← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§91.1-92.16

完全生命的要求与死前不称幸福

厄斯特拉齐奥斯阐释了亚里士多德为何不将动物和儿童称为幸福的,并解释了幸福需要完全的德性与完全的生命这一条件。他进一步以普里阿摩斯的悲剧为例,论述了人在晚年之前可能经历诸多变故,因此在生命终结之前不能称任何人是幸福的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.138

" Εἰκότως οὖν οὔτε βοῦν." Πόρισμα τοῦτο τοῖς εἰρημένοις ἀκολουθεῖ. εἰ γὰρ ψυχῆς λογικῆς ἐνέργεια κατ’ ἀρετὴν ἡ εὐδαιμονία, λογικὴ δὲ ψυχὴ ἐν τοῖς ἀλόγοις ζῴοις οὐκ ἔστιν, οὐδὲ τοιαύτη τις ἂν εἴη ὅλως ἐνέργεια ἐν αὐτοῖς. μὴ οὔσης δὲ τοιαύτης ἐνεργείας, οὐδὲ εὐδαιμονία ἔσται. διὰ τοῦτο οὐδὲ λέγεται εὔδαιμον οὐδὲν ἐξ αὐτῶν.

“因此,自然地,牛既不”这一推论紧接着先前的论述。因为,如果幸福是理性灵魂依照德性的现实活动,而理性灵魂并不存在于无理性的动物之中,那么在它们之中也全然不可能有任何这样的现实活动。如果不存在这样的现实活动,幸福也就不会存在。正因如此,它们之中没有任何一个被称为幸福的。

§1.139

"Διὰ ταύτην δὲ τὴν αἰτίαν οὐδὲ παῖς." Οὐ μόνον, φησί, τῶν ἀλόγων ζῴων εὔδαιμον οὐδὲν ἀλλὰ καὶ παῖς ἀνθρώπου οὐκ ἔστιν εὐδαίμων, εἰ καὶ λογικῆς ἐστι φύσεως. οὔπω γὰρ αὐτῷ ἡ ἡλικία κεχώρηκεν ἢ ἀρετὴν ἔχειν ἢ κατ’ αὐτὴν ἐνεργεῖν. εἰ δέ τις εἴη τῶν παιδίων εὐδαίμων λεγόμενος καὶ μακαριζόμενος, κατ’ ἐλπίδα αὐτῷ προσάπτεται τοὔνομα, τῶν οὕτω καλούντων αὐτὸν ἐλπιζόντων αὐτὸν γενήσεσθαι τοιοῦτον, εἰ χρόνος αὐτῷ ἐπιδαψιλευθείη, τῆς ἐλπίδος ὑποτεινομένης,1 ἢ διὰ τὸ ἐξ εὐδαιμόνων κατάγεσθαι, ἢ διὰ τὸ εὐφυΐαν ἔχειν πρὸς τὰ καλὰ καὶ ἐντρέχειαν, ἢ καὶ τῆς ψυχῆς ἴσως ὁρμήν τε καὶ ὄρεξιν, πρὸς δὲ τὰ αἰσχρὰ μῖσος καὶ ἀποστροφήν, ἢ διά τι τοιοῦτον ἕτερον.

“由于这个原因,孩子也不”他说,不仅无理性的动物没有一个是幸福的,而且人类的孩子即使具有理性的本性,也不是幸福的。因为就其年龄而言,还未进展到足以拥有德性或依照德性进行现实活动的阶段。但如果小孩子中有任何人被称为幸福并受到祝福,这个名称乃是出于期望而附加在他身上的,这样称呼他的人期望他将成为这样的人——如果时间充分赐予他的话;这种期望之所以被引发,或是因为出身于幸福的门第,或是因为对高尚之事具有天赋的资质和敏捷,或是也许还由于灵魂具有冲动与渴望,而对可耻之事具有憎恶与嫌弃,或是由于某种其他类似的原因。

