- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:11.1-12.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯注解了亚里士多德关于诸技艺逐级归摄于更高统摄性技艺之下(如马勒制作术隶属于马术,马术隶属于军事术)的论证(1094a9),指出这种层级上升并非漫无止境,而是必然收敛于单一的人类本性的终极目的,并从质料性以及成败两重性的角度解释了亚里士多德为何将技艺称作“能力”。
" Ὅσαι δ’ εἰσὶ τῶν τοιούτων ὑπὸ μίαν τινὰ δύναμιν, καθάπερ ὑπὸ τὴν ἱππικὴν χαλινοποιητικὴ καὶ ὅσαι ἄλλαι τῶν ἱππικῶν ὀργάνων εἰσίν, αὕτη δὲ καὶ πᾶσα πολεμικὴ πρᾶξις ὑπὸ τὴν στρατηγικήν, τὸν αὐτὸν δὴ τρόπον ἄλλαι ὑφ’ ἑτέρας, ἐν ἁπάσαις δὲ τὰ τῶν ἀρχιτεκτονικῶν τέλη πάντων αἱρετώτερα τῶν ὑπ’ αὐτά. τούτων γὰρ χάριν κἀκεῖνα διώκεται." Ταῦτα προετοιμασία ἐστὶ πρὸς τὸ κοινὸν τέλος τῆς ἀνθρώπου φύσεως ᾗ ἄνθρωπός ἐστι. πάντα γὰρ τὰ τέλη τῶν εἰρημένων ἕξεων ἢ ἐνεργειῶν ἀνθρώπου μέν εἰσι καὶ αὐτά, πλὴν οὐχ ἁπλῶς ἀλλὰ τινά, ὡς ἀνθρώπου μὲν οὐσῶν ἰδίων τῶν τεχνῶν τε καὶ μεθόδων καὶ πράξεων καὶ προαιρέσεων, κατανειμαμένων δὲ ἑκάστης τέλος τι, οὗ ἕνεκά ἐστιν ἢ γίνεται, καὶ ὡς οἰκεῖον ἐχούσης αὐτό,1 οὔπω δὲ οὐδενὸς τούτων τοῦ κοινοῦ ὄντος τέλους, δι’ ὃ γέγονεν ἄνθρωπος, ἐκείνου δὲ ὄντος ὑφ’ ὃ πάντα ἀνάγεται, τούτων δὲ πασῶν ὑπηρετουσῶν τῇ δυνάμει ἐκείνῃ, ἧς τέλος ἐστίν, ὅπερ καὶ τοῦ ἀνθρώπου ἐστὶν ᾗ ἐστιν ἄνθρωπος. ὅτι δὲ οὕτως ἔχει καὶ μία τις δύναμις, ὑφ’ ἣν πᾶσαι ἀνάγονται καὶ ἧς τὸ τέλος τῶν λοιπῶν ἐστι τελικώτατόν τε καὶ σκοπιμώτατον καὶ διὰ τοῦτο καὶ αἱρετώτατον, δῆλον ἂν εἴη ἐξ ὧν εὑρίσκονται πολλαὶ τέχναι καὶ δυνάμεις ὑπὸ μίαν ἀναγόμεναι τέχνην ἢ δύναμιν καὶ ἔχουσαι ἐκείνην ἀρχιτεκτονικὴν ἑαυτῶν ἤτοι ἐπιτακτικὴν καὶ προστάτιδα, ἐπιτάττουσαν αὐταῖς οἷα χρὴ τὰ ἑαυτῶν κατασκευάζειν ἀποτελέσματα, ὥστε αὐτῇ εὔχρηστα γίνεσθαι. ἔχει δὲ οὕτως ἡ ἱππικὴ πρός τε τὴν χαλινοποιητικὴν καὶ τὰς λοιπάς, ὅσαι ὄργανα τοῖς ἱππαζομένοις κατασκευάζουσι πρὸς τὴν ἱππικὴν χρησιμεύοντα· οὐ μὴν ἀλλὰ καὶ αἱ πρὸς ἄλλας οὖσαι ἀρχιτεκτονικαὶ ὑφ’ ἑτέρας πολλάκις κυριωτέρας ἀνάγονται ἐπιταττούσας αὐταῖς καὶ τὰ τέλη ἐχούσας τῶν ἐκείνων τελῶν τελικώτερα, ὥσπερ ἔχει ἡ στρατηγικὴ πρὸς τὴν ἱππικὴν ἢ τὰς ἄλλας ὅσαι πολεμικαὶ ἕξεις ἢ πράξεις εἰσίν, οἷον τὴν τοξευτικὴν τὴν ἀσπιδοφορικὴν τὰς τοιαύτας. πασῶν γὰρ τούτων ἡ στρατηγικὴ τυγχάνει ἀρχιτεκτονική, ὡς πάσαις αὐταῖς ἐπιτάττουσα, πῶς μὲν δεῖ ἱππάζεσθαι, πῶς δὲ τοξεύειν, πῶς ἀκοντίζειν, πῶς παρατάττεσθαι, πῶς τοῖς πολεμίοις ἐπέρχεσθαι, τὰ τοιαῦτα πάντα· καὶ οὕτως ἄλλαι ὑπ’ ἄλλας. καὶ οὐκ ἐπ’ ἄπειρον πάντως ἡ ἄνοδος, ἀλλὰ δεῖ τινα μίαν εἶναι, ἥτις αὐτή τε πασῶν προΐσταται καὶ τὸ τέλος αὐτῆς πάντων ἐστὶ τῶν τελῶν αἱρετώτατόν τε καὶ τελικώτατον. δύναμιν δὲ τὴν τέχνην ὠνόμασε διὰ τὸ ἔνυλον. ἡ γὰρ ἐν ὕλῃ δύναμις ὡς ἐν τῷ δυνάμει θεωρουμένη ἥ τε ἁπλῶς καὶ ἡ πῇ, δι’ ἣν καὶ αἱ τέχναι δυνάμεις,2 ὡς ἐνδεχόμεναι καὶ τὸ ἐπαμφοτερίζειν ἔχουσαι περί τε ἀπότευξιν καὶ κατόρθωσιν· ἁπλῶς δὲ ὕλην λέγομεν τὴν πᾶσι τοῖς γινομένοις κοινήν, πῇ δὲ τὴν προσεχῆ ἑκάστου.
