← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§7.7-8.26

研究、行为与抉择的定义及四者顺序

厄斯特拉齐奥通过与隐修生活的对比补充了技艺论,定义了“研究”、“行为”与“抉择”,并解释了亚里士多德为何未提及学问、为何使用“似乎”与“某种”等限定词,以及这四者排列顺序的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1#2

ταῦτα δὲ λέγω πρὸς τὸ κατὰ φύσιν ἀποβλέπων καὶ τὸ ταῖς τῶν πόλεων εὐνομουμέναις ἁρμοδιώτατον καί, ὥς τις ἂν εἴποι, κοινωνικοῖς ἀνθρώποις καὶ πολιτικοῖς οἰκειότατον. εἰ δ’ ὀρειβατεῖν ἴσως αἱροῖτο καὶ ἐρημοπολεῖν βίον ἑλόμενος τὸν θειότερον καὶ τῇ θείᾳ προνοίᾳ καὶ μονῇ πᾶν τὸ ἑαυτοῦ ἀναθέμενος, ἢ οὐδὲν ἢ πάνυ βραχὺ τέχνης ὑπουργούσης δεήσεται· ταῦτα μὲν δὴ περὶ τέχνης λέγουσι παρεκβατικώτερον εἴρηται. μέθοδος δέ ἐστιν ἕξις ὁδοποιητικὴ μετὰ λόγου· ὥσπερ γὰρ ὁδοῦ τις κατὰ τὴν τοῦ λόγου ἀκολουθίαν ἐχόμενος ὡς εἴς τι κατάλυμα τὴν τοῦ ζητουμένου ἀγούσης εὕρεσιν οὕτω πρόεισιν1 ἀγαθὸν τέλος ἑαυτῷ προτιθέμενος τὴν τῆς ἀληθείας κατάληψιν, ὑφ’ ἧς ἡ ψυχὴ κοσμουμένη ταῖς κατὰ μέρος τῶν ὄντων εὑρέσεσι τὴν οἰκείαν ἀπολαμβάνει κατὰ θεωρίαν τελείωσιν. ἀλλὰ τί δήποτε περὶ τέχνης καὶ μεθόδου εἰπὼν ὡς ἐφιεμένων τοῦ ἀγαθοῦ τῆς ἐπιστήμης οὐκ ἐμνημόνευσε; πότερον ὡς οὐχὶ καὶ αὐτῆς ἐφιεμένης τοῦ ἀγαθοῦ; καὶ μὴν ὅσον ἀκριβεστέρα τῆς τέχνης ἡ ἐπιστήμη, τοσοῦτον ἂν εἴη καὶ μᾶλλον τοῦ ἀγαθοῦ ἐφιεμένη καὶ ἀπολαύουσα. ἴσως μὲν οὖν καὶ δήλου ὄντος, ὡς εἰ ἡ ἐλάττων εἰς κατάληψιν τοῦ ἀληθοῦς τοῦ ἀγαθοῦ ἐφίεται καὶ τούτου τυγχάνει κατὰ τὴν ἔφεσιν, πολλῷ μᾶλλον ἡ μείζων τε καὶ ἀκριβεστέρα· ἔπειτα καὶ ἐκ τοῦ εἰπεῖν τὴν μέθοδον δῆλός ἐστι παριστῶν καὶ τὴν ἐπιστήμην. αἱ γὰρ ἄγουσαι μέθοδοι πρὸς βεβαίαν τῆς ἀληθείας κατάληψιν καὶ ὑπὸ λόγου παντὸς ἀμετάπειστον ἐπιστημονικαὶ πάντως εἰσίν. εἰ δὲ βούλει καὶ τρίτον· δύο γὰρ τὰ τέλη τοῦ ἀνθρώπου, δι’ ὧν πρὸς τὸ πρῶτον ἀγαθὸν ἀναφέρεται, ἀπάθεια καὶ ἀλήθεια, ὧν τὸ μὲν πρακτόν, τὸ δὲ θεωρητόν ἐστιν. ἐπεὶ δὲ νῦν περὶ τοῦ πρακτοῦ ἀγαθοῦ ὁ λόγος αὐτῷ, ἡ δὲ ἐπιστήμη περὶ τὸ θεωρητὸν καταγίνεται, διὰ τοῦτο ἐνταυθοῖ τῆς ἐπιστήμης οὐκ ἐμνημόνευσε. τέχναι γὰρ καὶ μέθοδοί εἰσι καὶ πρακτικαὶ καὶ θεωρητικαί, ἐπιστῆμαι δὲ πᾶσαι θεωρητικαί. πρᾶξις δέ ἐστιν ἡ κατὰ προαίρεσιν ἀνθρώπου ἐνέργεια. προαίρεσις δὲ ἡ δυοῖν προκειμένοιν κρίσις ἀνθρώπου, τόδε προτιθεῖσα πρὸ τοῦδε καθ’ ὁρμήν τε καὶ ὄρεξιν. τὸ δοκεῖ δὲ εἶπεν ὡς κοινῶς λεγόμενον ἐπί τε τοῦ ἀληθοῦς καὶ τοῦ φαινομένου. ἡ μὲν γὰρ ἔφεσις τοῦ ἀγαθοῦ ἐστιν, οὐ πάντως δὲ πρὸς τὸ ἀληθῶς ἀγαθὸν τείνεται, ἀλλ’ ἔστιν οὗ καὶ πλάνη περὶ αὐτὴν γίνεται, ὡς εἶναι ἁπλῶς μὲν τοῦ ἀγαθοῦ τὴν ἔφεσιν, ἀλλ’ ἢ μετὰ πλάνης τινός.2 πᾶσι γοῦν οὕτω δοκεῖ, ὡς πᾶσαν ἔφεσιν πρὸς τὸ ἀγαθὸν ἀποτείνεσθαι. τὸ δὲ τινὸς προσέθηκεν ὅτι ἓν τὸ ἁπλῶς καὶ μὴ κατά τινα μετοχὴν ἀγαθόν, τῶν δ’ ἄλλων ἕκαστον πῇ ἀγαθόν, ὡς ἐκείνου μετεσχηκὸς καὶ ἐν συνθέσει τινὶ θεωρούμενον, διὰ τοῦτο οὐχ ἁπλῶς ἀλλὰ τὶ ἀγαθόν. τῶν δὲ κατὰ μέρος τεχνῶν καὶ μεθόδων καὶ πράξεων ἑκάστη καὶ προαιρέσεων οἰκείου ἀγαθοῦ τινος ἐφίεται προσεχῶς καὶ διὰ μέσου ἐκείνου πρὸς τὸ κοινὸν ἄνεισι. τοίνυν ἐπεξελθὼν πᾶσαν ἕξιν ἀνθρώπου καὶ ἐνέργειαν ὅτι πᾶσα τοῦ ἀγαθοῦ ἐφίεται, ἐπαινεῖ τοὺς τὸ ἀγαθὸν ὑπογράψαντας ὅτι καλῶς ἀπεφήναντο τὸ ἀγαθὸν εἶναι οὗ πάντα ἐφίεται, ὥσπερ ἐξ ἐπαγωγῆς τινος πρότερον τὴν ὑπογραφὴν πιστωσάμενος. ὅτι δὲ οὐχ ὅρος τὸ εἰρημένον ἐστὶν ἀλλ’ ὑπογραφή, δῆλον ἐκ τοῦ ληφθῆναι ἐκ τῶν ὑστέρων. τοῦ γὰρ κοινοῦ ἐφετοῦ πάντα τὰ ἐφιέμενα ὕστερα, ὅτι καὶ ἐξ ἐκείνου πάντα καὶ ἐκεῖνο τοῦ εἶναι τοῖς πᾶσιν αἴτιον. εἰ μή τι δὲ δοκεῖ περιττόν, ῥητέον τι καὶ περὶ τῆς τάξεως, διὰ τί τέχνην μὲν καὶ μέθοδον τῆς πράξεως προέταξε καὶ τῆς προαιρέσεως, αὖθις δὲ τέχνην μὲν μεθόδου, πρᾶξιν δὲ προαιρέσεως. ἢ τάχα διότι ἡ τέχνη καὶ ἡ μέθοδος λόγον καὶ θεωρίαν εἰσάγουσι, καὶ δεῖ τοῖς ἀνθρώποις λογικοῖς οὖσι καὶ ἐν λόγῳ μάλιστα τὸ τέλειον ἔχουσι λόγον ἔχειν καὶ θεωρίαν ἁπανταχοῦ τῶν πράξεων ἡγούμενα καὶ τῶν προαιρέσεων, ἐπεὶ καὶ οὕτως μόνως ἔσται τοῖς κατὰ πρᾶξίν τε καὶ προαίρεσιν ἡ κατόρθωσις,3 λόγου προηγουμένου καὶ φῶς αὐτοῖς τῆς τοῦ καλοῦ καὶ τοῦ ἀγαθοῦ γνώσεως ὑπανάπτοντος. τέχνη δὲ προτέτακται μεθόδου καὶ πρᾶξις προαιρέσεως κατὰ τὴν τοῦ Ἀριστοτέλους συνήθειαν τὴν φύσιν μιμουμένου, ἀπὸ τῶν ἀτελεστέρων ὡς ἐπίπαν ἀρχομένην ἐν ταῖς γενέσεσι καὶ προβαίνουσαν οὕτως ἐπὶ τὰ τελεώτερα. τελειοτέρα δὲ καὶ κοινοτέρα τῆς τέχνης ἡ μέθοδος, κυριωτέρα δὲ καὶ αἰτιωτέρα προαίρεσις πράξεως. πρότερον γὰρ προαιρούμεθα τόδε τοῦδε τῶν πρακτέων προκρίνοντες καὶ οὕτως ἐπὶ τὴν πρᾶξιν ἐρχόμεθα.

