- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:100.19-102.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《尼各马可伦理学》1101a8–14,阐明幸福之人绝不会因命运的起伏而轻易变得变幻不定,从重大不幸中复苏需要完全的时间,并论证了在整个人生中保持德性并重获外在善事物者何以可被称为幸福,同时阐释了“完全的生命”的涵义。
" Οὐδὲ δὴ ποικίλος τις καὶ εὐμετάβολος." Εἰπὼν περὶ τοῦ εἶναι τὴν εὐδαιμονίαν βέβαιον καὶ δυσαφαίρετον καὶ δείξας ὅτι δύναται μένειν καὶ τυχῶν ἐναντιουμένων αὐτῇ, φυλαττομένης ἀκαταπτώτου τῆς κατ’ ἀρετὴν τελειότητος, εἰ οὕτω, φησί, καὶ τὸ κύριον τῆς εὐδαιμονίας αἱ ἀρεταὶ ἔχουσι καὶ αἱ κατ’ αὐτὰς ἐνέργειαι, ἄθλιος μὲν οὐδέποτε γένοιτ’ ἂν ὁ εὐδαίμων διὰ τὰς ἐκ τῆς τύχης ἐναντιότητας, οὐ μὴν ῥηθείη ἂν μακάριος, εἴπερ αὐτῷ ὑπερβολαὶ ἀτυχίας συμβήσονται, ἀλλ’ οὐδὲ ποικίλος ἔσται διὰ τὴν πρὸς τἀναντία μεταβολὴν ἔνθεν κἀκεῖθεν ταλαντευόμενος, ὃ ἦν καὶ τοῦτο ζητούμενον διὰ τὴν τῆς εὐδαιμονίας βεβαιότητα. οὔτε γὰρ ῥᾳδίως ὁ εὐδαίμων ἐκ τοῦ εἶναι ὃ λέγεται κινηθήσεται οὔτε ὑπὸ μικρῶν ἢ ὀλίγων ἀτυχημάτων (ταῦτα γὰρ τυχόντα ὠνόμασεν), ἀλλ’ εἴπερ μεγάλα καὶ πολλὰ συμβαίη αὐτῷ.1
“当然也不是变幻不定且易于转变的”在论述了幸福是稳固且难以剥夺的,并表明只要合乎德性的完满性保持不倾覆,即便命运与其相对立幸福亦能持存之后,他说,如果情形如此,且德性及与其相应的现实活动掌握着幸福的决定性因素,那么幸福之人绝不可能因来自命运的逆境而变得凄惨,不过若过度的不幸降临于他,他固然不会被称为有福,然而他也不会成为变幻不定之人,因向相反事物的转变而摇摆于此岸与彼岸之间——由于幸福的稳固性,这一点本身也是探求的目标。因为幸福之人既不会轻易被动摇脱离被称为幸福的所是,也不会因细小或寡少的不幸而被动摇(因为他将这些称为偶然之事),除非降临于他的是重大且繁多的不幸。
"Ἔκ τε τῶν τοιούτων οὐκ ἄν γένοιτο πάλιν εὐδαίμων." Καὶ τοῦτο τοῦ βεβαίου προστίθησιν ἕνεκεν, μὴ ῥᾷον εἶναι πιστούμενος τὸ τῇδε κἀκεῖ μεθίστασθαι τὸν εὐδαίμονα. ἐκ γὰρ τῶν τοιούτων, φησί, τουτέστι τῶν ἀτυχημάτων, οὐκ ἂν ἐπανέλθοι πάλιν εἰς τὸ εὔδαιμον ἐν ὀλίγῳ χρόνῳ, ἀλλ’ εἴπερ, ἤτοι εἰ μέλλει γενέσθαι εὐδαίμων μετὰ μεγάλα ἀτυχήματα, ἐν πολλῷ τινι καὶ τελείῳ χρόνῳ ἂν γένοιτο, μεγάλων καὶ καλῶν ἐν αὐτῷ ἐπήβολος, ἤτοι εὔπορος, ὑπάρξας· ἐν αὐτῷ δέ, ἤγουν τῷ χρόνῳ. τέλειον δέ φησι χρόνον τὸν μέχρι τέλους αὐτοῦ τῆς ζωῆς.
