← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§84.6-85.17

幸福中善与美及快的一致与外在善的必要性

厄斯特拉条指出,最好、崇高美好与最愉悦在依德性的现实活动中以最高程度结合并归属于幸福,批判了将它们割裂的提洛岛铭文,继而阐明外在善作为实践事务之手段而被幸福所需的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.123

" Καὶ μάλιστα τούτων ἕκαστον." Καὶ οὐ κατὰ τὸ μέτριον· καὶ τοῦτο δῆλον ἀπὸ τοῦ κρίνοντος. σπουδαῖος γὰρ ὢν ὁ κρίνων περὶ αὐτῶν ὀρθὸν ἔχει τοῦ λογισμοῦ τὸ κριτήριον. καὶ ἐπεὶ ἥδισται αὐτῷ καὶ ἄρισται καὶ κάλλισται αἱ κατὰ τὰς ἀρετὰς πράξεις κρίνονται, ὡς καὶ πρότερον εἴρηται, εἶεν ἂν ἐξ ἀνάγκης καὶ τοιαῦται. εἰ δὲ μή, φαῦλος ἔσται ὁ σπουδαῖος καὶ διάστροφος ὁ ὀρθός· ὅπερ ἄτοπον.

“并且这些特征中的每一者都是最高程度的。” 而且并非处于适度的程度;这一点从判断者身上便显而易见。因为对它们进行判断的人身为优秀端正之人,拥有理性推论的正确标准。并且既然依照诸德性的行为在他看来被判定为最愉悦、最好且最崇高美好的(如前文所说),它们也必然正是如此。否则,优秀端正之人将是卑劣的,正确之人将是扭曲的——这乃是荒谬的。

§1.124

"Ἄριστον ἄρα καὶ κάλλιστον." Ἐπεὶ τὴν εὐδαιμονίαν κατ’ ἀρετὴν ἐνέργειαν τῆς ψυχῆς ὡρίσατο, αἱ δὲ κατ’ ἀρετὴν ἐνέργειαι καὶ πράξεις ἄρισται καὶ κάλλισται καὶ ἥδισται ἀποφαίνονται, ἐπάγει συμπέρασμα ὅτι ὑπάρχει τῇ εὐδαιμονίᾳ οὐ μόνον τὸ ἥδιστον ἀλλὰ καὶ τὸ ἄριστον καὶ τὸ κάλλιστον. καὶ ἰδοὺ πρὸς τῷ τὸ τί ἐστιν ἡ εὐδαιμονία ἔχομεν ἤδη καὶ τίνα ὑπάρχει αὐτῇ καὶ διὰ τί μετὰ τῆς προσηκούσης αἰτίας τὸ ὑπάρχειν αὐτῇ μαθόντες αὐτά. ὡς ἐν παρόδῳ δ’ ἐπιμέμφεται τῷ Δηλιακῷ ἐπιγράμματι. νῆσος δὲ ἡ Δῆλος ἐν ᾗ ναὸς ἦν Ἀπόλλωνος καὶ χρηστήριον, ἔνθα τουτὶ τὸ ἐπίγραμμα ἐπιγέγραπται, διορίζον ἀπ’ ἀλλήλων τὸ κάλλιστον καὶ ἥδιστον καὶ ἄριστον καὶ τὸ μὲν ἀποδιδὸν τῷ δικαιοτάτῳ ὡς ὑπάρχον αὐτῷ, τὸ δὲ τῷ ὑγιαίνειν, τὸ δὲ τῷ τυγχάνειν τοῦ ἐραστοῦ πράγματος. ἐπεὶ οὖν ἔδειξεν οὗτος πάντα ταῦτα ὁμοῦ ἑνὶ οὔσῃ πράγματι τῇ εὐδαιμονίᾳ ὑπάρχοντα, φησὶν ὡς οὐ διώρισται ταῦτα ἀπ’ ἀλλήλων, ὡς τὸ κατὰ Δῆλον διαλαμβάνει ἐπίγραμμα, ἀλλ’ ἥνωνται ἐν ταὐτῷ ὡς ἐν ἑνὶ συνυπάρχοντα. ἅπαντα γὰρ ὑπάρχει ταῦτα ταῖς κατ’ ἀρετὴν ἐνεργείαις. ταύτας δὲ ἢ μίαν τούτων τὴν ἀρίστην εἶναί φαμεν τὴν εὐδαιμονίαν. ἄρισται μὲν οὖν ὡς ἐν ἕξεσιν οὖσαι αἱ ἀρεταὶ τὸ ἄριστον ἔχουσι, μεθ’ ἡδονῆς δὲ τοῖς σπουδαίοις αἱρούμεναί τε καὶ ἐνεργούμεναι τὸ ἥδιστον. ἀλλ’ ἐπεὶ καὶ τὸ καλὸν αὐταῖς ὡς ταῖς κακίαις τὸ αἰσχρόν, ὡς αἴσχιστον αἱ κακίαι καὶ αἱ κατ’ αὐτὰς πράξεις, οὕτως αἱ ἀρεταὶ καὶ αἱ κατ’ αὐτὰς πράξεις κάλλισται.1 ἔστι δὲ ἡ εὐδαιμονία ἢ ὁμοῦ πᾶσαι αἱ κατὰ τὰς ἀρετὰς ἐνέργειαι, ἤ, εἰ μίαν τις τούτων ἐρεῖ, ἡ ἀρίστη πασῶν· καὶ εἴη αὕτη ἐν ταῖς καλλίσταις καὶ ἀρίσταις καὶ ἡδίσταις ἐνέργεια ὑπάρχουσα·2 αὕτη δ’ ἂν εἴη ἡ κατὰ τὴν ἀληθῆ φιλοσοφίαν καὶ φρόνησιν, ἡ καὶ τὰς ἄλλας συντηροῦσα καὶ συνέχουσα.

