← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§87.3-88.8

幸福的获得因与其作为神赐之物的神圣性

针对亚里士多德关于幸福由何而来的疑难(学习、习惯、锻炼、神赐或运气)及其作为神圣礼物的论述(1099b9–13),欧斯特拉提乌斯阐明了人类面对各种来源所当采取的态度,划定了伦理学探讨与神学天意论的界限,并解释了幸福如何作为德性的奖赏、在人的抉择努力作为协同原因配合神的作用下显出其神圣性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.129

" Ὅθεν καὶ ἀπορεῖται." Τὸ διάφορόν φησι τῆς περὶ εὐδαιμονίας δόξης ἀπορεῖν ποιεῖ πότερον ἀπὸ τῆς κατὰ λόγον μαθήσεως γίνεται ἢ ἐκ τοῦ ἐθίζεσθαι ταῖς κατ’ ἀρετὴν ἕξεσιν ἢ καὶ ἄλλως κατ’ ἄσκησιν ἐγκαρτερούντων ἡμῶν τοῖς τῶν ἔργων βελτίοσι, κἂν πονεῖν δέῃ καὶ θλίβεσθαι, ἢ θεόθεν ἀνθρώποις παρέχεται ἢ τυχηρῶς περιγίνεται. εἰ γὰρ μαθητὸν ἢ ἐθιστὸν ἢ ἀσκητόν, ἐφ’ ἡμῖν ἐστι· καὶ σπουδαστέον ἵν’ ἡμῖν πρὸς τῷ εἶναι καὶ τὸ εὖ εἶναι γένηται, καὶ μὴ τοῦ εὖ στερούμενοι ἀθλίως ἔχωμεν τῆς ζωῆς.1 εἰ δὲ θεὸς ὁ διδούς ἐστιν, εὔχεσθαι δεῖ καὶ ἐπιτείνειν ἑαυτοὺς πρὸς τὸ αἴτιον, ὡς ἂν ὁ τὸ εἶναι δοὺς καὶ τὸ εὖ εἶναι χαρίσηται. εἰ δ’ ἀμφοτέρων δεῖ πρὸς κτῆσιν τοῦ εὖ, ἄμφω ἐνδείκνυσθαι δεῖ, αὐτούς τε τὸ ἡμέτερον καταβάλλοντας καὶ τὸν θεὸν ἐπικαλουμένους συλλήπτορα. εἰ δ’ ἡ τύχη τὸ αἴτιον, ἐκείνῃ ἐπιτρεπτέον τὸ πᾶν.

“由此它也被提出作为疑难。” 他说,关于幸福的意见分歧引起了疑难:它究竟是来自于循理的学习,还是来自于对符合德性的品质的习惯化,抑或是以其他方式通过我们在更加优良的事业中坚忍自持的锻炼而产生——即便必须承受辛劳与苦难——;抑或是由神赐予人类,还是偶然降临的。因为倘若它是可习得的、可习惯化的或可锻炼的,它就取决于我们;我们就必须倾注热诚,以便在存在之外,优良的存在[良好生活]也降临于我们,免得我们在被剥夺了优良存在时,在生命方面处于悲惨的状态。但若施予者是神,我们就必须祈祷,并将自身趋向那原因,好让那赐予存在者也恩赐优良的存在。倘若为了获得优良存在而两者皆需,就必须两方面都展现出来:我们自身尽自己的力量,同时祈求神作为襄助者。但若运气是其原因,一切便须听凭于运气了。

§1.130

"Εἰ μὲν οὖν καὶ ἄλλο τι." Ζητήσας τὴν αἰτίαν ὅθεν ἀνθρώποις ἡ εὐδαιμονία προσγίνεται, εὔλογον εἶναί φησι θεόθεν ταῦτα παρέχεσθαι. ἐπεὶ γὰρ πολλὰ τοῖς ἀνθρώποις ἐκεῖθεν δωρεῖται, πάντων δ’ ἐκείνων ἡ εὐδαιμονία τὸ βέλτιστον, πῶς οὐκ ἂν εἴη καὶ τοῦτο ἐκεῖθεν αὐτοῖς, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τῶν ἀνθρωπίνων ὑπερέχει; αὐτὸ γὰρ τὸ εἶναι καὶ ζῆν καὶ ἐνεργεῖν ἐκεῖθεν αὐτοῖς· τὸ δ’ εὖ ταῦτα πόθεν ἄλλοθεν ἢ θεόθεν αὐτοῖς,2 κρεῖττον ὂν τοῦ ἁπλῶς, καὶ οὗ τὰ ἄλλα εἵνεκα; εἰ γὰρ τὸ εὖ μὴ θεόσδοτον, κρεῖττον ὂν τοῦ ἁπλῶς, ἔσται τις αἰτία ἐπέκεινα, ἐξ ἧς τὸ κρεῖττον παρέχεται.

