- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:85.18-87.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《尼各马可伦理学》1099a33–1099b6,阐明外在善如何一方面作为行事的工具,另一方面作为免于玷污至福的条件(如美貌、高贵出身与优秀儿女)而被幸福所需要,并解释了探究幸福起源(神赐、德性努力或运气)之过渡论述。
" Πολλὰ μὲν γὰρ πράττεται καθάπερ δι’ ὀργάνων." Ἔτι τὸ αὐτὸ συνίστησιν ὅτι ὡς ἐπὶ τῶν τεχνῶν ἔχει μὲν ὁ καθ’ ἑκάστην τεχνίτης τὴν ἕξιν ἐν τῇ ψυχῇ, ἔχει καὶ τὰ φυσικὰ τοῦ σώματος ὄργανα, δεῖται δὲ καὶ τῶν ἐκτὸς ὀργάνων ὑπουργησόντων αὐτῷ πρὸς τὸ τὴν ὑποκειμένην ὕλην οἰκείως μεταχειρίζεσθαι, τῶν ὧν οὐκ ἄνευ τὸν λόγον ἐχόντων,1 οὕτω καὶ ἐπὶ τῆς εὐδαιμονίας ἔχει μὲν ὁ σπουδαῖος τὰς ἕξεις ἐν τῇ ψυχῇ τῶν ἀρετῶν, ἔχει δὲ καὶ τὸ σῶμα ὑπηρετοῦν δεόντως αὐτῷ ἐν τῷ τὰς ἀγαθὰς ἕξεις κατὰ τὴν ἐνέργειαν προχειρίζεσθαι. δεῖται δὲ πολλάκις καὶ τῶν ἐκτὸς ὡς ὀργάνων πρὸς τὰς κατορθώσεις τῶν ἔργων συμβαλλομένων αὐτῷ, ὧν ἄνευ ἡ ὑποκειμένη ὕλη τὴν ἐργασίαν οὐ παραδέχεται.
“因为许多事情是如同通过工具那样完成的。” 他进一步确立了同一个观点:正如在各种技艺中,每个工匠在灵魂中拥有品质,也拥有身体的自然器官,但为了恰当地处理基础质料,他还需要外在工具来协助自己——这些工具具有作为必不可少条件的地位;在幸福的情形中同样如此,优秀端正之人不仅在灵魂中拥有诸德性的品质,也拥有正当地为自己服务的身体以将优良品质投入现实活动之中,但他往往还需要外在的善作为工具来协助自己完成各项事业,若没有这些工具,基础质料便无法接受加工。
"Ἐνίων δὲ τητώμενοι ῥυπαίνουσι τὸ μακάριον." Οὐ τῶν συντελούντων πρὸς τὴν τῶν ἕξεων προχείρισιν τῷ εὐδαίμονι τὰ νῦν ἀπαριθμούμενα,2 ἀλλὰ τῶν οὕτω χρησίμων ὡς μὴ σπιλοῦν αὐτοῦ τὸ μακάριον. δεῖ γὰρ καὶ κάλλους αὐτῷ πρὸς εὐπρέπειαν, φύσει τῶν ἀνθρωπίνων ψυχῶν ἐραστῶς ἐχουσῶν πρὸς τὰ τῇ ὁράσει τερπνά, ὡς ἐντεῦθεν τὰ μέγιστα συμβάλλεσθαι καὶ τοῦτο τῷ πολιτικῷ πρὸς τὸ ὑπείκειν αὐτῷ τοὺς πολίτας, τῷ ἐπιτερπεῖ τῆς ὥρας ἐπὶ θέαν ἥκειν αὐτοῦ ἐρεθιζομένους, ἀλλὰ καὶ πρὸς τὸ εὐκλεὲς τοῦ γένους διακεῖσθαι τιμητικῶς εἰώθαμεν, ὡς πρὸς τὸ δυσκλεὲς καταφρονητικῶς. ἐπαινοῦμεν δὲ καὶ εἴ τις παῖδας ἔχοι εὖ μὲν ἔχοντας ψυχῆς, εὖ δὲ σώματος. τάχα δὲ καὶ χάριν οἴδαμεν τῷ τοιούτους τεκόντι. καὶ ἔστιν αὐτῷ ἡ εὐτεκνία καὶ δόξης