- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:97.34-99.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯针对源自梭伦主张的疑难进行了驳解,指出幸福的本质在于依德性的灵魂现实活动而非外在命运;即便面临重大的厄运,卓越之人亦能凭借源于德性的理智坚固性高贵宽宏地承受,从而确立了诸现实活动才是生活的真正掌握者。
" Πολλῶν δὲ γινομένων κατὰ τύχην ἕως τοῦ ἐμποδίζει πολλαῖς ἐνεργείαις." Πρόκειται ἐνταῦθα λύειν τὴν ἀπορίαν, ἣ ἐκ τῆς Σόλωνος προύβη θέσεως, ἀποφηναμένου μηδένα μακαρίζειν πρὸ τελευτῆς διὰ τὸ τῶν τυχῶν ἄστατον καὶ ἀπὸ τοῦ ἐναντίου μεταβλητικὸν εἰς τὸ ἐναντίον, ᾧ εἵπετο τὸ καὶ μετὰ θάνατον μὴ ἑδραῖον εἶναι καὶ βάσιμον τῷ εὐδαίμονι τὸ μακάριον ὡς πολλάκις καὶ ἀπελθόντος1 ἀπὸ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον ἐνδέχεσθαι αὐτὸν μεταβάλλεσθαι διὰ τὰς τῶν ἀπογόνων τύχας διικνουμένας εἰς τοὺς ἀπελθόντας ἐκ τῆς τῶν ζώντων πρὸς ἐκείνους οἰκειώσεως. ἀλλ’ ἐπεὶ τὸ εἶναι τῇ εὐδαιμονίᾳ οὐ κατὰ τὰς τύχας ἀλλὰ κατὰ τὴν ψυχὴν καὶ τὰς ἐν αὐτῇ ἀρετάς, ὡς ἀποδέδοται ψυχῆς ἐνέργεια εἰρημένη κατ’ ἀρετήν, ταῦτα δεῖ ἐπισκοπεῖν καὶ τούτων ὄντων ἐν τούτοις τίθεσθαι τὸ μακάριον, τὰ δ’ ἔξωθεν ἀγαθὰ ἡγεῖσθαι ὡς συνεργά, οὐ μέντοι συμπληρωτικὰ καὶ αὐτὰ τῆς εὐδαιμονίας, ὡς οὐδὲ τὰ τεχνικὰ ὄργανα τῶν ἕξεων τῶν κατὰ τὰς τέχνας. διὸ οὐδ’ ἐν τῷ τί ἦν εἶναι αὐτῶν καὶ ταῦτα παραλαμβάνεται, ὡς οὐδ’ ἐν τῷ τῆς εὐδαιμονίας ὅρῳ αἱ τύχαι. διὰ τοῦτο οὐδ’ ἐξιστῶσιν αὐτὴν ἑαυτῆς, ὡς ἂν ἔχωσι καὶ ὅπως ἂν γίνωνται. καὶ ταῦτα μὲν εἴπομεν τὴν δύναμιν τῆς λύσεως ἀπαγγέλλοντες, διαθώμεθα δὲ ἤδη τὴν λέξιν. φησὶ τοίνυν, ἐπεὶ τὰ κατὰ τύχην συμβαίνοντα διαφέρουσι πρὸς ἄλληλα μεγέθει καὶ σμικρότητι, δῆλον ὡς ὅσα μὲν μικρὰ τῶν εὐτυχημάτων καὶ δυστυχημάτων οὐ ποιεῖ ῥοπὴν τῆς ζωῆς, ἤτοι οὐ δύναται ἐναλλαγήν τινα τῇ ζωῇ ἐνδείξασθαι τοῦ εὐδαίμονος ᾗ εὐδαίμων ἐστίν· ὅταν δὲ μεγάλα καὶ πολλὰ τὰ τυχηρὰ γένηται, ἀγαθὰ μὲν ὄντα αὐξήσει τῷ εὐδαίμονι τὸ μακάριον, ὥσπερ τινὶ κάλλει φυσικῷ παραρτήματά τινα ὄντα καὶ ἐπικοσμήματα, καὶ ἡ χρῆσις αὐτῶν καλὴ καὶ σπουδαῖα γίνεται, τῆς κατ’ ἀρετὴν τοῦ εὐδαίμονος καλλονῆς καὶ ἐνεργείας μεταλαμβανόντων, ὡς καὶ τοῖς τελείοις τὰς τέχνας τὰ ὄργανα καλλύνονταί τε ἐξ αὐτῶν καὶ τοῦ τῆς εὐτεχνίας ἐπαίνου μεταλαμβάνουσιν. ἐπαινεῖται γὰρ πολλάκις καὶ σκέπαρνον καὶ πρίων καὶ τέρετρον ἐκ τοῦ κατὰ τέχνην ἀποτελέσματος, ὅταν εὖ αὐτοῖς ὁ χρώμενος χρήσηται, ἀνάπαλιν δὲ συμβαίνοντα καὶ ἀντικειμένως τῷ εὖ2 τὴν μὲν οὐσίαν τῆς εὐδαιμονίας οὐκ ἐξαλλάττει, στενοχωρεῖ δὲ οἷον καὶ βλάπτει τὸ μακάριον, λύπας ἐπιφέροντα καὶ πολλαῖς ἐνεργείαις ἐμποδίζοντα. ἡδοναὶ γὰρ καὶ λῦπαι αἱ ἀλλήλαις ἀντικείμεναι πάθη ἄλογα, αἳ καθ’ ὑπερβολὴν τῇ ψυχῇ ἐγγινόμεναι ἐπισκοτοῦσι τὸ λογιζόμενον καὶ ἐνεργεῖν πολλάκις εὖ οὐ συγχωροῦσιν, ὡς ἐν νυκτὶ ὂν καὶ τοῦ εἰκότος ἀποπλανώμενον. ὅμως καὶ ἐν τούτοις τὸ καλὸν λάμπει, ὅταν τις διὰ λογισμοῦ σταθηρότητα τὴν ἐξ ἀρετῆς εὐφόρως φέρῃ πολλὰς καὶ μεγάλας ἀτυχίας, οὐχ ὡς ἠλίθιος καὶ ἀνάλγητος (τοῦτο γὰρ οὐκ ἀρετὴ οὐδ’ ἐπαινετόν), ἀλλ’ ὡς γεννάδας καὶ μεγαλόψυχος.
“然而在依命运发生许多事情之际”直至“妨碍许多现实活动”。 此处摆在我们面前的任务,是解决由梭伦的主张所引发的疑难;梭伦断言,鉴于命运的无常以及从相反者向相反者转变的特性,在临终之前不可称赞任何人是有福的;由此得出的推论是,即使在死后,福祉对于幸福之人而言也不是稳固而立足安定的,因为死者离世之后,由于生者对那些死者的亲近关涉,后代的命运往往延伸至离世之人,以至于他仍可能由此从相反者转向相反者。然而,既然幸福的本质不依循命运,而是依循灵魂及其内在的诸德性(正如幸福已被定义为依德性的灵魂之现实活动),就应当注视这些,且在这些存在时将福祉置于这些之中,而将外在善事物视为协同起作用者,却并不视其自身为对幸福具有完满补充作用者,恰如技艺工具之于依技艺的诸状态一样。因此,工具并不被纳入那些状态的“什么是”之中,如同命运并不被纳入幸福的定义之中。正因如此,无论诸命运处于何种状况、以何种方式发生,它们都不会使幸福脱离自身。我们说这些是为了阐明解决办法的力量;现在让我们排布原文的文句。于是他说,既然依命运而偶发的事物在大小轻重上彼此相异,显而易见,幸与不幸中的微小事件并不会引起生活的倾斜,亦即不能对幸福之人作为幸福之人的生活造成任何更替;但当命运之事变得重大且繁多时,若其为善,就会为幸福之人增添福祉,如同天然之美上的某种附件与饰品,而对它们的使用亦变得美好且卓越,因为它们分享了幸福之人依德性的美好与现实活动,正如对于技艺完满之人而言,工具因他们而显得优美,并分享对高超技艺的赞美。