“因此[幸福是]最好的和最崇高美好的。” 既然他将幸福定义为灵魂依照德性的现实活动,而依照德性的现实活动与行为被宣称为最好、最崇高美好且最愉悦的,他便引出结论说:不仅最愉悦之物属于幸福,而且最好与最崇高美好之物也属于幸福。看哪,在幸福‘是什么’之外,我们如今也掌握了何种事物属于它以及为何如此,因为我们连同恰当的原因一起认识了这些事物属于它这一点。顺便地,他指责了提洛岛上的铭文。提洛岛是一座岛屿,上面有阿波罗的神庙与神谕所,此处题写了这首铭文,它将最崇高美好、最愉悦和最好之物彼此区分开来,并将一者作为固有属性赋予最正义之事,另一者赋予保持健康,再一者赋予获得所爱之物。因此,既然他表明所有这些特征同时属于幸福这一单一体,他便说这些特征并非像提洛岛的铭文所区分的那样彼此分离,而是在同一者中结合在一起,作为共存于一者之中的事物。因为这一切都属于依照德性的现实活动。而我们主张,幸福要么是这些现实活动的全体,要么是其中最好的一项。诸德性作为属于品质的事物,因而是最好的并拥有最好之物;而优秀端正之人带着快乐来选择并践行它们,因而它们拥有最愉悦之物。不仅如此,既然崇高美好也如同可耻属于恶习一样[属于]它们,正如恶习及依照它们而来的行为是最可耻的,德性及依照它们而来的行为同样也是最崇高美好的。幸福要么是依照诸德性而来的所有现实活动的总和,或者,若有人说其中单单的一项,那便是其中最优秀者;并且这将作为一项存在于最崇高美好、最好和最愉悦之物中的现实活动而存在。而这应当就是依照真正的爱智慧与实践智慧而来的现实活动,它也维系并保持着其他的现实活动。

