← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§92.17-93.26

对梭伦之说的探讨与后代命运对死者的影响

亚里士多德探讨了梭伦关于“临终前不可称任何人有福”的名言,批判了如果幸福是现实活动则死后仍有幸福的荒谬性,并将梭伦的真意解释为在超越灾祸后才得以安全地称颂,进而探讨了后代的际遇是否影响死者这一新疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.142

" Τὸν δὲ τοιαύταις χρησάμενον τύχαις." Τὸν πολιτικὸν ἄνδρα καὶ τῆς ἐν μέσῳ διαγωγῆς ἀντεχόμενον πόλεώς τε ἄρχοντα καὶ χώρας καὶ πολλῶν προϊστάμενον καὶ εὐθηνοῦντα, εἶτα ἐκπεσόντα πάντων καὶ εἰς τὴν ἐναντίαν καταστάντα διάθεσιν καὶ ἀθλίως τελευτήσαντα τίς ἂν εὐδαιμονίσοι ἐλέους παθόντα καὶ θρήνων ἄξια;1

“而对于遭遇此种命运的人”一个从事城邦事务并持守中道生活的人,统治城邦和土地,统领众人并且繁荣昌盛,随后却失去了一切,落入相反的境地,悲惨地死去,并遭受了值得怜悯与悲叹之事,有谁会称他为幸福的呢?

§1.143

"Πότερον οὖν οὐδ’ ἄλλον οὐδένα." Ἀθηναῖος σοφὸς 〈ὁ〉 Σόλων καὶ νομοθέτης Ἀθήναις γενόμενος. οὗτος ἔφη 〈δέον εἶναι〉 μηδένα πρὸ τελευτῆς μακαρίζειν. περὶ τούτου Ἀριστοτέλης ζητεῖ εἰ χρὴ τὴν τοιαύτην αὐτοῦ θέσιν κρατεῖν ὥστε μέχρι ἐν τῇ παρούσῃ ζωῇ συντηρεῖται καλῶς ἐν πᾶσιν ἔχων τις ἄνθρωπος, μὴ μακαρίζειν αὐτόν, ὁπηνίκα δὲ ταύτης χωρισθῇ, συντηρηθεὶς μέχρι τέλους ἐν ἐκείνοις τοῖς ἀγαθοῖς, τηνικαῦτα τοῦτον κρίνειν εὐδαίμονα. εἶτα φησίν· εἰ φήσομεν οὕτως ὁ Σόλων φησίν,2 ἆρά γε καὶ ἔστιν ἀληθῶς εὐδαίμων μετὰ τὴν ἐνταῦθα ζωὴν ἄνθρωπος ὁ ἐν ἀγαθοῖς διανύσας αὐτήν; πρὸς ὃ ἐπιφέρει, ὅτι τοῦτο παντελῶς ἄτοπον καὶ ἐναντίον ἡμῖν τοῖς λέγουσιν ἐνέργειάν τινα τὴν εὐδαιμονίαν. μετὰ γὰρ θάνατον ὁ τεθνεὼς ἀνενέργητος. πῶς οὖν τῷ ἀνενεργήτῳ εὐδαιμονία ὑπάρξει ἢ ἐνέργεια ἀποδέδοται; ἔσται γὰρ ἔχων ἐνέργειαν ὁ ἀνενέργητος. εὐδαιμονίας δὲ μὴ ὑπαρχούσης αὐτῷ, πῶς ὀρθῶς εὐδαιμονισθήσεται;

“那么,是否其他任何人也不应当”梭伦是一位雅典智者,并成为雅典的立法者。他说应当在临终之前不称任何人是有福的。关于这一点,亚里士多德探讨是否应当接受他的这种论题:只要某个人在现世的生命中保持着在一切方面都处于良好状态,就不称他是有福的;而每当他脱离这种生命,且在那些善物中保持直到终点时,那时才判定他是幸福的。随后他说:如果我们主张梭伦的意思是这样,那么在善物中度过现世生命的这个人,在此地的生命之后真的就是幸福的吗?对此他补充道,这是完全荒谬的,并且与我们这些主张幸福是某种现实活动的人相矛盾。因为在死后,死者是不活动的。那么幸福又如何属于不活动的人,或者活动又如何能归属于他呢?因为不活动的人将会变成拥有活动的人。而如果不活动的人并不拥有幸福,他又如何能被正当地称为幸福呢?

