- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:81.8-82.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯在此注解亚里士多德如何借助奥林匹亚的比喻论证幸福是现实活动而非单纯的品质(1098b33–1099a3),并解释亚里士多德如何通过关于“爱某物者”与其所爱对象的归纳三段论,来确立德性生活自身即具有快乐的论点(1099a7)。
" Τὴν μὲν γὰρ ἕξιν ἐνδέχεται μηδὲν ἀγαθὸν ἀποτελεῖν." Διαφορὰν ἐν τούτοις παρίστησι τῆς ἕξεως καὶ τῆς ἐξ αὐτῆς προβαινούσης ἐνεργείας, ὅτι οὐ μικρά ἐστιν, εἰ τὴν μὲν ἐνδέχεται μηδὲν ἀποτελεῖν ἀγαθὸν ἐν τῷ ὑποκειμένῳ οὖσαν,1 ὡς ἐπὶ τοῦ καθεύδοντος τέκτονος ἢ ἄλλου του τεχνίτου ἢ ἐπιστήμονος ἢ νόσῳ τυχὸν ἢ ἀσχολίᾳ τινὶ τῆς ἐνεργείας ἐκκοπτομένου. τὴν δ’ ἐνέργειαν ἀδύνατον μὴ ἀποτελεῖν τὸ τῇ ἕξει ἁρμόδιον. ὡς οὖν ἐπὶ τῶν λοιπῶν ἕξεων ἔχει καὶ τῶν κατ’ αὐτὰς ἐνεργειῶν, οὕτω καὶ ἐπὶ τῆς ἀρετῆς. πράξει γὰρ ἐξ ἀνάγκης ὁ κατ’ αὐτὴν ἐνεργῶν καὶ εὖ πράξει. ἐκ γὰρ ἀγαθῆς ἕξεως ἀγαθαὶ προβαίνουσιν ἐνέργειαι.
“因为品质可能做不出任何善事。” 他在这些话中指出了品质与由此产生的现实活动之间的差别,表明这差别决非微不足道,因为品质作为存在于基底之中的东西,可能做不出任何善事,正如沉睡中的木匠或别的匠人、学者,或者因疾病或某种忙碌而被阻断了现实活动的人那样;然而现实活动却不可能做不出适合该品质的事。因此,正如在其余品质及其相应的现实活动中那样,在德性上也是如此。因为依照德性进行现实活动的人必然会去行动,并且会行动得好;因为善的品质产生出善的现实活动。
"Ὥσπερ δὲ Ὀλυμπιάσιν." Δείκνυσι καὶ ἐκ παραβολῆς τὸ καλῶς ἐνέργειαν εἰρῆσθαι ψυχῆς ἀλλ’ οὐχ ἕξιν τὴν εὐδαιμονίαν. ὡς γάρ, φησίν, ἐν τοῖς ἀγῶσι τοῖς γυμνικοῖς εἰσί τινες ἰσχυρότατοι ἀλλ’ οὐ στεφανοῦνται διὰ τοῦτο, εἰ μὴ ἐνεργοῦσι καὶ ἀγωνίζονται (τῶν γὰρ ἀγωνιζομένων εἰσὶν οἱ στέφανοι), οὕτω κἀν τῷ βίῳ πολλῶν ἴσως καλῶν καὶ ἀγαθῶν οἱ πράττοντες ὀρθῶς2 καὶ τὰς ἕξεις ἔργοις ἐπιδεικνύμενοι, ἐκεῖνοι ἐπήβολοι γίνονται, ἤτοι εὔποροι δόξης καὶ μακαριότητος. αἱ δ’ Ὀλυμπιάδες ἀγῶνες ἐν Ἀρκαδίᾳ τελούμενοι Διὶ Ὀλυμπίῳ.
“正如在奥林匹亚竞技中……” 他也通过比喻表明,幸福被恰当地说成是灵魂的现实活动而非品质。他说,正如在体操竞技比赛中,有些人虽然极其强壮,但若不进行现实活动去参加比赛,就不会因此而获得冠冕(因为冠冕属于参赛者),在生活中也是如此,在或许众多的优秀善良之人中,那些正确行动并通过行为展示其品质的人,唯有他们才能成为获得者,即享有声誉与至福的人。而奥林匹亚竞技是在阿卡迪亚为奥林匹亚宙斯举行的比赛。
"Ἔστι δὲ καὶ ὁ βίος αὐτῶν καθ’ αὑτὸν ἡδὺς ἕως τοῦ τῷ φιλαρέτῳ." Δείξας ὅτι τε ἔστιν ἡ εὐδαιμονία καὶ τί ἐστιν, ἐντεῦθεν ἐπὶ τὰ λοιπὰ χωρεῖ δύο προβλήματα· καὶ παρίστησι τίνα τε ὑπάρχει αὐτῇ καὶ διὰ τί ὑπάρχει. τοῦτο δέ ἐστι τὸ ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστιν. ἃ δείκνυσιν ὑπάρχειν αὐτῇ, τὸ ἥδιστόν ἐστι καὶ τὸ ἄριστον καὶ τὸ κάλλιστον. τοῦτο δὲ κατὰ τὰ παρὰ ἀρχαίων περὶ αὐτῆς δοξαζόμενα. εἴ τι γὰρ ἔλεγεν ἕκαστος εἶναι τὴν εὐδαιμονίαν, μεθ’ ἡδονῆς ἔλεγεν εἶναι ἢ οὐκ ἄνευ ἡδονῆς· μεθ’ ἡδονῆς μέν, εἰ ὡς μέρος καὶ αὐτὴν τῆς εὐδαιμονίας μετὰ τῶν ἄλλων ἐλάμβανεν, οὐκ ἄνευ δὲ ἡδονῆς, εἰ ὡς τι τῶν ἑπομένων τῇ εὐδαιμονίᾳ τὴν ἡδονὴν ἔλεγεν. οὐ χωρὶς δὲ ἀλλήλων ταυτὶ τὰ ζητούμενα, τὸ ὁποῖόν τί ἐστι καὶ τὸ διὰ τί ἐστιν, ἀλλ’ ἀλλήλοις συναναφαίνονται. τῆς γὰρ αἰτίας ἀποδιδομένης, δι’ ἣν τόδε τῷδε ὑπάρχει, ἅμα καὶ τὸ ὅτι ὑπάρχει τόδε τῷδε καὶ τὸ διὰ τί ὑπάρχει παρίσταται. ἵνα δὲ συστήσηται τὴν ἀπόδειξιν, ἄρχεται ἀπὸ τοῦ καθολικωτέρου καὶ κοινοτέρου καὶ καταφέρει τὸν λόγον εἰς τὸ προκείμενον. ἑκάστῳ γάρ, φησίν, ἐκεῖνο ἡδύ ἐστι πρὸς ὃ φιλοτοιοῦτος λέγεται,3 οἷον φίλιππος ὁ τοὺς ἵππους φιλῶν καὶ ἡδὺ ὁ ἵππος αὐτῷ, φιλοθέωρος ὁ τὰς θέας καὶ ἡδὺ τὸ θέαμα αὐτῷ, φίλοινος καὶ φιλόσοφος ὁ τὴν σοφίαν καὶ τὸν οἶνον καὶ ἡδὺ ὁ οἶνος καὶ ἡ σοφία αὐτῷ. καὶ οὕτως ἐκ τῆς ἐπαγωγῆς τὸ καθόλου πιστωσάμενος, ἤτοι τὴν τοῦ συλλογισμοῦ μείζονα πρότασιν, καταντᾷ ἐπὶ τὸ προκείμενον, τὸν αὐτὸν τρόπον φάσκων καὶ τὰ δίκαια καὶ ὅλως τὰ κατ’ ἀρετὴν τῷ φιλαρέτῳ. ἐπεὶ γὰρ ὁ φιλάρετος φιλοτοιοῦτος πρὸς τὰς ἀρετὰς καὶ τὰς πράξεις κατ’ αὐτὰς λέγεται, ἑκάστῳ δὲ ἡδέα πρὸς ἃ φιλοτοιοῦτος λέγεται, καὶ τῷ φιλαρέτῳ ἄρα ἡδέα αἱ ἀρεταὶ καὶ αἱ κατ’ αὐτὰς πράξεις, ὥστε κἂν ἄλλους ὁρᾷ ἢ ἀκούῃ τὰ τοιαῦτα πράττοντας ἢ αὐτὸς ταῦτα ἐνεργῇ, ἡδέως ἕξει καὶ ὁρῶν μὲν καὶ ἀκούων, μάλιστα δὲ πράττων. καὶ ἐπεὶ ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν ἡ εὐδαιμονία, μεθ’ ἡδονῆς ὁ εὐδαίμων ἐνεργήσει καὶ ἡσθήσεται αὐτῷ ἡ ψυχὴ ἐφ’ οἷς κατ’ ἀρετὴν ἐνεργεῖ.