“那么,若还有任何其他事物[是诸神的礼物]。” 在探究了幸福由何种原因降临于人类之后,他说,这些事物由神赐予乃是合乎情理的。因为既然有许多事物是从彼处赠予人类的,而在所有那些事物之中幸福是最优秀的,那么这怎会不也是从彼处赐予他们的呢?并且它超越属人事务的程度越大,就越发如此。因为存在、活着和从事现实活动本身就是从彼处赋予他们的;而优良地具备这些,若不来自于神,还能从何处赐予他们呢?既然它优越于单纯的存在,并且是其余事物所为了的目的。因为倘若优良的存在优越于单纯的存在,却并非神所赐予,那就必须存在某种在其之外的原因,由其赐予那更优越者了。

§1.131

"Ἀλλὰ τοῦτο μὲν ἴσως." Τὸ ζητεῖν, φησίν, ὅθεν ἡ χορηγία τοῖς ἀνθρώποις τῶν ἀγαθῶν, τῶν περὶ προνοίας εἴη ἂν λόγων οἰκειότερον καὶ θεολογικῆς θεωρίας ἐχόμενον· ἠθικὴ δὲ ἡ προκειμένη πραγματεία, καὶ ὅσον κατ’ αὐτὴν ἱκανὸν τὸ εἰρημένον. εἰ δὲ καὶ μὴ ἁπλῶς θεόθεν ἀνθρώποις πέμπεται, ἀλλ’ ἔστιν ὥσπερ καί τι τῶν ἀπηριθμημένων συναίτιον, οἷον ἀρετὴ ἢ μάθησίς τις ἢ ἄσκησις, ὅμως φαίνεται θειότατόν τι χρῆμα ἡ εὐδαιμονία. τῶν γὰρ ἐκ θεοῦ χορηγουμένων ἡμῖν τὰ μὲν ἁπλῶς ἐκ θεοῦ παρέχονται, μηδὲν συμβαλλομένων ἡμῶν, τὰ δὲ καὶ πονούντων ἡμῶν καὶ προαιρουμένων παρέχεται, τῆς ἡμετέρας προαιρέσεως καὶ σπουδῆς ὥσπερ συναιτίου τινὸς γινομένης θεῷ. τοιαῦτα γὰρ τὰ λεγόμενα ἐφ’ ἡμῖν ἀγαθά, ἐν οἷς ἡμεῖς σπουδάζοντες πρὸς θεοῦ εὐοδούμεθα. ἁπλῶς γὰρ οὐδὲν ἀγαθόν, οὗ μὴ ἀρχὴ ἡ κοινὴ αἰτία ἐστί. κατασκευάζει δὲ τὸ θεῖον εἶναι τὴν εὐδαιμονίαν καὶ ἄριστον καὶ μακάριον ἐκ τοῦ ἆθλον εἶναι τῆς ἀρετῆς. διὰ σπουδῆς γὰρ πολλῆς ἐν ἕξει ἀρετῆς γινομένῳ τῷ ἀνθρώπῳ, ἆθλον αὐτῷ ἡ εὐδαιμονία παρέχεται. τίνα δ’ ἕξει ἀθλοθέτην ὁ σπουδαῖος καὶ τίς αὐτῷ τὸ τοιοῦτον ἆθλον δώσει ἢ τὸ πρώτιστον πάντων τῶν ἀγαθῶν καὶ αἴτιον;3

“但这或许。” 他说,探究人类诸善之供应来自何处,会更切合于关于天意关照的论述,并连结于神学沉思;然而当下的探究是伦理学的,就伦理学而言,所说的已经足够了。而且,即使它并非单纯地由神降给人,而是像被列举的事物中的某种也构成了协同原因一样——例如德性,或某种学习,或锻炼——幸福看起来仍然是一种最神圣的事物。因为在由神供应给我们的事物中,有些完全是由神赐予而我们毫无贡献的,有些则是在我们付出辛劳并作出抉择时才赐予的,我们的抉择与热诚对神而言仿佛成了某种协同原因。因为所谓取决于我们的善便是这一类的,在其中我们倾注热诚,并由神引领使其顺遂;因为根本没有任何善不是以共同的原因为本原的。并且,他根据幸福是德性的奖赏这一事实,确立了幸福是神圣的、最优秀的且至福的。因为对于通过大量热诚而进入德性品质的人,幸福是作为奖赏赐予他的。而优秀端正之人将拥有谁作为裁判者,又有谁会给予他这样的奖赏,除了万善中最首要者与原因之外呢?

语法注3 条
  1. 1.129ἀθλίως ἔχωμεν τῆς ζωῆς

    动词 ἔχω 搭配副词 ἀθλίως 并接关涉属格(genitive of respect)τῆς ζωῆς,意为“在生命/生活方面处于悲惨境地”。

  2. 1.130τὸ δ’ εὖ ταῦτα πόθεν ἄλλοθεν ἢ θεόθεν αὐτοῖς

    承接前文 αὐτὸ τὸ εἶναι καὶ ζῆν καὶ ἐνεργεῖν 的省略句。副词 εὖ 修饰由定冠词 τὸ 实词化的这一系列活动(优良地存在、活着并活动),省略了系动词(ἐστίν 或 εἴη ἄν),整句意为“将这些进行得优良,除来自于神,还能从何处降临于他们呢?”。

  3. 1.131τίνα δ’ ἕξει ἀθλοθέτην ὁ σπουδαῖος καὶ τίς αὐτῷ τὸ τοιοῦτον ἆθλον δώσει ἢ τὸ πρώτιστον πάντων τῶν ἀγαθῶν καὶ αἴτιον;

    疑问代名词 τίνα(阳性宾格)和 τίς(阳性主格)指向作为裁判或颁奖者的行事者(ἀθλοθέτης),但由 ἤ 引出的回答则使用了中性名词短语 τὸ πρώτιστον πάντων τῶν ἀγαθῶν καὶ αἴτιον(万善中最首要者与原因,即神或第一因),是以中性神性实体对应于人格化颁奖者的设问修辞。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:87.3-88.8