“然而在此类事物中,凡隶属于某一单一能力之下的——正如马勒制作术以及其他所有涉及马具的技艺隶属于马术,而马术自身与一切作战行动又隶属于军事术,依此相同方式,其他事物隶属于另一些事物之下——在所有这些事物中,统摄性技艺的目的比起隶属于其下的所有目的都更值得选择;因为那些目的也是为了这些目的而被追求的。” 这些话是着眼于人作为人的人类本性的共同目的所作的预备铺垫。因为上述各种品质或活动的所有目的虽然本身也属于人,但并非绝对地属于人,而是在特定意义上属于人,因为技艺、研究、行为与抉择虽为人所特有,且各自划分出某种它为了之而存在或生成的目的,并将其作为自身固有的目的来持有,然而这些目的中尚无一个是人为了之而生成的那一共同目的,而一切事物所归摄于其下的那个目的才是共同目的,所有这些技艺与行动都服务于那一能力,其目的正是人作为人所具有的目的。事实确实如此,且存在着某种单一的能力,所有事物都被归摄于其下,其目的在其余目的中是最根本的终极之物、最被追求之物,并因此也是最值得选择之物,这一点从以下事实中即可显明:人们发现许多技艺与能力被归摄于单一的技艺或能力之下,并将那一技艺作为自身的统摄性技艺,即发号施令与统领之艺,向它们指示应当如何制作自身的产品以便对它有用。马术对于马勒制作术以及其余凡为骑乘者制造有益于马术之器具的技艺便处于这种关系;不仅如此,甚至那些相对于其他技艺而言是统摄性的技艺,也常常被归摄于另一些更具统辖性的技艺之下,后者向它们发号施令并持有比它们的目的更为根本的终极目的,正如军事术对于马术或其余凡作战的品质或行为——如弓术、携盾术及诸如此类的技艺——的关系一样。因为军事术恰好是所有这些技艺的统摄性技艺,因为它向所有这些技艺发号施令:应当如何骑马、如何射箭、如何投枪、如何列阵、如何向敌人进攻,以及所有诸如此类的事情;依此方式,其他事物隶属于另一些事物之下。而且这种上升绝非无休止地进行,而是必定存在某个统领一切的单一事物,其目的在所有目的中是最值得选择且最根本的终极之物。至于他将技艺称为“能力”,是因为它具有质料性。因为质料中的能力——无论绝对而言还是在特定意义上而言——乃是作为在潜能中被考察的事物而成立的,技艺正因它而被称为能力,因为技艺容许在成与败两方面都具有摇摆不定的可能;而我们绝对地所说的质料是指一切生成物所共有的质料,在特定意义上所说的质料则是指每一事物的直接质料。
- 1.5κατανειμαμένων δὲ ἑκάστης τέλος τι, οὗ ἕνεκά ἐστιν ἢ γίνεται, καὶ ὡς οἰκεῖον ἐχούσης αὐτό
在这一属格绝对结构中,承接前文复数主语(τῶν τεχνῶν τε καὶ μεθόδων...)的复数属格分词 κατανειμαμένων 与表示分配的单数属格 ἑκάστης 相连,而后随的单数属格分词 ἐχούσης 则与 ἑκάστης 一致。整句构成分配结构:“诸技艺、研究等各自划分出某种目的……并将其作为自身固有的目的来持有”。
- 1.5ἡ γὰρ ἐν ὕλῃ δύναμις ὡς ἐν τῷ δυνάμει θεωρουμένη ἥ τε ἁπλῶς καὶ ἡ πῇ, δι’ ἣν καὶ αἱ τέχναι δυνάμεις
此句省略了系动词 ἐστί。主语是 ἡ ἐν ὕλῃ δύναμις(质料中的能力),与 ὡς ἐν τῷ δυνάμει θεωρουμένη(作为在潜能中被考察的事物)连用,并由 ἥ τε ἁπλῶς καὶ ἡ πῇ(无论绝对而言还是在特定意义上而言)作同位说明;随后的关系从句 δι' ἣν...(技艺正因之也是能力)修饰先行词 δύναμις。
