- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:78.5-79.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯注解了亚里士多德不仅从论证的前提和结论、而且从哲学家们的学说和共通见解来确证幸福定义的论述(1098b9–18)。他基于善的三分法(灵魂、肉体、外在的善)将幸福是灵魂的现实活动重构为一个三段论,并阐明了目的乃是某些行为且与“生活得好”相契合的观点。
" Σκεπτέον δὲ περὶ αὐτῆς οὐ μόνον ἐκ τοῦ συμπεράσματος." Ἐκ τοῦ λέγειν περὶ τοῦ τῆς εὐδαιμονίας ὁρισμοῦ μεταβὰς εἰς τὸ κοινῶς εἰπεῖν περὶ τῶν ