← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§79.23-81.7

关于幸福诸观点的调和与德性的状态及活动

厄斯特拉齐奥斯评注了亚里士多德将关于幸福的流行见解和先人观点(德性、智慧、快乐及外在繁荣等)调和并纳入其自身定义之处,并通过工具的占有与使用之比喻,阐明了作为品质的德性与其现实活动之间的关键区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.110

" Φαίνεται δὲ καὶ τὰ ἐπιζητούμενα περὶ τὴν εὐδαιμονίαν." Ἐπιζητούμενα καὶ δοξαζόμενα καλῶς τὰ περὶ εὐδαιμονίαν ζητούμενα. οὕτω δὲ ταῦτα εἶπεν ὡς οὐ πάντων λεγόντων τὸ αὐτό, ἀλλ’ ἄλλων μὲν τόδε, ἑτέρων δὲ τόδε. εἰ γὰρ πάντες ἔλεγον τὸ αὐτό, οὐκ ἂν ἦν ἐπιζητούμενον τὸ λεγόμενον ἀλλ’ ὁμοφωνούμενον. νῦν δ’ ἐπεὶ ὁ μὲν τόδε, ὁ δὲ τόδε, ζητούμενά ἐστι διὰ τὸ πρὸς ἄλληλα διαφέρεσθαι. ὅμως καὶ οὕτως ἔχοντα φαίνεται πάντα τῷ λεχθέντι ὑπάρχοντα, ὡς ὁ λόγος φανεῖ. ἐπεὶ γὰρ τὸ λεχθὲν ἦν τὴν εὐδαιμονίαν εἶναι ψυχῆς ἐνέργειαν κατ’ ἀρετήν, κἂν ἀρετήν τις ἁπλῶς αὐτὴν ἐρεῖ κἂν φρόνησιν καὶ σοφίαν τινὰ κἂν ταῦτα πάντα κἂν τούτων τι μεθ’ ἡδονῆς ἢ οὐκ ἄνευ ἡδονῆς, συνῳδὰ πάντα τῷ λόγῳ. πάντα γὰρ ταῦτα τῆς ψυχῆς καὶ ἀρετὴ ψυχῆς ἕκαστον, ὥστε τῷ λέγοντι λόγῳ ψυχῆς ἐνέργειαν εἶναι κατ’ ἀρετὴν τὴν εὐδαιμονίαν πάντα ταῦτα ὑπάρχοντα φαίνεται, μόνον ὅτι1 ταῦτα μὲν ἕξεις, ὁ δὲ λόγος ἐνέργειαν εἴρηκε τῆς κατ’ ἀρετὴν ἕξεως, ἡ δ’ ἡδονὴ ἐξ ἀνάγκης ἕπεται τῷ συναισθανομένῳ ἑαυτοῦ ἔχοντος εὖ. εἰ γὰρ ἐπὶ τῷ εἶναι ἥδεταί τις τοῦ εἶναι ἀπολαύων, οὗ φύσει τῶν ὄντων ἐφίεται ἕκαστον, πῶς ἂν οὐχ ἥδοιτο πλέον ἐπὶ τῷ εὖ εἶναι, ἐφετοῦ ἐφετωτέρῳ ὄντι. εἰ δὲ καὶ περὶ τὴν εὐδαιμονίαν ζητούμενα καὶ οὐ περὶ τῆς εὐδαιμονίας, οὐδὲ τοῦτο ἀνέμφαντον, ἀλλ’ ὡς τῶν ταῦτα λεγόντων2 τὴν μὲν οὐσίαν αὐτῆς μὴ δηλούντων, τὰ περὶ αὐτὴν δ’ ἐμφαινόντων ἢ ἐν χρόνῳ ὡς εἰπεῖν ἁπτόμενα ἢ πρὸς αὐτὴν ἐπιπολαιότερον ἔχοντα.

“关于幸福所探求的事物也显现出来。” 关于幸福所探求的事物,被恰当地称为“进一步探求的事物”与“所意见的事物”。他这样说这些事,是因为并非所有人说的都是同一回事,而是一些人说这个,另一些人说那个。因为如果所有人都说同一回事,那么所说的就不会是“进一步探求的事物”,而是“一致赞同的事物”了。但如今既然这人说这个,那人说那个,它们便因彼此互异而成其为所探求的事物。尽管如此,即使处于这种情形,正如论证将表明的那样,所有这些事物看起来都属于已经阐明的事物。因为既然已经阐明的事物是“幸福是灵魂依照德性的现实活动”,那么无论有人把幸福单单说成是德性,还是说成明智与某种智慧,或是说成所有这些,抑或是说成伴随快乐或并非没有快乐的其中某些事物,一切都与该定义相合。因为所有这些都属于灵魂,并且每一项都是灵魂的德性,以至于对于主张幸福是灵魂依照德性的现实活动的定义而言,所有这些看起来都属于它,唯一的差别在于这些是品质,而定义所说的是依照德性的品质的现实活动;并且快乐必然伴随那意识到自己处于良好状态的人。因为如果有人在享受存在的同时因存在而感到喜悦——凡存在之物每一种都在自然本性上渴望存在——那么对于比值得欲求之物更为值得欲求的“良好存在”,他怎能不感到更大的喜悦呢?至于[亚里士多德说的是]“围绕幸福”所探求的事物而非“关于幸福”所探求的事物,这也并非毫无深意,而是因为说这些话的人没有指明它的本质,而是表明围绕着它的事物,即可以说是在时间中与它接触的事物,或者与它具有更表面关系的事物。

§1.111

"Ἕτεροι δὲ καὶ τὴν ἐκτὸς εὐετηρίαν." Τοῦτο οὐχ ὡς ἐν τῷ ὁρισμῷ καὶ αὐτὸ παραληφθὲν εἶπεν, ἀλλ’ ὅτι καὶ οὗτοι τῷ λόγῳ οὐκ ἠναντιοῦντο, παραλαμβάνοντες μὲν καὶ τὰ εἰρημένα, σὺν αὐτοῖς δὲ καὶ τὴν ἐκτὸς εὐετηρίαν ὥς τι παραπλήρωμα τάττοντες. δεῖ γὰρ καὶ αὐτῆς ἐνίοτε τῷ εὐδαίμονι ὡς συνεργοῦ πρὸς ἐνεργείας τινάς.

“另一些人则还[加上]外在的繁荣。” 他说这话,并不是把它本身也当作定义中包含的内容,而是因为这些人也没有反对该定义,他们在采纳所说内容的同时,还将外在的繁荣作为某种补充排列在它们旁边。因为幸福之人有时确实也需要它,作为朝向某些现实活动的协作者。

§1.112

"Τούτων δὲ τὰ μὲν πολλοὶ καὶ παλαιοὶ λέγουσι." Τῶν περὶ εὐδαιμονίαν εἰρημένων τὰ μὲν πολλοὶ καὶ παλαιοὶ ἄνδρες φασί, τὰ δὲ ὀλίγοι καὶ ἔνδοξοι. τοῖς μὲν οὖν διὰ τὴν παλαιότητα τὸ αἰδέσιμον, τοῖς δὲ διὰ τὸ ἔνδοξον, οὖσι σοφοῖς. οὔτε οὖν τούτους οὔτε ἐκείνους δοτέον διαμαρτάνειν ἁπλῶς ἐφ’ οἷς φασιν.

“在这些事物中,有些是许多古人所说的。” 在关于幸福所说的事物中,有些是许多古人说的,另一些则是少数著名人士说的。因此,前者因其古老而享有崇高尊严,后者则因其声望而享有尊严,因为他们是明智之士。所以,无论这些人[后者]还是那些人[前者],都不可认为他们在所说的事上完全失误。

§1.113

"Ἀλλ’ ἕν γέ τι ἢ τὰ πλεῖστα κατορθοῦν." Ἕν εἰπὼν ὥσπερ ᾐδέσθη τοὺς ἄνδρας, εἰ τοσοῦτοι καὶ τοιοῦτοι ὄντες ἕν τι μόνον κατορθῶσαι ῥηθήσονται, ἐφ’ οἷς περὶ εὐδαιμονίας εἶπον, διὰ τοῦτο ἢ τὰ πλεῖστα ἐπήνεγκε.

“而是在至少某一点上,或在绝大多数点上切中要害。” 在说了“某一点”之后,他似乎是对这些先贤怀有敬畏,生怕他们身为如此众多且如此卓越的人,在关于幸福所说的话中竟被说成仅在某一点上切中要害,因此他加上了“或在绝大多数点上”。

