- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:95.13-96.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃乌斯特拉提奥斯梳理了亚里士多德提出的两难困境(死后称其幸福是不讲真话,生前称其幸福则使其沦为任由命运摆布的变色龙),并展开论证,阐明依德性的活动而非命运才是幸福的本质原因。
" Δῆλον γὰρ ὡς εἰ συνακολουθοίημεν ταῖς τύχαις." Ἑκατέρωθεν ἐνταῦθα τὴν ἀπορίαν συνίστησιν. ἢ γὰρ οὐκ ἀληθεύομεν, τὸ ὑπάρχον 〈οὐ〉 τὸ ὑπάρχον λέγοντες, ὅταν ὑπάρχῃ, ἀλλ’ ὅταν οὐχ ὑπάρχῃ τὸ ὑπάρξαν ἤδη καὶ παρελθὸν καὶ διὰ τοῦτο μὴ ὄν, καὶ δόξειεν ἄν τοῦτο ἄτοπον, ἢ εἰ ἔτι ζῶντα τὸν εὖ ζῶντα εὐδαιμονίζομεν,1 τῷ ταῖς τύχαις ὑποκειμένῳ τὴν εὐδαιμονίαν ἐπιφημίζομεν, ὥστε καὶ ταύταις ἑψόμεθα καὶ τὸν αὐτὸν εὐδαίμονα πολλάκις καὶ ἄθλιον ἐροῦμεν καὶ ἀποφανοῦμεν χαμαιλέοντα τὸν εὐδαίμονα καὶ ἱδρυμένον σαθρῶς. τοῦτο δὲ κατὰ μεταφορὰν εἴρηται τῶν οἰκοδομημάτων καὶ τῶν ἀνδριάντων καὶ τῶν ἄλλων ὅσα ἐπὶ βάσεων ἀνεγείρεται. τούτων γὰρ ἕκαστον βεβαίως μὲν ὑπερεισθὲν ἐπὶ μακρὸν ἵσταται, ἀσθενῶς δὲ καὶ σαθρῶς ταχὺ καταβάλλεται καὶ ὑπὸ τῆς τυχούσης προφάσεως, ὃ ἀνοίκειον τῆς εὐδαιμονίας καὶ τοῦ εὐδαίμονος, στερεᾶς καὶ δυσμεταθέτου ὑπειλημμένης, ὡς εἴρηται. ὁ δὲ χαμαιλέων ζῷον βραχύτατον, φύσιν ἔχον ῥᾳδίως πρὸς τὰ παρακείμενα μεταβάλλεσθαι χρώματα, κἀντεῦθεν φεύγειν τὴν αἴσθησιν τῶν ἐπιβαλλόντων τὴν ὅρασιν.
“因为显然,如果我们追随命运的话。” 在这里,他从两方面构建了疑难。因为要么我们没有说真话,当属于的事物属于时不说它属于,而当它不属于时却说曾经属于、已经过去并因此不再存在的事物[属于]——这似乎是荒谬的;要么,如果我们在生活得好的人尚且活着时称其为幸福,我们就是把幸福归属于受制于命运者,以至于我们也将跟随着这些[命运],常常称同一个人为幸福和悲惨,并宣布幸福之人是变色龙且根基脆弱。这是从建筑物、雕像以及所有立于基座之上的其他事物取喻而言的。因为这些事物中的每一件,在被坚固支撑时便能长久耸立,但在脆弱且不稳固地[被支撑]时,即使在任何偶然的机缘下也会迅速倒塌;而正如所言,幸福被设想为坚固且难以动摇的,故这与幸福及幸福之人不相称。另一方面,变色龙是一种极小的动物,其天性易于随着邻近的颜色而改变,并由此避开投来目光之人的感知。