§1.140

"Δεῖ γὰρ ὡς εἴπομεν." Πρὸς τὸ ἐφικέσθαι, φησί, τοῦ ἀρίστου τέλους χρεία ἐστὶ καὶ τῆς κατ’ ἀρετὴν τελειότητος καὶ τὸν βίον τῷ τέλει περικλεισθῆναι. οὔτε δὲ τελεία ἡ ἀρετὴ τῷ παιδί, ἐπεὶ οὔπω χρόνος αὐτῷ ἱκανὸς δεδαψίλευται πρὸς τὴν κατ’ ἀρετὴν τελειότητα καὶ ὁ βίος αὐτῷ ἔτι πρὸς ταῖς ἀρχαῖς, ὥστε κατ’ οὐδένα τρόπον ἐνδέχεται προσεῖναι τῷ παιδὶ τὸ μακάριον.

“因为正如我们所言,需要”他说,为了达到最优秀的终极目的,既需要依照德性的完全,也需要生命被终点所闭合。但对于孩子来说,德性并不是完全的,因为为了依照德性的完全,充分的时间尚未赐予他,且他的生命仍处于起点附近,以致在任何意义上都不可能让孩子拥有至福。

§1.141

"Πολλαὶ γὰρ μεταβολαὶ γίνονται." Περὶ τοῦ παιδὸς εἰπὼν ὡς οὐκ ἔστι παῖδα λέγειν εὐδαίμονα, δείκνυσι νῦν ὡς οὐδ’ ἄνδρα δεῖ πρὸς τέλους εὐδαιμονίζειν,2 κἂν ἐν ἀρετῇ ζῴη καὶ ὑγείᾳ κἂν καλῶς αὐτῷ τὰ ἔξωθεν διακέοιτο, εἴ γε 〈οὐ〉 μόνον ἀρετῆς δεῖ τελείας ἀλλὰ καὶ βίου τελείου πρὸς εὐδαιμόνησιν. βίον δὲ τέλειόν φησιν, ὃν ἡ λῆξις τῆς παρούσης ζωῆς ἐπεσφράγισεν. ἄστατα γὰρ τὰ ἐνταῦθα καὶ τὰ ἐν γενέσει πάντα ἀβέβαια, οἷς οὐ μόνον τὸ σῶμα ἀλλὰ καὶ αὐτὴ ἡ ψυχὴ πολλάκις κατὰ τὰς ἕξεις καὶ τὰς ἐνεργείας μεταβάλλεσθαι πέφυκεν, ὡς ἐν σφοδροτάτῃ φορᾷ καταρρέοντος ὕδατος κατασυρομένη καὶ καταπίπτουσα. καὶ ὅρα ὅτι πιστῶν τὴν μεταβολὴν τὰς τύχας καὶ τὰ ἔξωθεν τέθεικεν ὡς ῥᾷον μεταβαλλόμενα· ἐνδέχεται γάρ, φησί, τὸν μάλιστ’ εὐθηνοῦντα μεγάλαις συμφοραῖς περιπεσεῖν ἐπὶ γήρως. καὶ τούτου παράγει τὸν Πρίαμον παράδειγμα, ὃς ἐξ ἀρχῆς τῆς ζωῆς αὐτοῦ μέχρι γήρως εὐθηνήσας καὶ βασιλεύσας Τρώων, χρηματίσας τε πολύπαις καὶ καλλίπαις καὶ ὑπὸ πολλῶν φιληθείς, ἐν γήρᾳ τὸ πᾶν ἀπεβάλετο, τῆς πόλεώς τε ἀνδραποδισθείσης αὐτῷ αὐτοῦ τε ἀπολωλότος παίδων δὲ τῶν μὲν σφαγέντων τῶν δὲ ζυγῷ δουλείας ὑποπεσόντων. ἐν τοῖς ἡρωικοῖς δὲ εἶπε περὶ Πριάμου τὸ μὲν διὰ τὸ κρείττω εἶναι Ὅμηρον τῶν λοιπῶν ποιητῶν, οἳ περὶ Πριάμου γεγράφασιν ἐν ἔπεσιν ἐκτεθεικότες τὴν ποίησιν, τὸ δὲ διὰ τὸ τὰ περὶ αὐτοῦ ἱστορηθέντα3 τοῖς ποιηταῖς ὡς τὰ ἐν μύθοις εἰρημένα ποιητικοῖς ἀλληγορεῖσθαί τε καὶ ἀνάγεσθαι. ἢ ἴσως ἡρωικὰ λέγει ἁπλῶς τὰ περὶ ἡρώων λεγόμενα. ἥρωας δὲ ἐκάλουν οἱ παλαιοὶ τοὺς παρ’ Ἕλλησιν εὐγενεῖς καὶ ἀγαθοὺς ἐν ταῖς πράξεσι.