§1.144

"Εἰ δὲ μὴ λέγομεν τὸν τεθνεῶτα ἕως τοῦ εὐπραξίαι τὲ καὶ δυστυχίαι." Ἀπορήσας πρὸς Σόλωνα καὶ ἄτοπον εἶναι εἰπὼν μακαρίζειν τὸν τεθνεῶτα ὡς ἐναντίον ὂν πρὸς τὴν τῆς εὐδαιμονίας ἀπόδοσιν, ἐπιλύει μὲν τὴν ἀπορίαν, ὅτι οὔ φαμεν τὸν τεθνεῶτα ὡς τεθνεῶτα εὐδαίμονα. οὐδὲ Σόλωνος οὗτος ὁ λογισμὸς ἐν τῷ λέγειν μετὰ θάνατον δεῖν μακαρίζειν τὸν καλῶς τὸν βίον διαγαγόντα, ἀλλ’ ὅτι τηνικαῦτα ἀσφαλῶς ὁ ἀγαθὸς μακαρίζεται ἄνθρωπος ὡς ἤδη τὰ κακὰ ὑπερβὰς καὶ τὰ δυστυχήματα. λέγει δὲ κακὰ μὲν τὰ κατὰ προαίρεσιν ἀποπτώματα, δυστυχήματα δὲ τὰ μὴ ἐφ’ ἡμῖν. ποιεῖται δὲ καὶ τοῦτο ἀμφισβητήσιμον. δοκεῖ γὰρ τῷ τεθνεῶτι καὶ ἀγαθὸν εἶναι καὶ κακόν, καθ’ ἕνα μὲν τρόπον ὅτι ἀγαθὸν αὐτῷ ὁ μακαρισμός, κακὸν δὲ αὖθις ὅτι αὐτοῦ μὴ αἰσθάνεται. 〈κἂν〉 αὐτῷ οἱ ἀπόγονοι τύχοιεν εὖ ἐν ἅπασιν ἔχοντες, ἀγαθὸν μὲν ἴσως καὶ τοῦτο αὐτῷ ὡς ἐκείνου κατὰ τὴν ἀναφορὰν ἐφικνούμενον, κακὸν δὲ αὖθις ὅτι μηδὲ τούτου εἰς αἴσθησιν ἥκει, ὥσπερ κἂν εἴ τις ζῴη μὲν ἐν ἀγαθοῖς τοῖς κατὰ τὸν βίον ἀγαθὸς ὤν, τῶν δὲ οἰκείων αὐτοῦ εὖ ἐχόντων καὶ αὐτῶν εἰς γνῶσιν οὐκ ἔρχεται ἢ δι’ ἀποδημίαν ἴσως ἢ διὰ χρόνιον καὶ σφοδρὰν ἀσχολίαν πρὸς ἕτερα, οὕτω καὶ τῷ τεθνεῶτι συμβαίνει πολλάκις γίνεσθαι μηδεμίαν αἴσθησιν ἔχοντι τῶν ἀγαθῶν, ἃ τοῖς οἰκείοις αὐτοῦ συμβέβηκεν. ἀγαθῶν γὰρ ἐφικνουμένων αὐτοῦ ἐν γνώσει μὴ γίνεσθαι πῶς ἀγαθόν;3 καθ’ ἕτερον δὲ τρόπον, εἰ αὐτοῦ ἐν ἀγαθοῖς τελευτήσαντος φαύλως οἱ ἀπόγονοι ἕξουσιν. ὡς γὰρ αἱ τιμαὶ τῶν ἀπογόνων καὶ εὐπραξίαι αὐτοῦ καθάπτονται, οὕτω καὶ αἱ ἀτιμίαι καὶ δυσπραγίαι. κἀντεῦθεν αὐτῷ ῥυπαίνεται τὸ μακάριον. ταῦτα δέ φησι παριστῶν ὡς οὐδὲ μετὰ θάνατόν ἐστιν ἀσφαλὲς τῷ εὐδαίμονι τὸ μακάριον, εἰ μὴ κατ’ αὐτὴν λαμβάνοιτο μόνον. καὶ οὕτω δέ γε ἐμποδίζοιτ’ ἂν ἐπεὶ μὴ αἰσθάνεται.

