← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§9.22-10.34

技艺诸目的向政治学的归摄与自明公理

欧斯特拉提奥斯阐释了亚里士多德如何将具体技艺及其目的归摄于作为统摄性技艺的政治学之论证结构,并说明了迄今为止的前提何以被确立为自明公理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4

" Πολλῶν δὲ πράξεων οὐσῶν καὶ τεχνῶν καὶ ἐπιστημῶν πολλὰ γίνεται καὶ τὰ τέλη." Τὸ προκείμενον ἐνταῦθα δεῖξαι τὴν πολιτικὴν εἶναι πασῶν ὑπερκειμένην τεχνῶν καὶ κυρίαν πασῶν τῶν ἐν ταῖς ἀνθρωπίναις κοινωνίαις ἐπιτηδεύσεων ὡς ἀρχιτεκτονικὴν προϊσταμένην πασῶν καὶ πάσαις ἐπιτάττουσαν, ὡς εἶναι καὶ τὸ ταύτης τέλος τῶν ἄλλων ἁπάντων, ἃ ταῖς ἄλλαις τέλη ἐστὶ σκοπιμώτατόν τε καὶ τελικώτατον, ὡς τούτου ὑπάρχειν προσεχῶς καὶ τὸν ἄνθρωπον ἕνεκα1 ᾗ ἄνθρωπός ἐστι, ζῷον ὄντα φύσει κοινωνικὸν καὶ συναγελαστικόν. καὶ τοῦτο παρίστησιν ἀπὸ τῶν κατ’ εἶδος τεχνῶν ἀρχόμενος καὶ ἀνάγων μὲν πολλὰς εἰς μίαν καὶ τὰ τέλη αὐτῶν εἰς τὸ τέλος αὐτῆς καὶ τοῦτο τιθεὶς ἐκείνων τελικώτερον, εἶτα καὶ πολλὰς τοιαύτας εἰς μίαν ἑτέραν κυριωτέραν τουτωνί, ἧς καὶ τὸ τέλος τῶν τελῶν τῶν ὑπ’ αὐτὴν τελικώτερον, καὶ οὕτω προβαίνων ὁδῷ καὶ ἀεὶ πολλὰς ὑπὸ μίαν ποιούμενος καὶ τὰ πολλὰ τέλη ἐκείνων ὑπὸ ἓν τὸ αὐτῆς τελευταῖον ἀνάγει πάσας ὑπὸ μίαν ἀρχιτεκτονικὴν πασῶν τὴν πολιτικὴν καὶ ταύτην δείκνυσιν ἁπάσαις ἐφισταμένην καὶ πάσαις ἐπιτάττουσαν, ὡς εἶναι καὶ τὸ ταύτης τέλος πάντων τῶν τελῶν ἃ ταῖς τέχναις τέλη ἐστὶν αἱρετώτερόν τε καὶ τελικώτερον καὶ τοῦτο ὑπάρχειν τὸ τέλος τὸ ἀνθρώπινον, ὡς εἰρήκαμεν, ὅπερ ἐὰν εὕρωμεν, εἴημεν ἂν τὴν εὐδαιμονίαν εὑρόντες. Τὰ μέχρι μὲν τοῦδε ἀποφαινόμενα οὐδεμιᾶς ἠξίωσε παραμυθίας πρὸς πίστωσιν ἀλλ’ ὡς αὐτόπιστα ἔθετο ἀξιώματα. τότε γὰρ πρῶτον δῆλόν ἐστιν, ὡς μηδεμίαν τέχνην ἢ μέθοδον ἢ πρᾶξιν ἢ προαίρεσιν ἁπλῶς λέγεσθαι ὅπερ λέγεται, ᾗ μὴ ἀγαθοῦ τινος καὶ τέλους πρόσεστιν ἔφεσις, ἀλλ’ ὡς συντεθειμένον αὐτῇ καὶ τὸ μάταιον. ὡς γὰρ ὁ νεκρὸς ἄνθρωπος ἢ ὁ εὐνοῦχος ἀνὴρ οὐκ ἂν ῥηθεῖεν ἁπλῶς ὁ μὲν ἄνθρωπος ὁ δ’ ἀνήρ, ἀλλ’ ὁ μὲν νεκρὸς ἄνθρωπος ὁ δ’ εὐνοῦχος ἀνὴρ διὰ τὸ ἀντίφασιν ἕπεσθαι ταῖς ἁπλαῖς κατηγορίαις, ἐὰν λόγοι ἀντ’ ὀνομάτων λέγωνται. ἄνθρωπος μὲν γὰρ ζῷόν ἐστι λογικὸν θνητόν, τὸ δὲ ζῷον ἀντικείμενον τῷ νεκρῷ, ὅτι μὴ ζῶν ὁ νεκρός· καὶ αὖθις ὁ ἀνὴρ ἄνθρωπός ἐστιν ἐν ἑτέρῳ γεννᾶν πεφυκώς, ὁ δ’ εὐνοῦχος τοῦτο οὐ πέφυκεν. οὕτως οὐδὲ τέχνη ἂν εἴη ἥτις μὴ εὔχρηστος ἀλλ’ ἢ ματαιοτεχνία, ὅτι μηδέν τι τέλος αὐτῇ, ἢ κακοτεχνία, ὅτι κακὸν τὸ τέλος αὐτῆς, ὡς ἔχουσιν ἥ τε ἱμαντοπαικτικὴ καὶ ἡ κλεπτική, ὧν τῇ μὲν τέλος οὐδέν, τῇ δὲ κακόν, ἡ βλάβη καὶ ἀποστέρησις τῶν οἰκείων τοῦ κλεπτομένου. τὸ αὐτὸ δ’ ἂν ἐρεῖς ἐπί τε μεθόδου καὶ πράξεως καὶ προαιρέσεως, ὥστε οὐκ ἔδει λόγου τινὸς τὴν πρώτην συνιστῶντος ἀπόφανσιν· μᾶλλον μέντοι ἐξ αὐτῆς ὡς δήλης οὔσης καὶ αὐτοπίστου τὸν ἀποδεδομένον λόγον περὶ τοῦ ἀγαθοῦ ὡς ὀρθῶς ἔχοντα ἐπιστώσατο διὰ τοῦτο φήσας καλῶς ἀποφανθῆναι παρὰ τῶν ἀρχαιοτέρων τὸ ἀγαθὸν οὗ πάντα ἐφίεται;2 τοιαύτη δέ τίς ἐστι καὶ ἡ δευτέρα καὶ ἡ τρίτη ἀπόφανσις. τίς γὰρ ἀγνοεῖ, ὅτι αἱ μὲν τῶν τεχνῶν ἐνεργείας ἔχουσι τέλη, αἱ δὲ ἔργα παρὰ τὰς ἐνεργείας ἕτερα, καὶ ὅτι διάφορά ἐστι τῷ γένει ἔργον τε καὶ ἐνέργεια; τίς δὲ οὐκ οἶδεν ἐκ τῆς ἐναργείας, ὅτι ἐν αἷς τῶν τεχνῶν τέλη εἰσὶν ἔργα τῶν πράξεων ἕτερα, ἐν ταύταις βελτίω τῶν ἐνεργειῶν τὰ ἔργα ἐστίν, ὡς τῶν πράξεων ἤτοι ἐνεργειῶν ἕνεκα τῶν ἔργων οὐσῶν. ταῦτα δὲ πάντα εἴρηκεν εὐθὺς ἐξ ἀρχῆς, πρὸς τὴν εὕρεσιν ἀφορῶν τοῦ κοινοῦ τέλους τῆς καθ’ ἡμᾶς φύσεως, ὡς πάντων τῶν τελῶν ἑκάστης τέχνης καὶ μεθόδου καὶ πράξεως καὶ προαιρέσεως ἀναγομένων εἰς τὸ κοινὸν καὶ δι’ ἐκεῖνο πάντων ὄντων. ὡς εἰ μὴ ἐκεῖνό ἐστι, πάντα εἶναι μάταια τοῦ κοινοῦ τέλους ἐκπίπτοντα.3