“因为会发生许多变故”在谈论过孩子、指出不能称孩子为幸福之后,他现在表明,甚至对于成年的男子,在达到终点之前也不应当称其为幸福,即使他生活在德性与健康之中,且外在事物对他来说处于良好的状态——如果为了获得幸福,确实不仅需要完全的德性,而且需要完全的生命的话。他把当下的生命的终结予以盖棺定论的生命称为完全的生命。因为此处的事物并不稳定,处于生成之中的一切事物皆不确定,由于这些事物,不仅身体,甚至连灵魂本身也常常在品质状态与现实活动中生来易于发生变化,犹如在奔流而下的水流之极猛烈冲刷中被冲走并倾覆一样。请看,为了证实这种变故,他提出了命运和外在事物,视其为更容易变化的;他说,因为极度繁荣之人也有可能在老年遭遇巨大的灾祸。他就此引出了普里阿摩斯的例子作为证明:他从生命的开端直到老年一直极为繁荣,统治特洛伊人,享有子孙众多且优秀的盛名并受到众人的爱戴,却在晚年丧失了一切——他的城邦沦为奴役,他自己灭亡,他的孩子们有的被屠杀,有的屈从于奴役的枷锁之下。他在提到普里阿摩斯时说“在英雄故事中”,一部分是因为荷马优于其余那些以史诗形式阐述诗作并描写普里阿摩斯的诗人们,另一部分是因为诗人们关于他所叙述的事迹,正如诗意神话中所言之事一样,被赋予了寓意并得到向上升华的解释。抑或也许他只是简单地把关于英雄所言之事称为“英雄故事”。古人称希腊人中出身高贵且在行为上优秀的那些人为英雄。

语法注3 条
  1. 1.139τῆς ἐλπίδος ὑποτεινομένης

    属格独立结构,承接前文关于称呼者之期望(τῶν οὕτω καλούντων αὐτὸν ἐλπιζόντων αὐτὸν γενήσεσθαι τοιοῦτον)的描述,在此起引导说明作用,引出提出这一期望的具体缘由(ἢ διὰ τὸ... ἢ διὰ τὸ...)。

  2. 1.141οὐδ’ ἄνδρα δεῖ πρὸς τέλους εὐδαιμονίζειν

    介词短语 πρὸς τέλους 在此处的语境义相当于传抄异文 πρὸ τέλους(在终点之前),意指“直到生命终结之前”。与否定词 οὐδέ(甚至……也不)相连,表达不仅小孩,甚至成熟男子在寿终正寝之前也不应当被称为幸福的观点。

  3. 1.141τὸ μὲν διὰ τὸ κρείττω εἶναι Ὅμηρον τῶν λοιπῶν ποιητῶν... τὸ δὲ διὰ τὸ τὰ περὶ αὐτοῦ ἱστορηθέντα

    对仗短语 τὸ μέν... τὸ δέ 结构连接两个并列的因果从句(均由 διὰ τό + 不定词构成),意为“一方面是因为……,另一方面是因为……”。注疏家以此结构解释亚里士多德原文中的 ἐν τοῖς ἡρωικοῖς(在英雄事迹中),并提供了双重解释(荷马史诗的卓越地位以及英雄神话被寓意化解读的特质)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:91.1-92.16