- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:96.19-97.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥阐释了亚里士多德的论证:比诸科学更为坚固的德性才是幸福的原因;他说明德性与幸福分别作为动力因与目的因互为原因,并解释了真正善良之人如何像立方体一样在命运变迁中屹立不倒(1100b11–18)。
" Μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ τὸ νῦν διαπορηθέν." Τὸ προσφάτως ζητηθὲν τὴν κίνησιν ἔσχεν ἐκ τοῦ μόνιμον τὴν εὐδαιμονίαν ὑπολαμβάνεσθαι. ὅτι οὖν, φησίν, οὐ δεῖ τὰς τύχας τῆς εὐδαιμονίας αἰτίας ἐπιγράφεσθαι ἀλλὰ τὰς ἀρετὰς λέγειν κατορθωτικὰς αὐτῆς, δηλοῖ καὶ τὸ νῦν διαπορηθέν. εἰ γὰρ βέβαιον ἡ εὐδαιμονία, πῶς αὐτῆς τὸ ἀβέβαιον αἴτιον, ἤγουν ἡ τύχη; αἱ δ’ ἀρεταὶ καὶ αἱ κατ’ αὐτὰς ἐνέργειαι βεβαιόταται πάντων τῶν ἀνθρωπίνων εἰσίν, ὡς καὶ αὐτῶν τῶν ἐπιστημῶν ὑπερέχειν αὐτὰς βεβαιότητι καὶ μονιμότητι. ῥᾷον γὰρ ἐπιλαθέσθαι τῆς ἐπιστήμης τὸν ἐν ἕξει τῆς κατ’ αὐτὴν θεωρίας γενόμενον ἢ τοῦ ὀρθῶς πράττειν κατὰ τὸν βίον τὸν σπουδαῖον ἐκπεσεῖν,1 καίτοι τὰς ἐπιστήμας ἐν τοῖς βεβαίοις μάλιστα τάττομεν. τούτων δ’ αὐτῶν φησι τῶν ἀρετῶν αἱ τιμιώτεραι μονιμώτεραι, ὡς οἰκεῖον ὂν τῶν ἀρετῶν τὸ μόνιμον καὶ διὰ τοῦτο ταῖς τιμιωτέραις αὐτῶν ἐπεκτεινόμενον. ἡ δ’ αἰτία τῆς ἐπεκτάσεως τὸ τοὺς μακαρίους ἐν ταύταις καταζῆν 〈μάλιστά τε〉 καὶ συνεχέστατα. τοῦτο γάρ ἐστι τὸ μὴ ἐῶν λήθην γενέσθαι περὶ τὰς ἀρετὰς καὶ μάλιστα τὰς τιμιωτάτας αὐτῶν, ὡς τῆς κατ’ αὐτὰς ἀδιακόπτου πράξεως ὑπερειδούσης αὐτάς. δύο οὖν προκειμένων, τύχης καὶ ἀρετῆς, καὶ ἀμφισβητουσῶν πρὸς ἀλλήλας κατὰ τὸν λόγον, καὶ τῆς μὲν οὔσης ἀσταθμήτου καὶ ἀβεβαίου, τῆς δὲ φύσει βεβαίας καὶ δυσμεταθέτου, ποτέρᾳ τούτων τὴν αἰτίαν τῆς εὐδαιμονίας βεβαίας οὔσης ὁ κρίνων ὀρθῶς ἐπιγράψαιτο; ἢ πάντως τῇ ἀρετῇ. δεῖ γὰρ ἐξ ἀνάγκης αἴτιον εἶναι τοῦ βεβαίου τὸ βέβαιον. κύριαι ἄρα τῆς εὐδαιμονίας αἱ ἀρεταί, οὐχ αἱ τύχαι. καὶ μὴν πρότερον ἀρχὴν καὶ αἰτίαν τῶν ἀρετῶν τὴν εὐδαιμονίαν ἐλέγομεν, ὅτε καὶ ἀπ’ αὐτῆς τῶν προκειμένων λόγων ἀρχόμενοι ἀπὸ τῆς ἀρχῆς τὴν ὁδὸν ποιεῖσθαι διωριζόμεθα. πῶς οὖν νῦν μεταβαλόντες τῆς εὐδαιμονίας τὴν αἰτίαν ταῖς ἀρεταῖς ἐπιγράφομεν; ἢ οὐδὲν ἄτοπον εἰ κατ’ ἄλλο καὶ ἄλλο γένος ἀρχῆς αἱ ἀρεταὶ καὶ ἡ εὐδαιμονία ἀρχαὶ ἀλλήλων ὑπολαμβάνονται, ὡς ἐπὶ τῶν τεχνῶν ἔχει καὶ τῶν κατ’ αὐτὰς τελῶν. ἐν ἑκάστῃ γὰρ τῶν τεχνῶν, ὡς μὲν τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, αὐτὴ αἰτία ἡ τέχνη, ὡς δὲ τὸ οὗ ἕνεκα, τὸ τέλος αἴτιον, δι’ ὃ ἡ τέχνη ἐφεύρηται καὶ τὰ κατ’ αὐτὴν ἔργα ἐπιτετήδευται. τὸ γοῦν ἄγον τὴν ψυχὴν πρὸς τὸ τέλος καὶ τὴν κατόρθωσιν ἡ ἀρετή ἐστιν, ἡ δ’ εὐδαιμονία ὑπάρχει τὸ τέλος καὶ τὸ τέλειον.