因为当使用者善加使用时,手斧、锯子和钻头往往因符合技艺的成品而受赞美;但若事情反向发生、与良好相对立,虽然不改变幸福的实体,却如狭制并损害福祉一般,带来痛苦并妨碍许多现实活动。因为彼此相对的快乐与痛苦乃是无理性的激念,当它们过度产生于灵魂中时,就会遮蔽理性审思部分,使之犹如身处黑夜且偏离合宜之事,屡屡不容许其良好地活动。然而即便在这些境况中,高尚美好依然闪耀,只要有人因出于德性的理性审思之稳固而轻快地承受许多重大的不幸,不是像愚蠢无知觉者那样(因为这既非德性亦不值得称赞),而是作为一位高贵而心胸宽广之人。
"Εἰ δ’ εἰσὶν αἱ ἐνέργειαι κύρια τῆς ζωῆς." Τοῦτο λύσις τοῦ λόγου τοῦ λέγοντος τὴν εὐδαιμονίαν ταῖς τύχαις συμμεταβάλλεσθαι καὶ ἀναιροῦντος τῆς εὐδαιμονίας τὸ στάσιμον. εἰ γὰρ μὴ αἱ τύχαι κύριαι τῆς ζωῆς ἀλλ’ αἱ κατ’ ἀρετὴν ἐνέργειαι, ὡς προείρηται, πῶς ἂν γένοιτό τις τῶν μακαρίων ἄθλιος, τῶν ἐνεργειῶν αὐτῶν μενουσῶν ἐν τῷ ἀγαθῷ καὶ μηδέποτ’ αὐτοῦ τὰ μισητὰ καὶ τὰ φαῦλα πράττοντος; εἰ γὰρ ἐν ταῖς μεταβολαῖς τῶν τυχῶν μετέπιπτον αὐτῷ αἱ ὁρμαὶ καὶ ὀρέξεις καὶ πράξεις ἐπὶ τὸ χεῖρον, ἐγένετ’ ἂν καὶ αὐτὸς ἐκ μακαρίου ἄθλιος· νῦν δὲ τὰ κύρια τηρῶν ἐν τῷ ἀγαθῷ3 μένει καὶ αὐτὸς ἐν τῷ ἀγαθῷ ἀμετάπτωτος.
“但如果诸现实活动掌握着生活。” 这是对那种宣称幸福随命运一同转变并取消幸福之稳定性的论述的解决。因为如果如前所言,掌握生活的并非诸命运,而是依德性的诸现实活动,那么只要诸现实活动本身持守在善之中且他自己绝不践行可恨且低劣之事,有福之人中又有谁会变为凄惨可怜呢?因为若是在命运的变迁中他的冲动、欲望与行动跌入更劣的境地,他自己也会从有福变为凄惨;但如今,他在善之中守护着决定性的事物,他自己亦在善之中恒常不变。
- 1.153ἀπελθόντος
阳性属格单数分词 ἀπελθόντος 在语法上作独立属格(“甚至在他离世之后”),尽管它的指代对象与紧随其后之不定式结构(ἐνδέχεσθαι αὐτὸν μεταβάλλεσθαι)的宾格主语 αὐτόν(即幸福之人)同一。
- 1.153ἀνάπαλιν δὲ συμβαίνοντα καὶ ἀντικειμένως τῷ εὖ
该中性复数主格分词短语(“若事情反向发生、与良好相对立”)作为主语,对应于前句的条件分句(ὅταν δὲ μεγάλα καὶ πολλὰ τὰ τυχηρὰ γένηται, ἀγαθὰ μὲν ὄντα ...),统辖主谓动词 οὐκ ἐξαλλάττει 与 στενοχωρεῖ。
- 1.154νῦν δὲ τὰ κύρια τηρῶν ἐν τῷ ἀγαθῷ
分词 τηρῶν 的宾语是 τὰ κύρια(即依德性的诸现实活动);介词短语 ἐν τῷ ἀγαθῷ 与 τηρῶν 结合(“在善之中守护着决定性的事物”),在结构上支撑着主句主体在善之中的恒常安定(μένει καὶ αὐτὸς ἐν τῷ ἀγαθῷ ἀμετάπτωτος)。