“由于行为、技艺与科学有很多,目的也产生出很多。” 此处提出的课题是表明政治学凌驾于一切技艺之上,且统辖人类社会中的一切实践,作为统摄性技艺统领一切并号令一切,从而使得它的目的在其他一切目的(凡对其他事物而言是目的者)中也是最被追求的且最根本的终极之物,以至于人作为人,既然依本性是社会的和群居的动物,也直接为了这一目的而存在。他通过从具体技艺着手来确立这一点:将诸多技艺归摄于一种技艺,将它们的目的归摄于那一种技艺的目的,并将这一目的置于比那些目的更为根本的终极地位;继而又将诸多此类技艺归摄于比这些技艺更具统摄性的另一单一技艺,其目的也比隶属于其下的诸目的更为根本;如此依循秩序推进,始终将诸多技艺置于一种之下,并将它们的多重目的置于该技艺单一的目的之下,最终将一切技艺归摄于统治一切的单一统摄性技艺即政治学之下,并表明它统领一切且号令一切,从而使得它的目的也是在作为诸技艺目的的一切目的中最值得选择且最根本的终极之物,正如我们所说,这正是人的目的,我们若找到了它,便算是找到了幸福。 对于到此为止所作的断言,他认为不需要任何求取信服的辩护,而是将其作为自明的公理确立起来。因为那时首先显明的是,没有任何技艺、研究、行为或抉择能在缺乏对某种善和目的的追求时被端然称作其所被称呼之名,而是徒劳之性也与之相连。正如死人或阉人男性不会被端然分别称作人和男性,而是分别被称为死人和阉人男性,因为如果用本质定义替代名称,端然的述谓就会导致自相矛盾。因为人是理性的会死的动物,但动物与死尸相对立,因为死者并非活物;同样,男性是本性上能够在另一者中生育的人,而阉人本性上不具备这一点。如此看来,不具实际用处的也不会是技艺,而或者是空疏之艺(因为它毫无目的),或者是作恶之艺(因为它的目的是坏的),正如皮条戏法技与偷盗术那样:前者的目的荡然无存,而后者的目的则是邪恶的,即受盗者的损害与固有财产的剥夺。关于研究、行为与抉择,你也会说同样的话,因此并不需要某种确立第一断言的论证;倒不如说,从这一断言自身作为清楚且自明者出发,他确证了所给出的关于善的定义是正确的,并由此说古人把善漂亮地宣告为“万物所追求之物”,难道不是这样吗?第二和第三断言也是如此。因为谁会不知道,有些技艺以活动为目的,另一些技艺则以有别于活动的产物为目的,且产物与活动在属上有所不同呢?谁又会根据自明之理不知道,在那些以有别于行为的产物为目的的技艺中,产物优于活动,因为行为即活动是为了产物而存在的呢?然而他从一开始就说了这一切,乃是着眼于发现我们本性的共同目的,因为每一技艺、研究、行为与抉择的所有目的都被归摄于这一共同目的之下,且一切都因它而存在。因为如果那共同目的不存在,一切都脱离了共同目的,便尽皆落入空虚。