但我说这些,是着眼于顺应自然之事、最适合于良制城邦之事,以及可以说是对于群居和过政治生活的人最为适宜之事。然而,如果有人或许选择巡行山野、浪迹荒漠,选择了更为神圣的生活,并将自己的一切托付给神圣的眷顾与独修,那么他对于提供助益的技艺要么一无所求,要么求之甚微。这些对于谈论技艺的人来说,确实说得有些离题了。另一方面,研究乃是伴随着理性的辟路品质;因为正如有人顺着理性的推导紧依道路,如同通向客舍一般通向被探求者的发现,他就是如此前行,将对真理的领悟作为善的目的置于自身面前,灵魂藉由此领悟因着对存在者个别局部的发现而得到装饰,从而获得其在观照上的特有完全。但是,究竟为何他在谈到技艺和研究旨在善时,却没有提及学问呢?难道是因为学问自身并不旨在善吗?然而,学问比技艺愈加精确,它就愈加旨在善并享受善。或许首先是因为这显而易见:如果在领悟真理上较为劣下的东西也旨在善并且依其追求而获得善,那么更伟大、更精确的东西就更是如此;其次,从他说出“研究”来看,他也显然呈现了学问。因为凡是通向对真理牢固且不为任何言词所动摇的领悟之研究,全都是具学问性的。如果你愿意,还有第三个理由:因为人借以被引向最初之善的目的有两个,即不动心(无情念)与真理,其中前者是实践的,后者是观照的。但既然他如今的论述是关于实践之善的,而学问从事于观照之事,因此他在此处未曾提及学问。因为技艺和研究既有实践的也有观照的,但诸学问则全都是观照的。行为则是人顺从抉择的活动。而抉择是人在摆在面前的两件事物之间的判断,依据冲动和欲望将此物置于彼物之前。他说“似乎”,乃是作为对真实者和表象者二者共同适用的说法。因为追求固然是针对善的,但并不全然导向真正的善,而是在关于它时也有产生差错的情况,以致追求固然单纯是针对善的,却也伴随着某种差错。无论如何,在所有人看来都是如此,即一切追求都导向善。他加上“某种”,是因为纯粹而非由于某种分有而为善者唯有一,其余各项则因分有了那个善并且在某种复合中被考察而在某种意义上是善,正因如此它不是单纯的善,而是某种善。而个别的技艺、研究、行为和抉择,每一项都直接旨在某种特有的善,并以此为媒介上升到共同的善。因此,在详述了人的每种品质状态和活动都旨在善之后,他称赞那些勾勒出善之描述性定义的人,称其极好地宣告了善乃是万物所追求之物,仿佛预先从某种归纳中证实了该描述。至于所说的话不是本质定义而是描述性定义,这从它是从后起之物中提取出来的就显而易见了。因为相对于共同的追求对象而言,一切有所追求之物都是后起的,因为万物皆由它而来,且它是一切事物存在的原因。如果不被视为多余的话,还必须就次序谈谈几句,即为何他将技艺与研究置于行为与抉择之前,接着又将技艺置于研究之前、行为置于抉择之前。这或许是因为技艺与研究引入了理性与观照,而对于作为理性存在者且主要在理性中拥有完全的人来说,必须在任何地方都让理性与观照引导行为与抉择,因为只有这样,对于依行为与抉择而行的人而言才会有成就,有理性在前引导,并为他们点亮关于崇高与善的认识之光。技艺被置于研究之前、行为置于抉择之前,则是遵循亚里士多德模仿自然的习惯,自然在生成中通常始于较为不完全者,并如此进至较为完全者。而研究比技艺更为完全且更为普遍,抉择比行为更具支配性且更具原因性。因为我们是在应行之事中将此物置于彼物之上进行预先抉择,并由此进至行为的。

