- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:88.9-89.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯注解了幸福对于大众而言是广泛共通的善(1099b18),并论证由于自然、技术与德性都指向最佳状态,将幸福归于运气这一低劣原因是不合理的,从幸福作为灵魂合德性的活动这一定义本身即可排除运气作为原因(1099b20–25)。
" Εἴη δ’ ἂν καὶ πολύκοινον." Καὶ τοῦτο, φησίν, ὑπάρχει τῇ εὐδαιμονίᾳ, τὸ κοινὸν ἔχειν τὴν κτῆσιν τοῖς πολλοῖς· οὐ γὰρ τοῖς μὲν ὑπάρξαι δυνατὸν τῶν ἀνθρώπων, τοῖς δ’ οὔ, ἀλλ’ ὅσοι μὴ πρὸς ἀρετὴν βεβλαμμένην ἔχουσι τὴν διάνοιαν ἀπό τινος ὑλικῆς περιπτώσεως, μηδ’ ἔχει αὐτοῖς ἡ ψυχὴ τι ἐμπόδισμα ἐκ τοῦ πρὸς τὸ σῶμα συνδέσμου κατὰ τὴν ἑαυτῆς φύσιν ἐνεργεῖν,1 πᾶσι τούτοις δυνατὸν τὴν εὐδαιμονίαν ὑπάρξαι ἐπιμεληθεῖσι καὶ ἐθίσασι τὰ καλά. οὗτος δ’ ὁ λόγος πολλὴν προθυμίαν ἐνδείκνυσι πρὸς κτῆσιν τοῦ ἀγαθοῦ τοῖς μὴ ἄγαν ῥαθύμοις πρὸς τὰ βελτίω, μανθάνουσιν ὡς οὐδενὶ βουλομένῳ καὶ δεόντως σπουδάζοντι ἀδύνατος ἡ κτῆσις τοῦ ἀγαθοῦ. ἰστέον δὲ ὡς εἰσὶ καὶ ταῦτα τῶν μετὰ τοῦ τί ἐστι ζητουμένων, τοῦ τε εἰ ὑπάρχει τῇ εὐδαιμονίᾳ τι καὶ τοῦ διὰ τί ὑπάρχει. ὑπάρχει γὰρ αὐτῇ καὶ τὸ θεόσδοτον εἶναι καὶ τὸ κτᾶσθαι δι’ ἀρετῆς καὶ μαθήσεως καὶ ἐπιμελείας καὶ τὸ εἶναι αὐτὴν πολύκοινον.
“而且它也将是极广泛共有的。” 他说,这也是幸福所具有的属性:使多数人能够共同获得它。因为并非对人类中的一部分人而言有可能具备它,而对另一部分人则不可能;相反,只要那些人的理智没有因某种物质性的不幸际遇而在德性方面受损,灵魂也没有因与肉体的联结而在循其自身本性进行现实活动上受到任何阻碍,那么对于所有这些人而言,只要他们付出关切并习惯于高尚之事,幸福都有可能属于他们。这一论述为那些面对更优秀之事并不极度懈怠的人指明了通往获得善的极大热忱,因为他们得知,对于任何愿意并如其所当倾注热诚的人而言,善的获得并非不可能。并且应当明白,这些也是继“是什么”之后被探究的事项,即探究某种属性是否属于幸福,以及为什么属于它。因为属于幸福的,既有它是神赐的,也有它是通过德性、学习和关切而获得的,还有它自身是极广泛共有的。
"Εἰ δ’ ἔστιν οὕτω βέλτιον ἢ διὰ τύχην." Ἀποβάλλεται τὸ αἴτιον τοῦ κατ’ ἄνθρωπον εὖ τὴν τύχην ἐπιγράφεσθαι.2 εἰ γὰρ ἔστι, φησίν, οὕτω βέλτιον εὐδαιμονεῖν, ἤγουν δι’ ἀρετὴν ἢ μάθησιν ἢ ἄσκησιν ἤπερ διὰ τύχην, εὔλογον οὕτως ἔχειν 〈, ὅτι καὶ πανταχῇ τὰ κατὰ φύσιν οὕτως ἔχειν πεφύκασιν, ὡς οἷόν τε κάλλιστα ἔχειν〉. ὧν γὰρ ἡ φύσις αἰτία ποιητική, οὕτω ταῦτα ποιεῖ ὡς δυνατὸν ἀποβαίνειν αὐτὰ ἔχοντα καλῶς. οὐ μόνον δ’ ἐπὶ τῶν φυσικῶν τοῦτο ἀλλὰ καὶ τῶν κατὰ τέχνην ἔστιν