“并且他们的生活自身就是愉悦的,直至‘对于爱德者’。” 在表明了幸福的存在及其本质之后,他从这里走向其余的两个问题;他阐明了什么属性属于它,以及它为何具有这些属性。这也就是“它是怎样的事物”以及“它为何如此”。他表明属于幸福的,乃是最愉悦的事物、至善的事物和最崇高美好的事物。这是符合古人关于幸福所持的见解的。因为无论每个人把幸福说成什么,他们都说它是伴随快乐的,或者并非没有快乐的:如果有人将快乐本身也与其余事物一同作为幸福的一部分来把握,就是“伴随快乐”;如果把快乐说成是伴随幸福的事物之一,就是“并非没有快乐”。而这些所探求的事物,即“它是怎样的事物”和“它为何如此”,彼此并非相互分离,而是一同显现的。因为在给出这一事物属于那一事物的因由时,这一事物属于那一事物的事实本身与它为何属于那一事物的理由便同时呈现出来。为了建构证明,他从更为普遍和共通的前提开始,将论述引导至眼前的主题。因为他说,对每个人而言,凡使他被称为“某某之爱者”的对象都是愉悦的;例如爱马者是喜爱马的人,马对他而言就是愉悦的;爱观赏者是喜爱看表演的人,景观对他而言就是愉悦的;爱酒者与爱智者是喜爱智慧与酒的人,酒与智慧对他而言就是愉悦的。在以这种方式通过归纳证实了全称判断(即三段论的大前提)之后,他便进至眼前的主题,断言以同样的方式,公正的事物以及一般而言依照德性的事物,对于爱德者也是愉悦的。因为既然爱德者是针对诸德性及其相应行为而被说成“某某之爱者”的,而对每个人而言凡使他被称为“某某之爱者”的对象都是愉悦的,那么对于爱德者来说,诸德性及其相应行为自然也就是愉悦的;以至于无论他是看到或听到他人做出此类行为,还是自己践行这些活动,他在看与听时都会感到愉悦,在亲自行动时尤其如此。又因为幸福是灵魂依照德性的现实活动,幸福之人便会伴随着快乐而进行活动,他的灵魂也会因其依照德性而活动的那些事而感到喜悦。
- 1.115τὴν μὲν ἐνδέχεται μηδὲν ἀποτελεῖν ἀγαθὸν ἐν τῷ ὑποκειμένῳ οὖσαν
带不定式的宾格句式,其中 τὴν μέν 作主语宾格,指代前文的 ἕξιν。分词短语 ἐν τῷ ὑποκειμένῳ οὖσαν 带有让步意味(“尽管存在于基底之中”)。随后的 ὡς ἐπὶ τοῦ καθεύδοντος 充当表示举例的状语短语(“正如在……沉睡的情况下”)。
- 1.116πολλῶν ἴσως καλῶν καὶ ἀγαθῶν οἱ πράττοντες ὀρθῶς
πολλῶν ἴσως καλῶν καὶ ἀγαθῶν 是部分属格,脱胎于亚里士多德原文中的 τῶν δ' ἐν τῷ βίῳ καλῶν κἀγαθῶν。它指示后文主语 οἱ πράττοντες ὀρθῶς(“正当地行动之人”)所出自的总体范围,而非独立属格。
- 1.117πρὸς ὃ φιλοτοιοῦτος λέγεται
复合形容词 φιλοτοιοῦτος(“某某之爱者”)是一个概括性的构词。介词短语 πρὸς ὅ 包含关系代词 ὅ,以前文主句的指示代词 ἐκεῖνο 为先行词,表示喜爱所朝向的对象(“就……而言被称为某某之爱者”)。