“从这样的境况中,他不可能再次成为幸福的”为了稳固性的缘故,他亦补充了这一点,以证实幸福之人在此处与彼处之间转变绝非易事。他说,因为从这样的境况中,即从这些不幸之中,他在短时间内不可能重新回到幸福状态;但若果真如此——也就是说,若要在重大不幸之后成为幸福的——那必定是在漫长而完全的时间中,在此之中获得,亦即充裕地拥有了重大而美好的事物;而“在此之中”即指在此时间之中。他将“完全的时间”称为直至其生命终结的时间。
"Τί οὖν κωλύει λέγειν εὐδαίμονα." Ταῦτα οὐ περὶ τοῦ ἐξ ἀρχῆς εὐδαίμονος καὶ ἀγαθαῖς χρησαμένου τύχαις καὶ μέχρι τέλους οὕτω τετηρημένου ἀλλὰ περὶ τοῦ ἐξ ἀγαθῶν μεταβεβλημένου τυχῶν καὶ εἰς μεγάλα περιπεσόντος καὶ πολλὰ ἀτυχήματα, εἶτα μεταβαλόντος πάλιν εἰς εὐτυχήματα. διὸ καὶ ἐρωτηματικῶς τὸν λόγον προσήνεγκεν, ὡς περὶ ἀμφιβόλου πράγματος αὐτὸν ποιησάμενος. ἐὰν οὖν τις, φησί, μεταβεβληκὼς ἀπὸ εὐτυχημάτων εἰς ἀτυχήματα κἀντεῦθεν τοῦ μακαρίζεσθαι ἀπειργόμενος ἀνακληθῇ πάλιν ἀπὸ καταπτώσεως καὶ ταπεινώσεως, τῆς ἀρετῆς ἐν πᾶσι φυλάξας τὸ βέβαιον, τί κωλύει λέγειν αὐτὸν εὐδαίμονα κατ’ ἀρετὴν μὲν τελείαν ἐνεργοῦντα κἀν τοῖς ἀποπτώμασιν, ἐπανακληθέντα δὲ ἀπὸ τῶν ἀτυχημάτων καὶ δαψιλῆ χορηγίαν τῶν ἐκτὸς αὖθις κτησάμενον ἀγαθῶν, μὴ βραχύν τινα χρόνον ἀλλὰ τὸν ἑξῆς βίον ἅπαντα; τὸ δὲ ἢ προσθετέον καὶ βιωσόμενον οὕτω καὶ τελευτήσοντα κατὰ λόγον καὶ τὰ ἑξῆς ὡς ἐφερμηνευτικὰ τέθεικε τοῦ τέλειον βίον2 οὐχ ὡς ἄλλο τι λέγων ἀλλ’ ὡς ἂν εἰ ἔλεγε· λέγω δὲ τέλειον βίον, ὥστε καὶ εἰς τὸ ἑξῆς οὕτω βιῶναι, ἤτοι ἐν τοῖς διαδεξομένοις τὴν ἀτυχίαν εὐτυχήμασι καὶ τὴν τελευτὴν σχήσοντα κατὰ λόγον, ἤτοι ἀξίαν τῆς αὑτοῦ ἀρετῆς, ἐπεὶ τὸ μέλλον ἀφανὲς ἡμῖν, διὰ τοῦτο λέγω, ὅτι τὰ ἔξωθεν καὶ ἀπὸ τύχης λεγόμενα ἄστατα καὶ ἀβέβαια· ὅθεν ἀσφαλιζόμενος τὸν λόγον, ἵν’ αὐτῷ τὸ ἀληθὲς τηρηθήσεται. τὴν γὰρ εὐδαιμονίαν τέλος καὶ τέλειον τίθεμεν πάντη πάντως, καὶ διὰ τοῦτο δεῖ καὶ τελείου βίου, δι’ οὗ παντὸς αὐτῇ παντοίως ἐξ ἀνάγκης τηρηθείη τἀγαθά, εἰ μέλλοι ἔχειν τὸ τέλειον. τὸ μὲν γὰρ πάντη ἀντὶ τοῦ παντοίως εἴληπται, τὸ δὲ πάντως βεβαιώσεως ἐπίρρημα τὸ ἐξ ἀνάγκης δηλοῖ· δηλοῖ δὲ τὸ παντοίως τοὺς τρόπους καθ’ οὓς τὰ ἀνθρώπινα λέγεται ἀγαθά, ἤγουν τὰ τῆς ψυχῆς, ὡς ἐπιστῆμαι καὶ ἀρεταί, τὰ τοῦ σώματος, ὡς ὑγεία ῥώμη κάλλος καὶ εἴ τι τούτοις σύστοιχον, τὰ ἔξωθεν, ὡς πλοῦτος εὐδοξία εὐημερία εὐτεκνία φιλία καὶ εἴ τι ἄλλο τούτοις ἀνάλογον. δόξειε δ’ ἂν εἰκότως τύχας ἐνταῦθα λέγειν ἁπλῶς τὰ ἔξωθεν καὶ οὐκ ἐφ’ ἡμῖν κἂν ἐκ ταὐτομάτου ἐρεῖ τις κἂν ἐξ εἱμαρμένης κἂν ἐκ προνοίας κοινῆς. αἱ γὰρ ἀποβολαὶ καὶ αἱ προσγεννήσεις τῶν ἔξωθεν οὐκ ἐκ ταὐτομάτου μόνον ἀεὶ ἀλλὰ καὶ ἐκ τῆς περιφορᾶς τοῦ παντὸς καὶ ἐκ τῆς προνοίας ἁπλῶς δοξάζονται γίνεσθαι.