“而方才所讨论的疑难也为这一论述作证。” 最近所探究的事项,其动因源于认定幸福是恒久的。因此他说,方才所讨论的疑难也表明,不应将命运题作幸福的原因,而应说明诸德性才是成就幸福的因由。因为如果幸福是坚固的,那么不坚固的事物,即命运,又怎能成为其原因?而德性及依德性的现实活动在所有人间事物中是最坚固的,以至于在坚固性与恒久性上甚至超越了诸科学本身。因为一个进入依科学而观照的状态中的人遗忘该科学,比品格卓越之人从一生中正当的行动中跌落更为容易,尽管我们格外将诸科学列入坚固事物之列。并且他说,在这些德性本身之中,较尊贵者较恒久,因为恒久乃是德性固有的特征,并因此延伸至其中较尊贵者。而这一延伸的原因,在于有福之人最格外且最连贯地在这些[较尊贵的德性]中度过一生。因为这正是使得对诸德性、尤其是其中最尊贵者的遗忘不致产生的原因,乃是依循它们的无间断行动支撑着它们。因此,当命运与德性这两者摆在面前并在论述中彼此争执,且一方不可测定且不稳固,另一方依本性坚固且难以动摇时,既然幸福是坚固的,正确作出判断的人当把幸福的原因归属于这两者中的哪一方呢?必定全然属于德性。因为坚固之物的原因必然也是坚固的。因此,掌握幸福的是诸德性,而非诸命运。况且我们此前曾说幸福是诸德性的本原和原因,当时我们从幸福出发开始面前的论述,并明确指出这是从本原起程。那么,如今我们转而把幸福的原因归属于诸德性,又是为何呢?或者,如果德性与幸福按照本原的不同种类被理解为互为本原,便毫无荒谬之处,正如在诸技艺及其依技艺的目的中所见的那样。因为在每一门技艺中,作为运动最初由之而起的本原,技艺本身是原因;而作为为了何物的目的因,终极目的是原因,技艺因之而被发明,依技艺的作品亦因之而被践履。总之,引导灵魂走向终极目的与成就的是德性,而幸福则是终极目的与完满状态。
"Ὑπάρξει δὴ τὸ ζητούμενον τῷ εὐδαίμονι." Τὸ ζητούμενον ἦν, εἰ δύναται μένειν ὁ εὐδαίμων μακάριος ἐν ταῖς τῶν τυχῶν μεταπτώσεσιν. ἐπεὶ οὖν, φησίν, οὐ τύχαις τὸ εὔδαιμον οὐδὲ τὸ μακάριον ἐπιτρέπομεν ἀλλ’ αὐταῖς ταῖς κατ’ ἀρετὴν πράξεσιν, αἳ τὸ βέβαιον ἔχουσιν, οὐκ ἀποβαλεῖται ὁ εὐδαίμων τὴν προσοῦσαν μακαριότητα διὰ τύχης μετάκλισιν. ἀεὶ γὰρ ἢ μάλιστα πάντων τῶν ὡς ἀνθρώπῳ προσόντων αὐτῷ ἐν ταῖς κατ’ ἀρετὴν παραμενεῖ ἀμετάπτωτος θεωρίαις καὶ πράξεσι, πράττων μὲν ὅτι2 κατὰ προαίρεσιν ἐνεργεῖ τὰ κατὰ τὸν βίον μεταχειριζόμενος πράγματα, θεωρῶν δὲ ὅτι μετὰ λόγου αὐτῷ καὶ τῆς ἐκ λόγου χρήσεως ἡ πᾶσα κατὰ τὸν βίον ἐνέργεια, ὃς δὴ λόγος καὶ νοῦς πρακτικὸς ὀνομάζεται, ταῖς ζωτικαῖς ἐπιστατῶν ὀρέξεσι καὶ αὐταῖς ταῖς αἰσθήσεσι καὶ δι’ αὐτῶν καὶ μετ’ αὐτῶν ἐνεργῶν καὶ τὰ δέοντα κατορθῶν. καὶ οὐδὲν αὐτῷ αἱ τύχαι παρεμποδίσουσιν, ἀλλὰ μενεῖ μὲν αὐτὸς ἐν τῷ ἀγαθῷ, οἴσει δὲ καὶ τὰ συμπίπτοντα κάλλιστα καὶ πάντα τρόπον καὶ ἀληθῶς μετὰ ἐντρεχείας καὶ τῆς προσηκούσης μελήσεως, μήτ’ ἐν ταῖς δυσημερίαις καταπίπτων μήτ’ ἐν ταῖς εὐημερίαις ὑπεραιρόμενος, εἴπερ εἴη ἀληθῶς ἀγαθὸς καὶ ὡς ὄντως τετράγωνος, ἤτοι βεβηκὼς καὶ στάσιμος, ἐκ μεταφορᾶς τῶν τοιούτων σχημάτων, ἃ ὅπως ἂν ῥιφέντα πεσεῖται ὄρθια ἵστανται. οὕτω δ’ ἔχων οὐδὲ ψόγον ἕξει παρά τινος τῶν εὖ φρονούντων αὐτῷ ἑπόμενον.
“于是所寻求的事物将属于幸福之人。” 所寻求的事物曾是:幸福之人能否在命运的变迁中保持有福。因此他说,既然我们并非把幸福或有福托付给命运,而是托付给具有坚固性的依德性诸行动本身,那么幸福之人就不会因命运的偏转而丧失附属于他的福祉。因为在作为一个人类而属于他的一切事物中,他将始终或最格外在依德性的诸观照与诸行动中保持不变——他之所以是在行动,是因为他在处理生活诸事时出于选择而活动;他之所以是在观照,是因为他在生活中的一切现实活动都伴随着理智及其所派生的运用,这理智亦被称为实践理智,主管着生命诸欲望及感觉本身,并通过它们且与它们一同活动,成就应行之事。而且命运决不会阻碍他,他自身将长驻于善之中,并以最美好的方式、以各种途径且真正带着圆融敏达与恰当的关怀去承受降临的偶发事件,既不在逆境中倒下,亦不在顺境中自满,只要他确实是真正善良且真正四方的,亦即脚步稳健且安定不移,这是从这类形态取喻而言的,这些形态无论被抛掷后如何落下,都直立而立。而处于这种状态的他,也不会招致任何善于思考之人随之而来的谴责。
- 1.151ῥᾷον γὰρ ἐπιλαθέσθαι τῆς ἐπιστήμης τὸν ἐν ἕξει τῆς κατ’ αὐτὴν θεωρίας γενόμενον ἢ τοῦ ὀρθῶς πράττειν κατὰ τὸν βίον τὸν σπουδαῖον ἐκπεσεῖν
中性比较级谓语 ῥᾷον [ἐστί] 通过连词 ἤ 连接并比较两个带宾格主词的不定式结构:(1) 宾格主语 τὸν ... γενόμενον + 不定式 ἐπιλαθέσθαι + 属格补足语 τῆς ἐπιστήμης;(2) 连词 ἤ 后的宾格主语 τὸν σπουδαῖον + 不定式 ἐκπεσεῖν + 属格补足语 τοῦ ὀρθῶς πράττειν。后一子句中的定冠词不定式 τοῦ ... πράττειν 作为动词 ἐκπίπτω 所要求的夺格性/分离属格。
- 1.152πράττων μὲν ὅτι κατὰ προαίρεσιν ἐνεργεῖ... θεωρῶν δὲ ὅτι
阳性主格单数分词 πράττων 与 θεωρῶν 与主动词 παραμενεῖ 的主语(即 ὁ εὐδαίμων)相一致,以交错配列法(chiasmus)回应了前文提及的“观照与行动(θεωρίαις καὶ πράξεσι)”两个领域。随后的两个 ὅτι 引导的从句并非名词性从句,而是作为副词性/原因从句,说明各分词得以成立的根据(“之所以行动,是在于……;之所以观照,是在于……”)。
