← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§89.26-90.35

三种善事物的层级与政治学目的的一致

欧斯查蒂奥斯整理了灵魂、身体和外在善事物的层级作用,并论证了通过德性获得幸福的学说与篇首所确立的政治学终极目的完全相符。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.136

" Τῶν δὲ λοιπῶν ἀγαθῶν τὰ μέν." Ἐπεὶ τριχῇ τὰ ἀνθρώπινα διῄρηται ἀγαθά, εἰς τὰ ψυχῆς εἰς τὰ σώματος εἰς τὰ ἔξωθεν, πρώτως μὲν ἀναγκαῖον ὑπάρχειν τὰ τῆς ψυχῆς, δεύτερον δὲ τὰ τοῦ σώματος, ἵνα μή τινος ἐλλείποντος τούτων, ῥυπαίνηται τὸ μακάριον. τὰ δὲ ἔξωθεν, περὶ ὧν ἱκανῶς εἴπομεν, χρησιμεύει ὡς ὄργανα.

“而在其余的善事物中,有些。” 既然人类的善事物被分为三类——属于灵魂的、属于身体的和外在的善事物——那么首先必然具备属于灵魂的善,其次是属于身体的善,以免因缺少其中任何一项而使至福受损。至于外在的善事物,正如我们已经充分讨论过的那样,乃是作为工具而起作用的。

§1.137

"Ὁμολογούμενα δὲ ταῦτ’ ἂν εἴη καὶ τοῖς ἐν ἀρχῇ." Τὸ τὸν ἐκτιθέμενον λόγον σύμφωνον εἶναι δι’ ὅλου πρὸς ἑαυτὸν καὶ μηδαμῇ διαφερόμενον μηδ’ ἀντιπίπτοντα τῶν ἀναγκαιοτάτων ἐστίν· ἄλλως γὰρ οὐκ ἂν ἕξει περὶ τῶν λεγομένων τὸ πιστόν. ἐπεὶ οὖν ἐνταῦθα ὁ Ἀριστοτέλης πολιτικήν τινα τέχνην ἐκτίθεται καὶ περὶ τοῦ ἀνθρωπίνου τέλους εὐθὺς ἐξ ἀρχῆς παραδίδωσι, πρῶτον μὲν ἀπέδειξε τὸ εἶναι αὐτό, ἔπειτα τὸ τί ἐστι παρέδωκε καὶ τί αὐτῷ ὑπάρχει καὶ διὰ τί, εἶτα ἐκ ποίας αἰτίας ἡμῖν παραγίνεται καὶ ὅτι ἀπὸ τύχης μὲν οὔ, θεόθεν δὲ καὶ ἐκ τῆς κατὰ ψυχὴν ἀρετῆς καὶ ἀσκήσεως 〈καὶ μαθήσεως〉. δεῖ γὰρ μαθεῖν πρότερον τὴν φύσιν τῆς ἀρετῆς καὶ ἀσκῆσαι τὰ κατ’ αὐτὴν ἐπίπονα, φερεπονοῦντας μὲν ἐν τοῖς λυπηροῖς, ἵνα τὸ ἀναγκαῖον τῇ ψυχῇ περιγένηται, ἐκκλίνοντας δὲ τὰ κατὰ γεῦσιν καὶ ἁφὴν ἡδέα τῷ σώματι δεόντως, ἵνα τὸ σῶφρον κτησώμεθα, φυλάττοντας δὲ τὸ καθῆκον ἐν διανομῇ καὶ συναλλάγμασιν, ἵν’ ἐπήβολοι τοῦ δικαίου γενώμεθα, πανταχοῦ δὲ τὸν λόγον ἔχοντες ἐπιστατοῦντα καὶ ἄρχοντα καὶ διευθετοῦντα ὀρθῶς ἕκαστον καὶ τὴν οἰκείαν τηροῦντα εὐγένειαν, ὡς τῶν χειρόνων κατασύρεσθαι μηδενός,1 ἵν’ εἴη τὸ φρονοῦν ἡμῖν ὑγιὲς καὶ νηφάλιον, ὡς ἐντεῦθεν ἐν ἕξει γεγονότας τῶν ἀρετῶν ἐνεργεῖν2 κατ’ αὐτὰς διὰ βίου παντός, καὶ μάλιστα κατὰ τὴν ἀρίστην αὐτῶν, ἡδέως ἔχοντας ἐπὶ τῷ ἐνεργεῖν τὰ καλά· καὶ οὕτως εἴημεν ἂν εὐδαίμονες καὶ μακάριοι. ταῦτα δὲ πάντα ἡμῖν οὐκ ἄν ποτε περιγένοιτο, εἰ μὴ θεὸν ἔχοιμεν ἵλεων καὶ συνεπιλαμβανόμενον ἡμῖν τῶν μαθήσεων καὶ ἀσκήσεων καὶ ἐνεργειῶν καὶ κατορθώσεων. μέχρι τούτου τὸν περὶ εὐδαιμονίας λόγον ἀναγαγὼν δείκνυσι τὰ προσεχῶς εἰρημένα ὁμολογούμενα τοῖς ἐν ἀρχῇ, λέγω δὲ τὸ αἰτίαν εἶναι προσεχῆ τῆς εὐδαιμονίας τὴν ἀρετήν, πρὸς δὲ καὶ τὸ κατ’ ἀρετὴν ἐνέργειαν εἶναι αὐτὴν τῆς ψυχῆς. ἔλεγε γὰρ ἐξ ἀρχῆς ἄριστον εἶναι τὸ τέλος τῆς πολιτικῆς, ἡ δὲ πολιτικὴ ἔργον ἔχει ἐπιμελέστατον ποιεῖν τοὺς πολίτας ποιούς τινας, ἤγουν ἀγαθοὺς καὶ πρακτικοὺς τῶν καλῶν. τοῦτο δ’ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ εἶναι αὐτοὺς σπουδαίους καὶ ζῶντας καὶ ἐνεργοῦντας κατ’ ἀρετήν. διὰ τοῦτο γὰρ καὶ νόμους τίθενται, τιμῶντες μὲν τοὺς κατορθοῦντας, κολάζοντες δὲ τοὺς ἁμαρτάνοντας, ἵν’ ἡ μὲν κακία ἀναχαιτίζηται, ἡ δ’ ἀρετὴ προάγηται καὶ πλατύνηται, καὶ κατ’ αὐτὴν ἐνεργούντων τῶν πολιτῶν, ἔχωσιν αἱ πόλεις τὸ ἄριστον τέλειον καὶ κάλλιστον καὶ ἥδιστον, τὴν εὐδαιμονίαν. καὶ ἔστιν οὕτως ἅπας ὁ περὶ εὐδαιμονίας λόγος πρὸς ἑαυτὸν ὁμόλογος, τῶν προηγουμένων καὶ ἐφεπομένων μηδαμῇ διαφωνούντων πρὸς ἄλληλα.