ἰδεῖν καὶ πᾶσαν αἰτίαν, ὡς πάσης αἰτίας ποιητικῆς ἐφιεμένης τοῦ ἀγαθοῦ, ἐν οἷς ἀπεργάζεται καὶ κατὰ τὸ ἐγχωροῦν κάλλιστα κατασκευαζούσης αὐτά, καὶ μάλιστα εἰ κατὰ τὴν ἀρίστην αἰτίαν γίνοιτο. ἀρίστη δ’ αἰτία τῶν ἐν ἀνθρώποις ἐργαζομένων ἀρετή, ὡς κρείττων καὶ τέχνης καὶ φύσεως. εἰ δ’ ἐξ αὐτῆς ἡ εὐδαιμονία κατ’ αὐτὴν οὖσα ἐνέργεια ψυχῆς, εἴη ἂν αὐτή τε ἀρίστη ὡς τέχνη τις, καὶ τὸ ἔργον αὐτῆς ἄριστον, εἰ δὲ καὶ τὴν λογικὴν ψυχὴν ἀρίστην αἰτίαν ἐρεῖ τις, οὐδὲ τοῦτο ἀσύμβατον. καὶ αὕτη γὰρ κρείττων φύσεως καὶ τέχνης. ἐν πᾶσι δὲ τούτοις οἷς ἐνταυθοῖ συμπεραίνεται οὐ τὸ ἀναγκαῖον ἀλλὰ τὸ εὔλογον τίθησιν, ὡς τῆς ὑποκειμένης ὕλης τὸ ἀναγκαῖον μὴ ἐπιδεχομένης ἀλλὰ τὸ εὔλογον. καὶ ἱκανὸν τοῦτο δόξειεν ἂν τοῖς μετὰ παιδεύσεως τὰ λεγόμενα κρίνουσι κἀπὶ τοσοῦτον ἐπιζητοῦσι τἀκριβὲς ἐφ’ ἑκάστου γένους, ἐφ’ ὅσον ἡ τοῦ πράγματος φύσις ἐπιδέχεται.
“但如果这样比通过运气更好。” 他排除了将运气归作人类优良存在[良好生活]的原因。他说,因为倘若像这样——即通过德性、学习或锻炼——享有幸福比通过运气更好,那么合乎情理的便是如此,〈因为循自然的事物到处都生来便处于尽可能最好的状态〉。因为凡是自然作为其制作原因的事物,自然都以能够让它们处于优良状态的方式来制作它们。不仅在自然事物上可以见到这一点,在依据技术的事物以及一切原因上也是如此,因为一切制作原因都在其所成全的事物中追求善,并尽可能将其构建得最美,尤其是倘若依据最优秀的原因而产生的话更是如此。而在人类中运作的原因里,最优秀的原因是德性,因为它优越于技术和自然。如果幸福来自于德性,即作为依照德性的灵魂现实活动,那么德性自身作为某种技术便是最优秀的,其功业也是最优秀的;而且如果有人说理性的灵魂是最优秀的原因,这也并非不合。因为理性灵魂同样优于自然和技术。在当下推论出的所有这些论述中,他确立的不是必然性而是合情理,因为作为基础的质料不容纳必然性,而容纳合情理。而这对于那些带着教养来评判所言之理、并对每个门类仅在事物的本性所容纳的限度内探求精确度的人来说,应当看起来是充分的。
"Τὸ δὲ μέγιστον καὶ κάλλιστον." Εἰ μέγιστον καὶ κάλλιστον, φησίν, ἡ εὐδαιμονία, πῶς οὐκ ἂν εἴη ἡμαρτημένον, αἰτίαν ζητοῦντας αὐτῆς ἐπιτρέψαι αὐτὴν τῷ τῶν αἰτίων χείρονι, τῇ τύχῃ καὶ τῷ αὐτομάτῳ, εἴπερ ὅλως αἴτια δεῖ λέγειν αὐτά, πράγματα ὡς εἰπεῖν ἀνυπόστατα καὶ ὡς ἐν παρυποστάσει τὸ εἶναι ἔχοντα;3
“而将最大且最美的事物。” 他说,如果幸福是最大且最美的事物,那么在探求其原因时,将其托付给诸原因中更为劣等者——运气和自发性——怎能不是一种错误呢?倘若真应当称它们为原因的话,它们说到底也是没有独立实体性存在、仅仅作为副产物而具有存在的事物。