语法注3 条
  1. 1.1ὥσπερ γὰρ ὁδοῦ τις κατὰ τὴν τοῦ λόγου ἀκολουθίαν ἐχόμενος ὡς εἴς τι κατάλυμα τὴν τοῦ ζητουμένου ἀγούσης εὕρεσιν οὕτω πρόεισιν

    句子的基本骨架是 ὥσπερ γὰρ ὁδοῦ τις ... ἐχόμενος ... οὕτω πρόεισιν(因为正如有人紧依道路……他就如此前行)。分词 ἀγούσης 为属格阴性单数,修饰先行词 ὁδοῦ,并支配 ὡς εἴς τι κατάλυμα τὴν τοῦ ζητουμένου ... εὕρεσιν(如同通向客舍一般通向被探求者的发现)作为方向补足语。

  2. 1.1ὡς εἶναι ἁπλῶς μὲν τοῦ ἀγαθοῦ τὴν ἔφεσιν, ἀλλ’ ἢ μετὰ πλάνης τινός

    在表示结果的 ὡς + 不定词结构(ὡς εἶναι)中,对比词 μέν 与带有排他或限制意味的 ἀλλ’ ἤ(除了……,仅仅伴随……)相对照。结合前文所述“差错有时会发生”,表述了追求就其单纯本质而言旨在善、但往往伴随着某种差错这一逻辑结构。

  3. 1.1ἐπεὶ καὶ οὕτως μόνως ἔσται τοῖς κατὰ πρᾶξίν τε καὶ προαίρεσιν ἡ κατόρθωσις

    与格短语 τοῖς κατὰ πρᾶξίν τε καὶ προαίρεσιν 在构词上既可理解为阳性复数(“对于依行为与抉择而生活的人”),也可理解为中性复数(“在关乎行为与抉择的事情上”)。根据前文的 τοῖς ἀνθρώποις λογικοῖς οὖσι(对于身为理性者的人而言)以及后文指代人的代词 αὐτοῖς(为他们),将其作为指人的阳性实质化名词(利益与格/关系与格)最为通顺连贯。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:7.7-8.26