语法注3 条
  1. 1.4ὡς εἶναι καὶ τὸ ταύτης τέλος τῶν ἄλλων ἁπάντων, ἃ ταῖς ἄλλαις τέλη ἐστὶ σκοπιμώτατόν τε καὶ τελικώτατον, ὡς τούτου ὑπάρχειν προσεχῶς καὶ τὸν ἄνθρωπον ἕνεκα

    两个连续的 ὡς 加不定式(εἶναι, ὑπάρχειν)构成由 δεῖξαι 导出的结果或内容从句。后半句 ὡς τούτου ὑπάρχειν προσεχῶς καὶ τὸν ἄνθρωπον ἕνεκα 意为“以至于人也直接为了这一目的而存在”,其中 τούτου 指代前文政治学的目的(τὸ ταύτης τέλος)。

  2. 1.4μᾶλλον μέντοι ἐξ αὐτῆς ὡς δήλης οὔσης καὶ αὐτοπίστου τὸν ἀποδεδομένον λόγον περὶ τοῦ ἀγαθοῦ ὡς ὀρθῶς ἔχοντα ἐπιστώσατο διὰ τοῦτο φήσας καλῶς ἀποφανθῆναι παρὰ τῶν ἀρχαιοτέρων τὸ ἀγαθὸν οὗ πάντα ἐφίεται;

    句末带有问号,被理解为反问句(修辞性疑问句)。紧承前文“不需要论证来确立第一断言”,此处以 μᾶλλον μέντοι 引出:难道他不是反而凭借其自明性确证了善之定义的正确性吗?以此强化肯定的论断。

  3. 1.4ὡς εἰ μὴ ἐκεῖνό ἐστι, πάντα εἶναι μάταια τοῦ κοινοῦ τέλους ἐκπίπτοντα.

    这是 ὡς 接宾格加不定式(πάντα εἶναι μάταια)的结构,中间包含一个条件从句(εἰ μὴ ἐκεῖνό ἐστι)。它起到底层理由说明或间接引述的作用(“因为若那共同目的不存在,一切便都归于徒劳”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:9.22-10.34