αἰτία καὶ τῆς τῶν πολιτῶν εὐνοίας αὐξητική. ταῦτα πάντα παρόντα μὲν αὔξει τὴν τιμὴν καὶ τὴν μακαριότητα τῷ εὐδαίμονι· εἰ δέ τινος τούτων λείποιτο, σπῖλος αὐτῷ προσγίνεται. εἰ γὰρ τὴν ἰδέαν παναίσχης εἴη, δυσάντητος τοῖς ἀπαντῶσι δοκεῖ καὶ ἀπιστηθείη ἂν ὁ τὴν θέαν δυσειδὴς τοῖς πρώτως ἰδοῦσιν ὅτι τὴν ψυχὴν ἀγαθός ἐστιν,3 ὥσπερ σημείῳ χρωμένοις τοῦ ἀφανοῦς τῇ ἔξωθεν ἐπιφανείᾳ. κἂν δυσγενὴς εἴη, ἔχοι τι μωμητὸν τῆς προλαβούσης δυσκλείας τὴν παροῦσαν ἀνακοπτούσης ἢ καὶ μέλλουσαν εὔκλειαν, ἀναφερόντων τῶν πολιτῶν τὰ ὕστερα καλὰ πρὸς τὰ προλαβόντα τοῦ γένους αἰσχρά, ἐπεὶ καὶ φύσει τὸ πλῆθος φιλόψογον. κἂν ἄτεκνος εἴη, πρὸς ὀνειδισμὸν καὶ τοῦτο αὐτῷ ἐστι καίριον. ὀνείδους μὲν οὖν φησι καὶ τὸ ἄτεκνον αἴτιον. εἰ δὲ εἶεν μὲν παῖδες, φαῦλοι δὲ καὶ τῷ κακῷ ὑπερέχοντες, μεῖζον τὸ ὄνειδος τῷ πατρί. εἰ δὲ καὶ ἀγαθοὶ ὄντες τεθνήκασι, μῶμον μὲν οὐ προστρίψουσι τῷ εὐδαίμονι μὴ αἰτίῳ γεγονότι τῆς θνήσεως, λύπην δὲ οὐ σμικράν, ὅτι παῖδας ἀγαθοὺς ἀπολώλεκε. κἀντεῦθεν ἡ ἡδονὴ τῆς εὐδαιμονίας ἀνακόπτεται, ἥτις αὐτῷ ἐκ τῶν ἀγαθῶν ἐνεργειῶν περιγίνεται.
“而丧失了其中某些事物的人,则玷污了至福。” 如今所列举的事物,并不属于有助于幸福之人施展其品质的那一类,而是属于以不妨害、不玷污其至福的方式发挥作用的那一类。因为为了体面,他也需要美貌,既然人类的灵魂天生对视觉上令人愉悦的事物怀有喜爱,因此美貌也能为政治家做出最大的贡献,使公民们顺从于他,因为公民们受到其盛年容貌之令人愉悦的吸引而前来瞻仰他;不仅如此,我们通常也对出身的高贵怀有敬意,正如对出身低贱怀有蔑视一样。而且,若有人拥有在灵魂和身体两方面都健全的儿女,我们也会予以赞赏;甚至我们或许还会对生养了这样儿女的人心怀感激。对他而言,拥有优秀的儿女既是名望的原因,又能增进公民的善意。所有这些事物在齐备时,便会为幸福之人增加荣誉与至福;但若他缺乏其中任何一项,污点便会落在他身上。因为倘若他的外表极其丑恶,在遇见他的人看来便显得难以接近,而容貌丑陋之人初次被人们见到时,人们不会相信他在灵魂上是善良的,就好像人们将外在表象用作不可见之物的标志一样。又倘若他出身低贱,他就会带有某种可受指摘之处,既往的声名狼藉会阻碍他现在乃至将来的美名,因为公民们会将后来的美好事物与其家族既往的丑事联系起来,毕竟大众生性就是乐于挑剔的。又倘若他膝下无子,这对于针对他的责难也是恰逢其时的;因此他说无子也是招致责难的原因。但倘若虽有儿女,他们却卑劣且在邪恶上格外突出,父亲所受的责难就更大了。再者,倘若儿女虽好却已死去,他们固然不会把污名强加给未曾造成其死亡的幸福之人,却会带来不小的悲痛,因为他失去了优秀的儿女;由此,从优良的现实活动中为他带来的幸福快乐便受到了阻碍。