"Ἢ τὸ μὲν τύχαις ἐπακολουθεῖν οὐδαμῶς ὀρθόν." Ἐντεῦθεν τῆς ἐπιλύσεως ἄρχεται τῆς τοῦ πρώτου τῶν ζητηθέντων, λέγω δὲ τῆς πρὸς τὸν λόγον τοῦ Σόλωνος. καὶ λέγει μὴ ὀρθὸν εἶναι τὸ ταῖς τύχαις ἀκολουθεῖν πρὸς τὸ μακαρίζειν ἢ ταλανίζειν τοὺς ζῶντας ἐν ἀρετῇ εἴτε ταῖς αὐτῶν τούτων εἴτε ταῖς τῶν ᾠκειωμένων αὐτοῖς πράγμασιν ἀβεβαίοις καὶ οὐδ’ οὖσιν ἐφ’ ἡμῖν2 ἄλλως τε καὶ τοῦ εὖ ἢ κακῶς τὸν ἄνθρωπον ζῆν οὐκ ἐπὶ ταῖς τύχαις ὄντος ἀλλ’ ἐφ’ ἡμῖν. εἰ γὰρ τὸ εὖ ἡμῶν ταῖς τύχαις προυτέτραπτο, ἄθλιοι ἂν ἦμεν ἀεί, οὐδέποτε δὲ μακάριοι, ἀστάτου καὶ ἀβεβαίου πράγματος τὸ οἰκεῖον ἡμῶν ἀγαθὸν ἐξηρτημένον ἔχοντες, ἀλλὰ μὴ ἀναφερόμενον ἐπὶ κρείττονα αἰτίαν καὶ βεβαίαν καὶ στάσιμον. τί δ’ ἂν τὸ εἶναι ἁπλῶς ὑπῆρχεν ἡμῶν, εἰ τὸ εὖ εἶναι τυχηρὸν καὶ διὰ τοῦτο ἀστάθμητον, καίπερ ἐν λογικῇ ψυχῇ καὶ νοερᾷ θεωρούμενον καὶ σύμφυτον ἐχούσῃ ζωὴν καὶ χωριστὴν σώματος. ταῦτα δὲ λέγεται περὶ τοῦ εἶναι ἁπλῶς, δεῖται 〈δὲ〉 τῶν τυχῶν οὐχ ἡ ψυχὴ καθ’ ἣν τὸ εἶναι τοῖς ἀνθρώποις ἐστὶ καὶ ἧς τὸ εὖ εἶναι ἡ αὐτῶν ὑπάρχει τελείωσις, ἀλλ’ ὁ βίος ὁ ἀνθρώπινος, ὡς προλαβὼν εἶπεν, ἤτοι αἱ κατὰ τὸν βίον πράξεις τῶν ἀνθρώπων, ἐν αἷς τὰ θυραῖα ἀγαθὰ ὡς ὄργανα χρησιμεύουσι. τὸ δὲ κυρίως τῆς εὐδαιμονίας αἱ κατ’ ἀρετὴν ἐνέργειαι φέρονται,3 ὡς αἱ κατὰ κακίαν τῆς ἀθλιότητος· ὡς γὰρ εὐδαιμονία καὶ ἀθλιότης ἀλλήλαις ἐναντίαι, οὕτως ἀρετὴ καὶ κακία. καὶ εἰ ἐκ τῶν κατ’ ἀρετὴν πράξεων ἡ εὐδαιμονία ὡς τέλος αὐτῶν, αἱ δ’ ἀρεταὶ ἐφ’ ἡμῖν καὶ κατὰ προαίρεσιν, πῶς ἂν τῆς εὐδαιμονίας αἰτίας τὰς τύχας ἐπιγραψόμεθα; εἰ γὰρ καὶ εὐδαιμονίαν οἱ πολλοὶ τὴν ἔξωθεν εὐετηρίαν κατονομάζουσιν, ἀλλ’ οὐ χρὴ τοῖς ἀλόγως κρίνουσιν ἕπεσθαι, οἳ ἀγνοοῦντες τὸ ἀληθὲς τὸ φαινόμενον μακαρίζουσιν, ἀλόγως καὶ κατ’ αἴσθησιν ζῶντες καὶ μηδὲν παρὰ τὸ φαινόμενον ὑπάρχειν ὑπολαμβάνοντες.
