← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§8.27-9.21

目的的区分与产物相对于活动的优先性

欧斯特拉提乌斯解释了亚里士多德在《尼各马可伦理学》1094a3–5中将目的划分为活动本身与活动之外的产物之原因,阐明拥有产物的技艺并非天生优越于纯粹活动,同时论证了在产生结果的技艺中产物何以优于活动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2

" Διαφορὰ δέ τις φαίνεται τῶν τελῶν· τὰ μὲν γάρ εἰσιν ἐνέργειαι, τὰ δὲ παρὰ ταύτας ἔργα τινά." Ἁρμοδίως μὲν τῷ προκειμένῳ σκοπῷ παρέλαβεν εὐθὺς ἐξ ἀρχῆς τὰ κατὰ μόνον τὸν ἄνθρωπον τοῦ ἀγαθοῦ ἐφιέμενα (μόνου γὰρ ἀνθρώπου τέχνη καὶ ἐπιστήμη, πρᾶξίς τε καὶ προαίρεσις), ἐπεὶ καὶ περὶ τοῦ ἀνθρωπίνου τέλους καὶ ἀγαθοῦ ἡ προκειμένη σκέψις· οἰκείως δὲ καὶ νῦν τὴν διαφορὰν παραδίδωσι τῶν τελῶν. τῶν γὰρ τεχνῶν φησι1 καὶ μεθόδων διττὴ φαίνεται τῶν τελῶν ἡ διαφορά, ὡς τὰ μὲν εἶναι τούτων ἐνεργείας τὰ δὲ ἔργα· ἔργα δὲ φησι τὰ ἀποτελέσματα, ἃ καὶ τῶν ἐνεργειῶν παυομένων μένει τε καὶ ὑφίσταται, οἷον τοῦ μὲν μουσικοῦ ἐνεργοῦντος κατὰ μὲν μουσικὴν ἤτοι ᾄδοντος ἢ τῷ κατὰ μουσικὴν χρωμένου ὀργάνῳ καὶ ἐνεργοῦντος δι’ αὐτοῦ εἶτα παυσαμένου οὐδὲν ἔργον αὐτοῦ ὑπολείπεται, τέκτονος δὲ τὰ τῆς τεκτονικῆς καὶ ἐνεργοῦντος καὶ παυομένου ἔργον τι παρὰ τὴν ἐνέργειαν ὑφεστηκὸς ὑπολείπεται, θρόνος ἢ τράπεζα τυχόν. τοῦ μὲν γὰρ μουσικοῦ τέλος τὸ ᾆσαι ἐμμελῶς ἢ τῷ ὀργάνῳ χρήσασθαι ἐναρμονίως κατὰ τοὺς παραδεδομένους λόγους ἀπὸ τῆς μουσικῆς· ταῦτα δὲ ἐνέργειαι· τοῦ δὲ τέκτονος τὰ ῥηθέντα ἀποτελέσματα καὶ τὰ λοιπὰ ὅσα ἡ τεκτονικὴ τέχνη κατασκευάζειν δύναται. ταῦτα δὲ προέθετο εἰπεῖν ἐπειδὴ τῆς ἀνθρώπου φύσεως ἐνέργεια τὸ τέλος, ὡς αὐτὸς ἀποφανεῖ προϊών. καὶ ἵνα μή τις ἐρεῖ πλέον ἔχειν τι τὰς τέχνας καὶ τὰς μεθόδους τὰς ἔργον ἐχούσας τέλος παρὰ τὰς ἐχούσας μόνην ἐνέργειαν, ὡς τινος ἀποτελέσματος ὑπομένοντος ἐν ἐκείναις μετὰ τὸ παυθῆναι τὸν κατ’ αὐτὰς ἐνεργοῦντα τοῦ ἐνεργεῖν, κἀντεῦθεν δόξει ἡ εὐδαιμονία ἀτελεστέρα εἶναί τινος τῶν τελῶν ὡς οὖσα ἐνέργεια καὶ μετὰ τὸ παυθῆναι τὸν κατ’ αὐτὴν ἐνεργοῦντα μὴ ὑπομένουσα, διὰ τοῦτο ταῦτά φησι, διδάσκων ὅτι ἀδιάφορόν ἐστι κἄν τε ἔργον εἴη τὸ τέλος κἄν τε ἐνέργεια.

