- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:82.24-84.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃乌斯特拉提奥斯注解了亚里士多德《尼各马可伦理学》1099a11–22,对比大众之间相互冲突的快乐与本性上令人愉悦的德性行为,论证依德性的行为自身就是愉悦的,并且兼具善与崇高美好。
" Τοῖς μὲν οὖν πολλοῖς τὰ ἡδέα μάχεται." Ἐπεὶ ἡδοναὶ κατὰ τὸν βίον πολλαὶ καὶ τὰ ἡδέα διάφορα ἐφ’ οἷς αἱ ἡδοναὶ καὶ τὰ μὲν καθ’ αὑτὰ ἡδέα τὰ δὲ πρός τι, οἷον σοφία μὲν καὶ ἀρετὴ καὶ τὰ κατ’ αὐτὰς ἐνεργήματα καθ’ αὑτὰ ἡδέα, κἄν τινες εἶεν μὴ φιλοῦντες αὐτὰ διὰ τὸ τῆς κρίσεως ἄλογον, ἵππος δὲ καὶ θέαμα καὶ οἶνος καὶ ἰχθὺς καθ’ αὑτὰ μὲν οὐ φύσει ἡδέα, τοῖς πρὸς ταῦτα δὲ φιλοτοιούτοις, ὅτι πρὸς ταῦτα φιλοτοιοῦτοι τυγχάνουσι.1 διαστέλλων τὰ καθ’ αὑτὰ καὶ φύσει ἡδέα τῶν μὴ τοιούτων ταῦτά φησιν. οἱ μὲν γὰρ πολλοὶ τὰ μὴ φύσει ἡδέα κρίνοντες ἡδέα ἔχουσι ταῦτα καὶ μαχόμενα πρὸς ἄλληλα, οἷον ὅταν ὁ μέν φιλόγλυκος, ὁ δὲ φίλαλμος πέφυκεν, ἢ ὁ μὲν φίλιππος, ὁ δὲ φιλόδενδρος, καὶ ὁ μὲν τὸν γλυκὺν ἥδεται πίνων, ὁ δὲ τὸν αὐστηρότατον, ὡς εἶναι δῆλον ὅτι οὐ φύσει ταῦτα ἡδέα, ἀλλὰ πρὸς ἐκείνους οἳ φιλοῦσι ταῦτα. ἐκεῖνα δὲ φύσει ἡδέα, οἷς οἱ ἀληθῶς φιλόκαλοι χαίρουσι. τοιαῦται δ’ αἱ κατ’ ἀρετὴν ἀεὶ πράξεις, κἄν τινες πλανώμενοι πρὸς αὐτὰς ἀπαρέσκωνται. ὅτι δὲ φύσει ἡδεῖαι, δῆλον ἐκ τῆς κρίσεως. τοῖς γὰρ ὀρθῶς φρονοῦσι καὶ κρίνουσι καὶ λόγῳ ζῶσιν αὗται ἡδεῖαι, τὰ δ’ ἄλλως ἡδέα αἰσθήσει τε κρίνονται καὶ αἴσθησιν τέρπουσι. κἀκεῖνα μὲν ὁμονοοῦντας ἀλλήλοις τοὺς ὀρθῶς κρίνοντας ἔχουσι2 διὰ τὸ φύσει τοιαῦτα εἶναι, οἷα ἐκεῖνοι κρίνουσι, ταῦτα δὲ διαφερομένους πρὸς ἀλλήλους καί που καὶ ἐναντιουμένους διὰ τὸ μὴ φύσει τοιαῦτ’ εἶναι ἀλλὰ πρὸς τοὺς κριτὰς τὰ κρινόμενα, οἳ καὶ φαντασίᾳ ἀλόγως κρίνοντες ἄγονται καὶ φέρονται, ὥστ’ ἐπεὶ φύσει ἡδεῖαι αἱ κατ’ ἀρετὴν πράξεις, καὶ τοῖς φιλαρέτοις εἰσὶ τοιαῦται καὶ καθ’ αὑτάς.