“而这些也应当与最初的论点相一致。” 所阐明的论述通篇自相融洽,绝不分歧或抵触,乃属于最必然之事;否则,它对于所言之理就无法具备可信度。既然亚里士多德在此处阐述某种政治技术,并从一开始就讲授关于人类终极目的的学说,那么他首先证明了它的存在,接着讲授了它是什么,有哪些属性属于它以及为何属于它,然后说明它是由何种原因降临于我们,并且证明它不是来自于运气,而是来自于神,以及依照灵魂的德性、锻炼〈与学习〉。因为人们必须首先了解德性的本性,并在依照德性的辛劳之事中进行锻炼——在痛苦之事中忍受劳苦,以便让灵魂获得所必需的事物;如其所当避开身体上依照味觉和触觉的快乐,以便我们获得节制;在分配和交往中恪守适宜的本分,以便我们掌握公正;在一切地方都让理性进行掌管、统治和正确地安排每一件事,并保持其固有的高贵,以致不被任何低劣之物所拉低,从而使我们的思虑部分保持健康与清醒——以便由此达到德性的品质状态,在整个一生中依照德性进行现实活动,尤其是依照其中最优秀者,并乐于践行高尚之事;如此一来,我们便能成为幸福和至福之人。然而,若非我们得蒙神明恩眷、并在我们的学习、锻炼、活动与善行中助我们一臂之力,这一切便决不可能为我们所获得。在将关于幸福的论述引导至此之后,他表明刚才所说的内容与最初的论点是一致的——我指的是德性是幸福的直接原因,此外幸福是灵魂依照德性的现实活动。因为他从一开始就说过政治学的终极目的是最优秀的,而政治学最专注的功业便是使公民成为具有某种性质的人,也就是成为善的并践行高尚之事的人。而这无非就是让他们成为优秀的人,并且依照德性来生活和施展现实活动。正因如此,人们才制定法律,表彰行之得当者,惩罚犯过失者,以便遏制恶行,发扬并光大德性,并且随着公民们依照德性展开现实活动,各城邦便能拥有最优秀、完全、最美且最惬意的事物,即幸福。这样一来,关于幸福的全部论述便通篇自相一致,前言与后语绝无任何相互冲突之处。

语法注2 条
  1. 1.137ὡς τῶν χειρόνων κατασύρεσθαι μηδενός

    连词 ὡς 搭配被动不定词 κατασύρεσθαι,表示结果或目的(“以致不被……拉低”)。属格短语 τῶν χειρόνων ... μηδενός 在被动不定词下充当施动者或来源/原因属格。

  2. 1.137ὡς ἐντεῦθεν ἐν ἕξει γεγονότας τῶν ἀρετῶν ἐνεργεῖν

    宾格分词 γεγονότας 与不定词 ἐνεργεῖν 的逻辑主语(即由前面非人称句 δεῖ μαθεῖν ... καὶ ἀσκῆσαι 所暗指的“我们”或一般人)相一致。该从属结构指示道德锻炼的归宿与结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:89.26-90.35