“但如果我们不说死者,直到,顺境与不幸”在对梭伦提出疑难并指出称死者为有福是荒谬的(因为这与幸福的定义相矛盾)之后,他解决了这一疑难,即我们并非将死者作为死者而称为幸福。梭伦在说应当在死后称优美地度过生命的人为有福时,其意图也不是这样,而是说善人在那时才可以安全地被称颂为有福,因为他已经超越了恶行与不幸。他把依抉择而犯下的过失称为恶行,把不取决于我们自己的事情称为不幸。但他使这件事情也变得存有争议。因为对于死者来说,似乎既有善也有恶:依一种方式,受人称颂对他而言是善,但他无法感知这一点反过来又是恶。即使他的后代碰巧在一切方面都很顺遂,也许这对他而言也是善(因为通过关联能够触及他),但他连对此都无法感知反过来又是恶;正如某个人作为善人在生命中的善物中生活,却由于出国旅行,或者由于长期强烈地专注于其他事务,未能获知其亲属处于良好状态一样;对死者而言也常常如此,对于发生在亲属身上的善事没有任何感知。因为善事触及自己却无法获知,这又如何算作是善呢?而依另一种方式,如果他在善物中死去之后,后代的生活陷入困境。因为正如后代的荣耀和顺境触及他一样,他们的耻辱和逆境也同样触及他。由此,他的福乐受到了玷污。他说这些是为了表明,对幸福的人而言,甚至在死后福乐也不是稳固的,除非仅仅按照福乐本身来理解。然而即使如此,它也会因其无法感知而受到阻碍。

语法注3 条
  1. 1.142Τὸν πολιτικὸν ἄνδρα ... τίς ἂν εὐδαιμονίσοι ἐλέους παθόντα καὶ θρήνων ἄξια;

    句首的长宾格短语 Τὸν πολιτικὸν ἄνδρα ... εὐθηνοῦντα, εἶτα ἐκπεσόντα ... καὶ ἀθλίως τελευτήσαντα 经过长距离倒置(hyperbaton),作疑问主句谓语动词 τίς ἂν εὐδαιμονίσοι(ἄν 加希求法表潜能)的直接宾语。随后的分词短语 ἐλέους παθόντα καὶ θρήνων ἄξια 亦修饰该宾格对象,其中属格 ἐλέους ... καὶ θρήνων 受形容词 ἄξια 支配。

  2. 1.143εἰ φήσομεν οὕτως ὁ Σόλων φησίν

    此处理解为省略间接引语连接词 ὅτι 的结构,或作为直接引述并列句(“如果我们主张:‘梭伦是如此说的’”)。从句 ὁ Σόλων φησίν 名词性地充当 φήσομεν 的宾语。

  3. 1.144ἀγαθῶν γὰρ ἐφικνουμένων αὐτοῦ ἐν γνώσει μὴ γίνεσθαι πῶς ἀγαθόν;

    主句为一个带有述语形容词 ἀγαθόν 的修辞性反问句,系动词 ἐστί 被省略,语法主语为不定式短语(τὸ)ἐν γνώσει μὴ γίνεσθαι。句首的 ἀγαθῶν ... ἐφικνουμένων αὐτοῦ 为独立属格结构,其中属格代词 αὐτοῦ 受表接触、达到的动词 ἐφικνεῖσθαι 支配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:92.17-93.26