“那么,有什么妨碍称其为幸福的呢”这些话不是关于自始至终幸福、享用良好命运并一直如此保持至终点的人,而是关于从良好命运转变而跌入重大且繁多的不幸,随后又重新转变为好运的人。因此他也以提问的方式提出论述,如同就一件存疑之事展开讨论一般。他说,若是有人从好运转变为不幸,并由此被阻隔于被称为有福之外,但他在一切境况中坚守了德性的稳固,从而再次从跌落与卑屈中得以复兴,那么,当他即便在逆境之中亦依完全的德性进行活动,且从不幸中复苏并再度获得外在善事物的丰沛资财——不是在短暂的时间内,而是在随后的一生之中——有什么妨碍称其为幸福呢?而“或者应当加上:并且将如此生活且依合乎理性的方式终结其生命”等后文,他是作为对“完全的生命”的阐释性说明而提出的,并非在说别的什么,而犹如在说:“我所谓完全的生命,乃是指在今后亦如此生活,即处于接续不幸而来的好运之中,并依合乎理性的方式,即配得上自身德性的方式迎来终结;既然未来对我们而言是不可见的,正因这一缘故我说,外在的、被称作源自命运的事物是不稳定且不确定的”。由此,他使论述变得坚固,以便为其保持真理。因为我们把幸福设定为在各个方面绝对是目的与完全之物,正因这一缘故,亦需要一个完全的生命,若幸福要拥有完全性,就必须通过整个人生在一切方式上必然为幸福保全诸善事物。因为“在各个方面”是用来代替“在一切方式上”,而“绝对”这一表示肯定的副词则表明“必然”;“在一切方式上”表明了人之善事物被言说的诸种方式,即灵魂的善事物,如各门科学与诸德性;身体的善事物,如健康、强壮、美丽以及凡与这些属于同序列之物;外在的善事物,如财富、美名、繁盛、宜子、友谊以及其他与这些相类之物。似乎有理由认为,他在此将“命运”仅仅称作外在且不取决于我们的事物,无论人们说是出于自发、出于宿命还是出于普遍的摄理。因为外在事物的丧失与增益,被认为并非始终仅出于自发,而是亦出于宇宙整体的运转并纯粹出于摄理。
- 1.158ἀλλ’ εἴπερ μεγάλα καὶ πολλὰ συμβαίη αὐτῷ
承接前文的否定句 οὔτε γὰρ ῥᾳδίως ὁ εὐδαίμων ἐκ τοῦ εἶναι ὃ λέγεται κινηθήσεται(幸福之人既不会轻易被动摇脱离被称为幸福的所是),此处在对偶转折中省略了主节动词 κινηθήσεται(“即使动摇,也是在降临重大且繁多的不幸之时”)。条件从句 εἴπερ... συμβαίη 带有表示潜在假设的希求法。
- 1.160τὸ δὲ ἢ προσθετέον καὶ βιωσόμενον οὕτω καὶ τελευτήσοντα κατὰ λόγον καὶ τὰ ἑξῆς ὡς ἐφερμηνευτικὰ τέθεικε τοῦ τέλειον βίον
由中性定冠词 τὸ 引领的引文 ἢ προσθετέον... 名词化充当句子的直接宾语,搭配及物动词 τέθεικε,而 ὡς ἐφερμηνευτικὰ τοῦ τέλειον βίον(“作为对‘完全的生命’的阐释性说明”)则作为谓语补足语。这是一种将亚里士多德原文引文作为名词性短语处理的引用结构。