§1.125

"Φαίνεται δ’ ὅμως καὶ τῶν ἐκτὸς ἀγαθῶν προσδεομένη." Εἰ καὶ αὐτὸ τέλος, φησίν, ἡ εὐδαιμονία, ὅμως δεῖταί ποτε τῶν ἐκτὸς ἀγαθῶν, ἃ οὔτε τῆς ψυχῆς λέγομεν οὔτε τοῦ σώματος ἀλλὰ παρὰ ταῦτα ἕτερα, οἷον τοὺς συγγενεῖς τοὺς φίλους τὸν πλοῦτον τὰ τοιαῦτα, ἃ καὶ θυραῖα λέγεται διὰ τὸ ἐκτὸς εἶναι τῆς οὐσίας ἡμῶν, ἤγουν καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος. δεῖται δὲ τούτων οὐ δι’ ἑαυτὴν ἀλλὰ διὰ τὰ ὑποκείμενα πράγματα, περὶ ἃ ὁ πολιτικὸς καταγίνεται καὶ ἃ εὐθετεῖν βούλεται, μὴ δυνάμενα κατορθοῦσθαι χρημάτων χορηγίας ἐκτός.3 οὐχ ἥκιστα δ’ ἐν πολλοῖς καὶ φίλοι συμβάλλονται καὶ θεράποντες καὶ οἰκέται. εἰ γὰρ αὐτὴ δι’ ἑαυτὴν ἡ εὐδαιμονία ἐδεῖτο τῶν ἔξωθεν, ἐδόκει ἂν ἄτοπον εἰ τῶν ἑαυτῆς χειρόνων ἐδέετο· νῦν δὲ τὰ ὑποκείμενά ἐστι πράγματα, οἷς δεῖ πλούτου καὶ χορηγίας τινός, οἷον εἰ δεῖ πόλεμον ἄρασθαι ἢ ναυμαχίαν κροτῆσαι, δεῖ χρημάτων ἐξ ἀνάγκης.

“然而它显然还需要外在善。” 他说,即便幸福本身就是终极目的,然而它有时仍需要外在的善,这些善我们既不说属于灵魂,也不说属于身体,而是在这些之外的其他事物,例如亲族、朋友、财富以及此类事物;它们因位于我们本质(即灵魂与身体)之外而被称为‘门外之物’。但幸福需要这些并非为了它自身,而是为了那些基础事务——政治家正致力于这些事务并希望妥善安排它们,而这些事务若缺乏资财的供给便无法成功实现。在许多事情中,朋友、侍从和家仆的助力也是非同小可的。因为倘若幸福本身为了它自己而需要外在事物,如果它竟需要劣于自身的事物,就会显得荒谬;但实际上是那些基础事务需要财富和某种供给,例如若必须发起战争或进行海战,就必然需要金钱。

语法注3 条
  1. 1.124ἀλλ’ ἐπεὶ καὶ τὸ καλὸν αὐταῖς ὡς ταῖς κακίαις τὸ αἰσχρόν, ὡς αἴσχιστον αἱ κακίαι καὶ αἱ κατ’ αὐτὰς πράξεις, οὕτως αἱ ἀρεταὶ καὶ αἱ κατ’ αὐτὰς πράξεις κάλλισται.

    在从属分句 ἐπεὶ καὶ τὸ καλὸν αὐταῖς ὡς ταῖς κακίαις τὸ αἰσχρόν 中,省略了系动词或表示属性归属的动词(如 ὑπάρχει),须补足为“正如可耻属于恶习一样,崇高美好亦属于德性”。其后的 ὡς... οὕτως... 构成比例对应结构,由 ὡς αἴσχιστον(“正如……是最可耻的”)引出比照项,由 οὕτως... κάλλισται(“同样……是最崇高美好的”)构成主句谓语。

  2. 1.124καὶ εἴη αὕτη ἐν ταῖς καλλίσταις καὶ ἀρίσταις καὶ ἡδίσταις ἐνέργεια ὑπάρχουσα

    希求语气动词 εἴη 与分词 ὑπάρχουσα 结合构成迂回希求表达(或以 εἴη 为系词,分词 ὑπάρχουσα 与主语 αὕτη 一致作表语/同位语),在推论中表达推测性或理论性的结论:“并且这将作为一项现实活动而存在于……”。

  3. 1.125μὴ δυνάμενα κατορθοῦσθαι χρημάτων χορηγίας ἐκτός

    中性复数现在分词 δυνάμενα 在性、数、格上与先行词 τὰ ὑποκείμενα πράγματα(“基础事务”)一致,修饰并表述其实际状况,指出这些政治事务所指向的客体若无资金配给便无法顺利成就的原因或条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:84.6-85.17