάριος, εἴπερ αὐτῷ συμβήσεται ἀτυχήματα οἷα καὶ Πριάμῳ. μακάριος γὰρ ἐκεῖνος ἐν πολιτικοῖς ὁ κατὰ πᾶν εἶδος τῶν ἀγαθῶν εὐθηνούμενος. ὅτι μὲν οὖν τὸ κύριον ἔχει τῷ εἶναι σπουδαῖος μὴ ἀφιστάμενος, οὐκ ἔσται οὐδὲ κληθήσεται ἄθλιος, ὅτι δ’ ἐναντίως αὐτῷ πάντῃ τὰ ἔξωθεν διατέθεινται, διὰ τοῦτο οὐδὲ μακάριος.

“若是如此,他就绝不会凄惨”他说,关于幸福之人的论述若如前所述,那么他绝不可能因命运而发生转变,更不用说从幸福转变为凄惨了。然而,若是降临在他身上的不幸如同普里阿摩斯那般,他在此期间终究不会是有福的。因为在处理城邦事务的人当中,所谓有福之人乃是繁盛地拥有一切品类的善事物者。因此,一方面,由于他身为卓越之人而不偏离,从而掌握了决定性的事物,他绝不会是凄惨的,也不会被称为凄惨;但另一方面,由于外在事物全然以相反的方式与他相对立,正因这一缘故他亦非有福。

语法注2 条
  1. 1.156μὴ ὀμόσῃ τοῖς πολεμίοις χωρεῖν

    形式 ὀμόσῃ 为副词 ὁμόσε(“正面迎敌地”、“短兵相接地”)的近音变体或抄写拼写,构成固定习语 ὁμόσε χωρεῖν τοῖς πολεμίοις(“迎面与敌人交战”)。此处作副词,修饰紧接在否定词 μή 之后的不定词 χωρεῖν。

  2. 1.157μεταβαλεῖν μὲν αὐτὸν διὰ τὰς τύχας, καὶ μόνον ἐξ εὐδαιμονίας εἰς ἀθλιότητα, οὐκ ἐνδέχεται

    短语 καὶ μόνον 作副词性强化用法(意为“更不用说”、“更遑论直接由幸福跌入凄惨”),强调绝不可能因命运而发生改变,尤其是从幸福直接转变为凄惨这种极端的逆转。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:99.9-100.18