"Συμφανὲς δέ ἐστι καὶ ἐκ τοῦ λόγου τὸ ζητούμενον." Τὸν τῆς εὐδαιμονίας ὁρισμὸν ἐκ πολλῶν βεβαιώσας πρότερόν τε καὶ ὕστερον, χρῆται νῦν ὡς ἀναμφηρίστῳ αὐτῷ καὶ δείκνυσι δι’ αὐτοῦ ὡς οὐκ ἔστιν ἡ τύχη τῆς εὐδαιμονίας τὸ αἴτιον. ἐπεὶ γὰρ ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν ἀποδέδοται, πῶς ἂν ἕξει τύχην αἰτίαν, ἀπὸ ψυχῆς οὖσα καὶ κατ’ ἀρετήν, ἀλλ’ οὐ ψυχὴν ἢ ἀρετὴν ἢ καὶ ἀμφότερα; ἡ γὰρ ἐνέργεια ἐνεργοῦντος ἐνέργεια, τὸ δὲ ἐνεργοῦν τὴν ἐνέργειαν ἐκεῖνό ἐστιν, οὗ ἡ ἐνέργεια ὑπάρχει ἐνέργεια. τὸ δὲ ποία τις προσέθηκε διὰ τὸ δεῖν παραμόνιμον εἶναι4 ἢ καὶ ἀναπόβλητον διὰ βίου παντός. ἐν βίῳ γὰρ εἴρηκε τελείῳ, ὡς τῆς βεβαιότητός τινος οὔσης ποιότητος, ἢ τὸ ποιά τις προσέθηκε διὰ τὸ ἄριστον καὶ κάλλιστον καὶ ἥδιστον. ταῦτα γὰρ δέδεικται τῇ εὐδαιμονίᾳ ὑπάρχοντα κατὰ τὴν τοῦ ὁποῖόν τί ἐστι ζήτησιν μετὰ τὸ ἀναφανῆναι τὸν ὁρισμόν.
“所探究的事从定义中也是明晰的。” 他在前后通过许多论据确立了幸福的定义之后,现在将其作为无可争议的前提来使用,并通过它表明运气不是幸福的原因。因为既然幸福已被规定为符合德性的灵魂的现实活动,那么它作为来自于灵魂并符合德性的活动,怎能以运气为原因,而不是以灵魂或德性、或两者兼具为原因呢?因为现实活动乃是活动者的现实活动,而施展该现实活动者,正是该现实活动作为其活动而归属于它的那个主体。他加上“某种性质的”这一限定,是因为它必须在一生中是持久的甚至是不可丧失的。因为他说了“在完全的生命中”,而坚定稳固性是一种性质;或者,他加上“某种性质的”,是因为它是最优秀的、最美的和最惬意的。因为这些属性已在定义被阐明之后,按照“它是怎样一种性质”的探究中被证明属于幸福了。
- 1.132μηδ’ ἔχει αὐτοῖς ἡ ψυχὴ τι ἐμπόδισμα ἐκ τοῦ πρὸς τὸ σῶμα συνδέσμου κατὰ τὴν ἑαυτῆς φύσιν ἐνεργεῖν
不定式 ἐνεργεῖν 对名词 ἐμπόδισμα 起同格或结果性的解释限定作用,意为“(灵魂)循其自身本性进行现实活动的阻碍”。与格 αὐτοῖς 充当所属或关系与格(“对于他们而言,灵魂拥有……”)。
- 1.133Ἀποβάλλεται τὸ αἴτιον τοῦ κατ’ ἄνθρωπον εὖ τὴν τύχην ἐπιγράφεσθαι.
动词 ἀποβάλλεται(排除、拒斥)带有名词化不定式短语 τὸ ... τὴν τύχην ἐπιγράφεσθαι 作为宾语。在不定式结构中,τὴν τύχην 为主格宾语(主词),αἴτιον 为补足谓词宾语,构成“将运气归记为[人类良好生活的]原因”的双宾语/宾语补足语结构。
- 1.134πράγματα ὡς εἰπεῖν ἀνυπόστατα καὶ ὡς ἐν παρυποστάσει τὸ εἶναι ἔχοντα
短语 πράγματα ... ἔχοντα 充当紧接在前的与格词 τῇ τύχῃ καὶ τῷ αὐτομάτῳ 的同格说明成分,但在格上采用了说明性宾格(同格宾格)。这里运用了本体论术语,指运气与自发性是“不具有独立自立存在(ἀνυπόστατα),而仅在附随产生(ἐν παρυποστάσει)中具有存在的事物”。
- 1.135τὸ δὲ ποία τις προσέθηκε διὰ τὸ δεῖν παραμόνιμον εἶναι
短语 τὸ δὲ ποία τις 将亚里士多德原文词句(1099b26 ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν ποιά τις)名词化并作为宾格引语/句子的主语(“至于他加上‘某种性质的’这一词句,是因为……”),后接表示原因的介词短语 διὰ τὸ δεῖν...