“因此对于大众而言,令人愉悦的事物是相互冲突的。” 既然生活中的快乐有很多,作为快乐所依据的令人愉悦的事物也是各异的,且有些事物自身就是愉悦的,有些则是相对的——例如智慧、德性以及依照它们而来的现实活动自身就是愉悦的,即便有人由于判断的不合理而不喜爱它们;然而马、景观、酒和鱼自身在本质上并非令人愉悦的,而是对那些身为这些事物之爱者的人来说,因他们恰好是这些事物的爱者才是愉悦的——他将本性上自身愉悦的事物与非此类的事物区分开来,说了这些话。因为大众把非本性上令人愉悦的事物判定为令人愉悦的,便拥有了这些甚至彼此相冲突的事物,正如一人天生偏爱甜食,另一人偏爱咸味,或者一人爱马,另一人爱树,一人喜饮甜酒,另一人喜饮最烈涩的酒一样,以至于显然可见这些事物并非在本性上令人愉悦,而是相对于那些喜爱它们的人而言是愉悦的。然而,本性上令人愉悦的事物,则是那些真正的崇高美好之爱者所喜悦的事物。而依照德性的行为始终是这种事物,即便有些人误入迷途而对它们心生厌恶。它们在本性上是令人愉悦的,这一点从判断中即可显明。因为对于那些思想正确、判断端正且循理性而生活的人而言,这些行为是令人愉悦的;至于以其他方式令人愉悦的事物,则既由感觉来判定,又取悦感觉。前者由于本性上就是如那些人所判定的一般,因而使正确判断者彼此心意相合;后者则由于被判定的事物在本性上并非如此,而是相对于判断者而存在,使得他们彼此产生分歧甚至在某处相互对立——而这些判断者又是凭借表象不合理地作出判断,被随意摆布与驱使的。因此,既然依照德性的诸行为在本性上是令人愉悦的,那么对于爱德者而言它们也是这样的,并且自身就是愉悦的。
"Οὐδὲν δὴ προσδεῖται τῆς ἡδονῆς." Ὁ λόγος πρὸς τοὺς λέγοντας μὴ ἄνευ ἡδονῆς τὴν εὐδαιμονίαν. τὸ γὰρ μὴ ἄνευ ἡδονῆς λέγειν ἐμφαίνει τὴν ἡδονὴν ὥς τι παράρτυμα οὖσαν τῷ εὐδαίμονι. τοῦτο δ’ οὐκ ἀληθές, εἴπερ τὸ ἀληθῶς καὶ κατὰ φύσιν ἡδὺ φιλῶν ὁ εὐδαίμων ἅπαν, τοῦτό ἐστι πράττων καὶ μεταχειριζόμενος.
“因此它决不需要外加的快乐。” 这番论述是针对那些主张幸福‘并非没有快乐’的人而发的。因为说‘并非没有快乐’,便将快乐显现为对于幸福之人而言仿佛是一种调味之物。但这并非真理,既然幸福之人热爱一切真正且本性上令人愉悦的事物,并且所行作和实践的正是这本身。
"Πρὸς τοῖς εἰρημένοις γὰρ οὐδ’ ἔστιν ἀγαθός." Ἔτι τὸ αὐτὸ συνίστησι. τίς γὰρ ἂν ἐρεῖ ἀγαθὸν καὶ εὐδαίμονα τὸν μὴ ταῖς καλαῖς εὐφραινόμενον πράξεσιν, οἷον εἰ δικαιοπραγῶν τις μὴ ἐφήδοιτο ταῖς δικαίαις τῶν πράξεων ἢ ἐλευθερίως πράττων μὴ τούτῳ ἐπευφραίνοιτο; τὸ αὐτὸ καὶ ἐπὶ τῶν λοιπῶν ἀρετῶν.