“然而目的显出某种差异;因为有些是活动,有些则是除了这些之外的某种产物。” 他顺应所提出的旨趣,从一开始就采纳了仅属于人且旨在善的事物(因为技艺与学问,以及行为与抉择,皆仅属于人),因为当下的考察也是关于人的目的与善的;如今他也适切地阐明了诸目的的差异。因为他说,诸技艺与研究的目的显出双重的差异,即其中一些是活动,另一些则是产物;他所说的“产物”乃指那些在活动止息之后仍然存留且立存的结果。例如,当乐人顺从音乐活动,或歌唱或使用合乎音乐的乐器并藉此活动,随后停止时,并没有任何属于他的产物遗留下来;但木匠在进行木工之事及停止之后,在活动之外立存的某种产物会遗留下来,比如一把扶手椅或一张桌子。因为对于乐人而言,目的是按音律歌唱或按照从音乐传承下来的法则和谐地使用乐器,而这些是活动;但对于木匠而言,则是上述的结果以及木工技艺所能制造的其他一切。他之所以打算说明这些,是因为正如他自己随后将宣告的那样,人自然本性的目的是一种活动。并且,为了不让人说那些以产物为目的的技艺和研究比那些仅有活动的技艺和研究更具优越之处(理由是在依它们活动的人停止活动之后,在前者中仍有某种结果留存),进而显得幸福作为一种活动且在依其活动的人停止之后不再留存因而比某些目的更为不完全——为此他说了这些,教导人们无论是产物还是活动作为目的,都是毫无差异的。

§1.3

"Ὧν δ’ εἰσὶ τέλη τινὰ παρὰ τὰς πράξεις, ἐν τούτοις βελτίω πέφυκε τῶν ἐνεργειῶν τὰ ἔργα." Ἀλλ’ εἰ καὶ ἀδιάφορόν ἐστι, φησίν, ὡς ἐφεξῆς ἐρεῖ, εἴτε ἔργον εἴη τὸ τέλος εἴτε ἐνέργεια, ὅμως ἐν αἷς τῶν τεχνῶν ἔργα εἴη τὰ τέλη τῆς ἐνεργείας ἕτερα, ἐν ταύταις βελτίω ἐστὶ τῶν ἐνεργειῶν τὰ ἔργα. ἐν ταῖς τοιαύταις γὰρ διὰ τὰ ἔργα αἱ ἐνέργειαι καὶ αὐταὶ μὲν ἕνεκά του, ἐκεῖνα δὲ ὧν ἕνεκα. βέλτιον δ’ ἀεὶ τὸ οὗ ἕνεκα τοῦ ἕνεκα ὄντος αὐτοῦ. εἶπε δὲ τὸ ὧν καὶ τὸ ἐν τούτοις, ὡς ἐπὶ τοὺς τεχνίτας ἢ ἁπλῶς ἐνεργοῦντας ἀπάγων τὸν λόγον.2

“但在那些有着在行为之外的某些目的之事中,在这些之中,产物本性上优于活动。” 他说,即使正如他随后将要说的,无论目的是产物还是活动是无差异的,然而在那些以有别于活动的产物为目的的技艺中,在这些之中产物仍优于活动。因为在这些技艺中,活动是因产物而存在的,活动自身是为了某物,而产物则是活动为了之物。而那〔他物〕为了之物总是优于那为了它而存在之物。他说“在那些……之中”和“在这些之中”,乃是将论述引向工匠或一般而言活动的人。

语法注2 条
  1. 1.2καὶ ἵνα μή τις ἐρεῖ ... κἀντεῦθεν δόξει ... διὰ τοῦτο ταῦτά φησι

    此处 ἵνα μή 后面接了将来时直陈式动词(ἐρεῖ, δόξει)而非古典时期的虚拟式,这是后期及拜占庭希腊语中表示否定目的从句的常见句法;整个目的从句位于主句 διὰ τοῦτο ταῦτά φησι 之前。

  2. 1.3εἶπε δὲ τὸ ὧν καὶ τὸ ἐν τούτοις, ὡς ἐπὶ τοὺς τεχνίτας ἢ ἁπλῶς ἐνεργοῦντας ἀπάγων τὸν λόγον

    虽然从字面上看 ὧν 和 ἐν τούτοις 在句法上可作中性复数(指事物或技艺)理解,但注解者在此将其阐释为指向阳性的人,即把论述引向具体行动的主体(工匠或活动者,ἐπὶ τοὺς τεχνίτας ἢ ἁπλῶς ἐνεργοῦντας)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:8.27-9.21