§1.114

"Τοῖς μὲν οὖν λέγουσι τὴν πᾶσαν ἀρετήν." Οἱ ἀρετήν, φησί, τὴν εὐδαιμονίαν εἰπόντες συνῳδὰ μὲν τῷ ἀποδοθέντι περὶ αὐτῆς εἶπον λόγῳ, ὡς ἐνεργείας οὔσης τῆς εὐδαιμονίας κατ’ ἀρετήν. πλὴν πολὺ διαφέρει ἐν κτήσει ὑπολαμβάνειν ἢ χρήσει τὸ ἄριστον. καὶ ἐν ἕξει ἢ ἐνεργείᾳ. ἡ μὲν γὰρ χρῆσις καὶ κτῆσις ἐπὶ τῶν ὀργάνων λέγεται καὶ εἴ τι τούτοις ἀνάλογον, ἡ δ’ ἕξις καὶ ἐνέργεια ἐπὶ τῶν ἔν τινι θεωρουμένων ποιοτήτων καὶ τελειούντων αὐτό, οἷον πλοῦτος μὲν καὶ τὰ ταῖς τέχναις ὑπουργὰ ὄργανα ἐν κτήσει εἶναι τοῖς ἔχουσι λέγονται, καὶ δεῖ χρῆσθαι αὐτοῖς πρὸς τὰ δέοντα ὡς μὴ μάτην ἡ τούτων εἴη κτῆσις. τέχνη δὲ καὶ ἐπιστήμη καὶ ἀρετὴ ἕξεις τῆς ψυχῆς, ἐν αὐτῇ μὲν ὡς ἐν ὑποκειμένῳ οὖσαι, τελειωτικαὶ δὲ τοῦ ἐν ᾧ εἰσι. καὶ δεῖ κατ’ αὐτὰς ἐνεργεῖν ὡς μὴ μάτην τὰς ἕξεις ἔχοιμεν. ὡς γὰρ θησαυρῷ μὴ φαινομένῳ μάτην ἡ κτῆσις, οὕτω καὶ ἕξει ἀγαθῇ μὴ ἐνεργούσῃ εἴη ἄν τὸ ὑπάρχειν διάκενον.3

“因此对于那些主张[幸福是]全部德性的人。” 他说,那些把幸福说成是德性的人,所说的话是与关于它所给出的定义相符的,因为幸福是依照德性的现实活动。只不过,把至善理解为在于占有还是在于使用,以及在于品质还是在于现实活动,这两者之间有极大差别。因为使用与占有是就工具以及与此类似之物而言的,而品质与现实活动则是就某种事物中被考察到且使其完满的性质而言的;例如财富和辅助各门技艺的工具,对于拥有者来说被说成是在占有之中,并且必须为了必需的事物而使用它们,以免对它们的占有归于徒劳。而技艺、科学和德性则是灵魂的品质,它们作为在基底中那样存在于灵魂之中,并使它们所存在于其中的事物趋于完满。我们必须依照它们来进行现实活动,以免徒劳地拥有这些品质。因为正如对于隐匿不见的珍宝来说,占有是徒劳的,对于不进行现实活动的善的品质来说,其实在的存在也将是完全虚空的。

语法注3 条
  1. 1.110μόνον ὅτι

    意为“只是…… / 唯一的差别在于……”的限制性与保留性连词用法。主句阐述了幸福的定义与各派见解在实质上的契合,此处以此引出两者之间唯一的差别(品质与现实活动之别)。

  2. 1.110εἰ δὲ καὶ περὶ τὴν εὐδαιμονίαν ζητούμενα καὶ οὐ περὶ τῆς εὐδαιμονίας, οὐδὲ τοῦτο ἀνέμφαντον, ἀλλ’ ὡς τῶν ταῦτα λεγόντων

    基于支配宾格的介词短语 περὶ τὴν εὐδαιμονίαν 与支配属格的 περὶ τῆς εὐδαιμονίας 之间的对比所作的句法评注。作者通过随后由 ἀλλ’ ὡς 引导的属格独立结构(τῶν ταῦτα λεγόντων ... μὴ δηλούντων ... ἐμφαινόντων),说明亚里士多德选用宾格的意图在于指示附带的、周边的属性,而非本质(οὐσία)本身。

  3. 1.114ὡς γὰρ θησαυρῷ μὴ φαινομένῳ μάτην ἡ κτῆσις, οὕτω καὶ ἕξει ἀγαθῇ μὴ ἐνεργούσῃ εἴη ἂν τὸ ὑπάρχειν διάκενον.

    以 ὡς ... οὕτω ... 构成的相关类比句。前半句省略了系动词 ἐστί,与格 θησαυρῷ μὴ φαινομένῳ 起领有(或关涉)与格的作用。后半句中,带冠词不定词 τὸ ὑπάρχειν(存在)充当语法主语,διάκενον 则充当表语补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:79.23-81.7