“因为除了所说之外,他甚至不是善人。” 他又进一步确立了同一个道理。因为谁会把一个不因崇高美好的行为而欢喜的人称为善人和幸福之人呢?例如某人行正义之事却不以正义的行为为乐,或行大度之事却不以此为喜,谁会如此称呼他呢?对于其余的诸德性也是同样的道理。
"Εἰ δ’ οὕτω, καθ’ αὑτὰς εἶεν ἄν." Συμπεραίνει τὸ εἰρημένον, ὅτι οὐχ ὡς περίαπτον ἡ ἡδονὴ τῇ εὐδαιμονίᾳ ἀλλὰ καθ’ αὑτὰς αἱ πράξεις αἱ κατ’ αὐτὴν ἡδεῖαί εἰσι. τὰς γὰρ ἐπαινετὰς ἕξεις ἔχων τις καὶ κατ’ ἀρετὰς ἐνεργῶν ἥδεται ταῖς οἰκείαις ἐνεργείαις ὡς φιλάρετος ἐπαπολαύων ὥσπερ ὧν φιλεῖ. κἂν ἀνδρείως τις ἐνεργῶν πονῇ καὶ ἀλγῇ, καὶ οὕτως ἐπευφραίνοιτο τοῖς ἀλγήμασι τῇ τοῦ καλοῦ κατορθώσει τῶν ἀλγηδόνων ἐκνικωμένων,3 κἂν συμβαίη τὸν ἀριστεύοντα καὶ μέχρι θανάτου συνελαύνεσθαι, θάνατον εὐκλεῆ ζωῆς ἀκλεοῦς προτιμῶντα, ὅταν ὑπὲρ τῶν καλλίστων κινδυνεύῃ. ἐπεὶ τοίνυν τῇ γενέσει αὐτῇ τῶν κατ’ ἀρετὴν πράξεων συνυπάρχει ἡ ἡδονή, πῶς περίαπτόν ἐστι καὶ οὐ συνουσίωται μᾶλλον καὶ συμπέφυκεν αὐταῖς;
“如果这样,它们自身就当是[愉悦的]。” 他为所说的话做出结语:快乐并非如同幸福的外加挂饰,而是依照幸福的诸行为自身就是令人愉悦的。因为拥有值得称赞的品质并依照德性进行现实活动的人,对其本己的现实活动感到喜悦,正如爱德者享受自己所爱之物一样。即便某人勇敢地行动而经历劳苦与痛苦,即使这样,他也当在这些痛苦之中因崇高美好之事的成就战胜了诸种痛苦而感到欢喜,即便碰巧做出最英勇之举的人在为了最崇高美好的事物而涉险时宁取光荣的死而不取不光彩的生、甚至被迫走向死亡。因此,既然快乐与依照德性的诸行为之产生本身同时共存,它又怎会是外加的挂饰,而不是毋宁与它们共具本质并共具本性呢?
"Ἀλλὰ μὴν καὶ ἀγαθαί τε καὶ καλαί." Οὐ μόνον ἡδεῖαι, φησί, καθ’ ἑαυτὰς αἱ κατ’ ἀρετὴν πράξεις, ὡς οὐσιωδῶς αὐταῖς ἐνυπάρχουσαν κεκτημέναι τὴν ἡδονήν, ἀλλὰ καὶ ἀγαθαὶ καὶ καλαί, ὡς καὶ τὸ ἀγαθὸν καὶ τὸ καλὸν συμπληροῦντα ἔχουσαι μετὰ τοῦ ἡδέος αὐτάς.
“不仅如此,它们还是善的和崇高美好的。” 他说,依照德性的诸行为不仅自身就是令人愉悦的(因为它们把本质性地内在于它们之中的快乐据为己有),而且也是善的和崇高美好的,因为它们连同愉悦之物一同把善与崇高美好作为使自身达于完满的要素而拥有着。
- 1.118τοῖς πρὸς ταῦτα δὲ φιλοτοιούτοις, ὅτι πρὸς ταῦτα φιλοτοιοῦτοι τυγχάνουσι
此句与前文的 καθ’ αὑτὰ μὲν οὐ φύσει ἡδέα 相对比,省略了谓语 ἡδέα ἐστί,需补全理解为:‘对那些身为这些事物之爱者的人来说,因他们恰好是这些事物的爱者[才是愉悦的]’。
- 1.118κἀκεῖνα μὲν ὁμονοοῦντας ἀλλήλοις τοὺς ὀρθῶς κρίνοντας ἔχουσι
κἀκεῖνα(本性上令人愉悦的事物)为主语,τοὺς ὀρθῶς κρίνοντας 为动词 ἔχουσι 的直接宾语,分词 ὁμονοοῦντας ἀλλήλοις 作宾语补足语,构成‘前者使/拥有那些正确判断者彼此心意一致’的句式。
- 1.121τῇ τοῦ καλοῦ κατορθώσει τῶν ἀλγηδόνων ἐκνικωμένων
τῶν ἀλγηδόνων ἐκνικωμένων 是属格独立结构,其中的 τῇ τοῦ καλοῦ κατορθώσει 是与格,作被动分词 ἐκνικωμένων 的方式/原因状语,意为‘由于崇高美好之事的成就战胜了诸种痛苦’。
