- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:93.27-95.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德1100a21–31,分析了后代的顺逆境遇是否会影响死者幸福这一难题所导致的双重荒谬后果,并阐明亚里士多德如何重返梭伦论题这一最初疑难,将德性幸福的稳固性与命运的无常变迁加以对照。
" Ἀπορίαν δὲ καὶ ταῦτα παρέχει." Ἑτέραν ἔτι ζήτησιν κινεῖ περὶ τοῦ μακαρίζεσθαι ἢ μὴ μετὰ θάνατον τὸν εὐδαίμονα. τῆς δὲ ἀπορίας ἡ πρόφασις τὸ λέγεσθαι ὅτι ἐφικνεῖται τοῦ τεθνεῶτος τὰ τῶν ἀπογόνων ἀγαθὰ ἢ κακά. εἰ γὰρ εἴη μακαρίως βιοὺς μέχρι γήρως καὶ τελευτήσας κατὰ λόγον, ἤτοι κατὰ ἀκολουθίαν καὶ ἀναλογίαν τῆς αὐτοῦ μακαριότητος, ὡς μηδ’ ἐν τῷ τέλει συμβάντος αὐτῷ τινος τῶν ἐναντίων, ἐνδέχεται δὲ πολλὰς συμβαίνειν περὶ τοὺς ἐκγόνους μεταβολάς, ὡς τοὺς μὲν αὐτῶν ἀγαθοὺς εἶναι ὡς ἐν ἀρετῇ ζῶντας καὶ ἀγαθῶν ἐπιτυγχάνειν τῶν ἔξωθεν, τῶν ἀξίων τῆς αὐτῶν ἀρετῆς ἐπισυμβαινόντων αὐτοῖς, τοὺς δὲ φαύλους ἢ τυχὸν κατὰ τὰ ἔξωθεν ἀποτυγχάνοντας (δῆλον δὲ ὅτι καὶ τὴν πρὸς τοὺς γονεῖς τῶν ἀπογόνων ἀπόστασιν πολυειδῆ εἶναι καὶ ποικίλην ἀναγκαῖόν ἐστιν), ἕπεταί τι ἐντεῦθεν ἄτοπον τῷ μακαρίως βεβιωκότι. τὸ δὲ μέχρι γήρως εἴρηκεν οὐχ ὡς ἔτυχεν. ἔστι γὰρ καὶ τοῦτο τῷ λόγῳ τῆς εὐδαιμονίας ἁρμόδιον. οὐ γὰρ ὁ ἐπὶ βραχὺν χρόνον εὖ βιώσας, οὗτος ἤδη εὐδαίμων, ἀλλὰ δεῖ καὶ χρόνου μακροῦ, δι’ ὅσου ὁ ἄνθρωπος ἐν τοῖς ἀγαθοῖς συντηρούμενος ἔσται τοῦ εὐδαιμονίζοντος ἄξιος. ἐπεὶ καὶ ὁ Ἀχιλλεὺς τῶν κατὰ τὸν βίον εὐδοκίμων ἦν καὶ ἐν εὐπραγείᾳ διέζη καὶ δόξης ἐτύγχανεν, ἀλλ’ ἐν νεότητι τὸν βίον συγκλείσας τοῦ εὐδαιμονίζεσθαι οὐκ ἠξίωται.
“然而这些事也造成了疑难。” 他关于幸福的人在死后是否应当被称为有福,引发了又一项探究。而这一疑难的借口是:据说后代的善事或恶事会触及死者。因为如果某人有福地生活直到老年,并且合理地死去了——即按照其自身福乐的连续与相称,就如同即使在终点也没有任何相反的事情发生在他身上一样——然而后代身上却可能发生许多变故,以致他们当中的一些人作为生活在德性中的人是善的,并获得外在的善物,由于配得上他们德性的事情临到了他们,而另一些人则是卑劣的,或者碰巧在外在的事情上失利(显然,后代与父母的距离必然是多种多样且复杂的),那么由此便会给有福地度过一生的人带来某种荒谬的后果。而他并非随意地说出“直到老年”。因为这也符合幸福的定义。因为并非在短时间内生活得好的人当下就是幸福的,而是也需要漫长的时间,在这一时间中,人只要保持在善物之中,就将配得上称他为幸福的人。因为阿喀琉斯也是生前受人赞誉的人之一,生活在顺境中并获得了荣耀,但他由于在青年时期就结束了生命,因而未被认为配得上被称为幸福。
"Ἄτοπον δὴ γίνοιτ’ ἄν." Τοῦτό ἐστι τὸ ἑπόμενον ἄτοπον, τὸ κινδυνεύειν ἀβέβαιον εἶναι τῷ τεθνεῶτι εὐδαίμονι τὸ μακάριον. εἰ γὰρ ἅπτοιτο ἐκείνου τὰ τοῖς ἀπογόνοις ἐνθεωρούμενα (πολλοί δ’ εἰσιν οὗτοι καὶ ἐπὶ πολὺ ἐκτεινόμενοι), ἐνδέχεται καὶ πολλὰ εἶναι καὶ ποικίλα τὰ κατὰ τὸν βίον ἐν αὐτοῖς θεωρούμενα καὶ πῇ μὲν ἀγαθά, πῇ δὲ μή, ὡς ἐκ τῆς τούτων διαφορᾶς καὶ τῆς πρὸς ἄλληλα ἐναντιότητος καὶ τὸν τεθνεῶτα συμμεταβάλλεσθαι καὶ πῇ μὲν εὐδαίμονα, πῇ δὲ ἄθλιον γίνεσθαι.