“或者追随命运决非正确?” 从这里开始,他对所探讨的第一项问题着手解决,我是指针对梭伦之言的那一项。他说,无论就生活在德性中的人自身的命运而言,还是就属于他们之人[的命运]而言,为了称他们为有福或叹其为悲惨而追随命运都是不正确的,因为命运是不稳固且不在我们掌控之中的事情;尤其是因为人之生活得好或坏并不取决于命运,而取决于我们自己。因为如果我们的良好状况被托付给命运,我们就会永远悲惨而决不会有福,从而使我们自身的善物悬系于不稳定且不稳固的事情上,而不是将其归于更高尚、稳固且安定的原因。此外,如果良好存在是碰运气的并因此不可测定,尽管它是在拥有同生生命且可脱离肉体的理性与智性灵魂中被观察到的,那么我们纯粹的存在又成其为何种存在呢?这些是就纯粹的存在而言的,然而需要命运的并非灵魂——人之存在乃是依循这灵魂,而灵魂的良好存在则是人的完善——而是如他先前所言的人的生活,亦即人在一生中的行动,在这些行动中,外在善物作为工具而起作用。但在本原意义上承载幸福的是依德性的现实活动,正如依恶劣的现实活动承载悲惨一样;因为正如幸福与悲惨彼此相反,德性与恶劣亦是如此。而且,如果幸福作为诸行动的目的源于依德性的诸行动,而诸德性是在我们掌控之中且出于选择的,我们又怎能把命运题作幸福的原因呢?因为即使大众将外在的顺境称作幸福,我们也不应盲从那些毫无理性作出判断的人,他们不明真理而称显象为有福,毫无理性且依凭感觉生活,并以为除了显象之外便一无所有。
- 1.149ἢ γὰρ οὐκ ἀληθεύομεν, τὸ ὑπάρχον 〈οὐ〉 τὸ ὑπάρχον λέγοντες, ὅταν ὑπάρχῃ, ἀλλ’ ὅταν οὐχ ὑπάρχῃ τὸ ὑπάρξαν ἤδη καὶ παρελθὸν καὶ διὰ τοῦτο μὴ ὄν, καὶ δόξειεν ἄν τοῦτο ἄτοπον, ἢ εἰ ἔτι ζῶντα τὸν εὖ ζῶντα εὐδαιμονίζομεν
由 ἢ γὰρ ... ἢ εἰ ... 构成的析取性两难结构。前一肢阐述死后判定幸福的荒谬(宣称已不存在的事物存在,从而未讲真话),后一肢(ἢ εἰ...)阐述生前判定幸福的荒谬(将幸福委诸命运,导致同一个人如变色龙般在幸福与悲惨之间频繁摇摆)。
- 1.150πράγμασιν ἀβεβαίοις καὶ οὐδ’ οὖσιν ἐφ’ ἡμῖν
该与格短语充当前面与格 ταῖς τύχαις(命运)以及 ταῖς αὐτῶν τούτων εἴτε ταῖς τῶν ᾠκειωμένων αὐτοῖς(他们自身或其亲属的[命运])的同位语。紧接着的 ἄλλως τε καί 引出属格独立结构 τοῦ εὖ ἢ κακῶς τὸν ἄνθρωπον ζῆν οὐκ ἐπὶ ταῖς τύχαις ὄντος(人生活得好或坏并不取决于命运),以补充说明其理由。
- 1.150τὸ δὲ κυρίως τῆς εὐδαιμονίας αἱ κατ’ ἀρετὴν ἐνέργειαι φέρονται
中动态动词 φέρονται 表示惯用法中的“承载、赢得、获得”(如获得奖项或称号),以冠词名词化的宾格短语 τὸ κυρίως(带从属属格 τῆς εὐδαιμονίας,意为“幸福中本原的、主导性的东西”)为直接宾语。主语为 αἱ κατ’ ἀρετὴν ἐνέργειαι(依德性的现实活动)。该句与后文省略动词的 ὡς αἱ κατὰ κακίαν τῆς ἀθλιότητος(正如依恶劣的现实活动承载悲惨一样)形成严格对称。