"Καθάπερ οὖν εἴπομεν, ἔοικε προσδεῖσθαι 〈ἕως〉 ἕτεροι δὲ τὴν ἀρετήν." Ἕτερόν τι περὶ τῆς εὐδαιμονίας ζητεῖ, πόθεν ἡμῖν περιγίνεται. ἐπεὶ γὰρ οὐ φυσικῶς ἕπεται, λείπεται ἢ θεόθεν παρέχεσθαι ἢ ἐκ προαιρέσεως ἡμῖν καὶ σπουδῆς κτᾶσθαι ἢ τυχηρῶς ἐπιγίνεσθαι. περὶ τούτων ζητῆσαι βουλόμενος συνάπτει τὸν λόγον αὐτὸν πρὸς ἑαυτὸν καὶ συνεχίζει, ἀναλαμβάνων μὲν τὰ πρότερα, ἐπιφέρων δὲ τὰ ἑπόμενα. καὶ φησὶν ὅτι, καθάπερ ἤδη εἴρηται, φαίνεται ἡ εὐδαιμονία προσδεῖσθαι καὶ τῆς εἰρημένης εὐημερίας, πλούτου, φίλων καὶ τῶν ἄλλων. ἐπεὶ δὲ ταῦτα οὐκ ἐφ’ ἡμῖν, ἀλλ’ ἔξωθεν περιγίνεται, ὡς ἄδηλον εἶναι τὴν αἰτίαν ὅθεν ἐπέρχεται, διὰ τοῦτο τύχην τινὲς τὸ τούτων αἴτιον ἐπιγράφονται, κἀντεῦθεν τάττουσιν εἰς ταὐτὸν τὴν εὐτυχίαν τῇ εὐδαιμονίᾳ, τοῖς ἔξωθεν ἐπιοῦσι συναπαγόμενοι τὴν διάνοιαν, ὡς καὶ τὰς αὐτῆς κατορθώσεις τυχηρῶς ἡμῖν περιγίνεσθαι. εἰσὶ δ’ οἳ τὴν ἀρετὴν εὐδαιμονίαν ᾠήθησαν, ἐπεὶ κατ’ ἀρετὴν εἶδον οὖσαν αὐτὴν ἐνέργειαν ταὐτὸν τῷ τέλει καὶ [τῷ τέλει] τὸ ἄγον πρὸς αὐτὸ ἡγησάμενοι.
“因此正如我们所说,[幸福]似乎还需要[……直到]而另一些人则认为是德性。” 他探究关于幸福的另一件事,即它是从何处降临于我们的。因为既然它并非自然伴随而来的,剩下的可能便要么是由神所赐予,要么是通过我们的抉择与辛劳而获得的,要么是偶然降临的。为了探究这些事情,他将论证自身前后衔接并保持连贯,既总结前文,又引出后文。他说,正如前面已经说过的,幸福显然还需要上述的顺遂境遇,即财富、朋友及其余事物。但既然这些并非取决于我们,而是从外部降临的,以至于其降临的原因并不明显,因此有些人便将运气看作这些事物的原因,由此他们受到外在降临事物的驱使,将心智带偏,把幸运等同于幸福,仿佛幸福自身的成功也是偶然降临于我们的一样。然而,也有些人认为德性就是幸福,因为他们看到幸福是依照德性的现实活动,便把引向终极目的之物看作与终极目的本身是同一的。
- 1.126τῶν ὧν οὐκ ἄνευ τὸν λόγον ἐχόντων
属格 τῶν 指向前文的 τῶν ἐκτὸς ὀργάνων,构成同位语性质的修饰短语。短语 ὧν οὐκ ἄνευ 指哲学上的‘必要条件(sine qua non)’,整句意为‘具有不可或缺之条件的地位[比例]者’。
- 1.127Οὐ τῶν συντελούντων πρὸς τὴν τῶν ἕξεων προχείρισιν τῷ εὐδαίμονι τὰ νῦν ἀπαριθμούμενα
主语为句末的 τὰ νῦν ἀπαριθμούμενα,系动词 ἐστί 被省略。谓语部分由属格 τῶν συντελούντων ... ἀλλὰ τῶν ... χρησίμων 构成,作部分属格或所属属格,意为‘属于……之类’。
- 1.127ἀπιστηθείη ἂν ὁ τὴν θέαν δυσειδὴς τοῖς πρώτως ἰδοῦσιν ὅτι τὴν ψυχὴν ἀγαθός ἐστιν
被动语态希求法 ἀπιστηθείη ἂν 以 ὁ ... δυσειδὴς 为主语,后接施事/体验者与格 τοῖς πρώτως ἰδοῦσιν 以及表达不被相信之内容的 ὅτι 从句。这是将主动结构‘人们不相信某人是……’被动化的句式。