“这确实是荒谬的。” 这就是随之而来的荒谬后果:死去的幸福之人,其福乐面临不稳固的危险。因为如果在后代身上所见的事情触及那个人(而这些后代人数众多且绵延久远),那么在他们一生中所见的事情也可能是繁多且多样的,有的方面是善,有的方面则不是;结果由于这些差异以及彼此之间的对立,死者也随之一同改变,有时变得幸福,有时又变得悲惨。
"Ἄτοπον δὲ καὶ τὸ μηδὲν μηδ’ ἐπί τινα χρόνον." Τοῦτό ἐστι, φησί, τὸ μάλιστα τὴν ἀπορίαν ποιοῦν, ὅτι ἑκατέρωθεν ὁ λόγος ἔχει τι ἑπόμενον ἄτοπον. κἂν γάρ τις ἐρεῖ μὴ συνικνεῖσθαι τοῖς γονεῦσι τὰ τῶν ἐξ αὐτῶν μηδ’ ἐπί τινα χρόνον, ἀκοινώνητον τοῦτο καὶ ἄσπλαγχνον, κἂν συνικνεῖσθαί τις εἴπῃ, ἀβέβαιον ἔσται τῷ μακαρίως ζήσαντι τὸ μακάριον, ταῖς διαφοραῖς τῶν βίων τῶν ἀπογόνων συμμεταπῖπτον καὶ αὐτὸ συμμεταβαλλόμενον, ὡς καὶ τὰ ἐναντία ποτὲ συντρέχειν ἐν τῷ αὐτῷ καὶ διὰ τάδε μὲν μακαρίζεσθαι, διὰ τάδε δὲ ταλανίζεσθαι, ἐναντίως πολλάκις ἐχόντων τῶν ἀπογόνων.
“但若认为毫无触及、甚至在任何一段时间内都没有,这也是荒谬的。” 他说,最造成疑难的正是这一点:无论从哪一方来看,这一论证都会导致某种荒谬。因为如果有人说出自他们的后代的事情哪怕在任何一段时间内都不触及父母,这是不通人情且缺乏同情心的;而如果有人说会触及,那么对于有福地生活过的人来说,其福乐将是不稳固的,伴随着后代生活的差异而一同变迁,自身也随之一同改变,以至于相反的境遇有时聚集在同一个人身上,因这些事被称为有福,又因那些事被哀叹为悲惨,因为后代常常处于相反的境况之中。
"Ἀλλ’ ἐπανιτέον ἐπὶ τὸ πρότερον ἀπορηθὲν ἕως τοῦ ἀνακυκλεῖσθαι περὶ τοὺς αὐτούς." Ἐπὶ τὴν ἐξ ἀρχῆς ἀπορίαν ἀνατρέχει βουλόμενος διὰ τῆς πρὸς ταύτην ἐπιλύσεως καὶ τοῖς μετ’ ἐκείνην ζητηθεῖσι τὰς λύσεις εὑρέσθαι. ἣ δὲ ἦν ἡ πρὸς τὸν λόγον τοῦ Σόλωνος, ὃς δεῖν ἔθετο μηδένα μακαρίζειν πρὸ τέλους ζωῆς. αὔξει δὲ τὸ ἄπορον εἰς ἀτοπώτερον ἔτι ἄγων τὸν λόγον. πῶς γάρ, φησίν, οὐκ ἄτοπον εἴ τις τὸ τέλος ὁρῶν ἕκαστον τῶν εὐδαιμόνων μακαρίζει μετὰ τὸ τέλος, οὐχ ὅτι ἔστι μακάριος ἀλλ’ ὅτι πρότερον γέγονεν, ὡς συμβαίνειν μὴ ἀληθεύειν τὸν λέγοντα ὑπάρχειν τὸ ὑπάρχον, ὅταν ὑπάρχῃ,1 ἀλλὰ τὸν λέγοντα ὑπάρχειν τὸ ὑπάρξαν, ὅταν οὐχ ὑπάρχῃ. τοῦτο δέ φησι διὰ τὰς μεταβολὰς τῶν τυχῶν καὶ διὰ τὸ ὑπολαβεῖν μόνιμόν τι τὴν εὐδαιμονίαν καὶ οὐκ εὐμετάβολον. τοιαύτη δὲ δοκεῖ ἡ εὐδαιμονία διὰ τὸ τέλος εἶναι τῶν ἀρετῶν καὶ τῶν κατ’ αὐτὰς πράξεων, ἕξεις δὲ ὑπάρχειν τὰς ἀρετάς, καθ’ ἃς διὰ παντὸς ζῶντες οἱ σπουδαῖοι καὶ ἐνεργοῦντες οὐδέποτε εἰς λήθην αὐτῶν ἔρχονται. αἱ δὲ τύχαι τοσοῦτον εὐμετάβολοι, ὡς περὶ τοὺς αὐτοὺς πολλάκις ἀνακυκλεῖσθαι. ἐνδέχεται γὰρ τὸν αὐτὸν ἀπὸ τοῦ εὖ ἔχειν τῆς τύχης ἐπὶ τὸ κακῶς μεταβάλλεσθαι καὶ αὖ ἀπὸ τοῦ κακοῦ εἰς τὸ εὖ, καὶ τοῦτο πολλάκις.
“‘但必须返回到先前疑难的事情’,直到,‘围绕着同样的人循环往复。’” 他回到了最初的疑难,希望通过对这一疑难的解决,也为继之探讨的事情找到解决办法。而这就是针对梭伦的主张的疑难,梭伦确立了在生命终结之前不应称任何人是有福的。他把这一论点引向更加荒谬的境地,从而加剧了这一疑难。因为他说,如果有人着眼于终点而在终点之后称每一个幸福之人为有福,不是因为他正是有福的,而是因为他此前曾经是有福的,以至于结果并非当属于的事物属于时说它属于的人说了真话,而是当事物不属于时说曾经属于的事物属于的人说了真话,这岂不是荒谬至极吗?他说这些是由于命运的变迁,并且由于将幸福设想为某种恒久且不易变迁的东西。幸福之所以显得是这样,是因为它是诸德性及依德性之行动的终极目的,而诸德性是作为品质存在的,优秀的人终身依之生活与行动,决不会遗忘它们。然而命运却是如此易变,以至于常常围绕着同样的人循环往复。因为同一个人完全可能从命运的顺境转向逆境,又从逆境转向顺境,而且这种情况常常发生。
- 1.148ὡς συμβαίνειν μὴ ἀληθεύειν τὸν λέγοντα ὑπάρχειν τὸ ὑπάρχον, ὅταν ὑπάρχῃ, ἀλλὰ τὸν λέγοντα ὑπάρχειν τὸ ὑπάρξαν, ὅταν οὐχ ὑπάρχῃ.
由ὡς加不定词构成的结果从句(ὡς συμβαίνειν...)。不定词ἀληθεύειν的宾格逻辑主语由两组对比性的带冠词分词短语构成(μὴ ... τὸν λέγοντα ... ἀλλὰ τὸν λέγοντα ...),它们各自支配间接引语不定词ὑπάρχειν,其内部又由中性实体化分词(τὸ ὑπάρχον“现存/属于之物”与τὸ ὑπάρξαν“曾属于之物”)分别搭配时间状语从句(ὅταν...)形成鲜明对照。
- 1.145εἰ γὰρ εἴη μακαρίως βιοὺς μέχρι γήρως καὶ τελευτήσας κατὰ λόγον, ἤτοι κατὰ ἀκολουθίαν καὶ ἀναλογίαν τῆς αὐτοῦ μακαριότητος, ὡς μηδ’ ἐν τῷ τέλει συμβάντος αὐτῷ τινος τῶν ἐναντίων, ἐνδέχεται δὲ πολλὰς συμβαίνειν περὶ τοὺς ἐκγόνους μεταβολάς, [...] ἕπεταί τι ἐντεῦθεν ἄτοπον τῷ μακαρίως βεβιωκότι.
长篇条件句结构。由εἰ γὰρ εἴη引导的条件从句包含希求法与分词(βιούς, τελευτήσας),并通过δέ并列了另一分句(ἐνδέχεται δὲ...),其主句则使用直陈式现在时(ἕπεται)。其句法骨架为:“因为即使某人应当已……地生活,然而……又是可能的,由此便会随之产生某种荒谬”。
未在正文中定位
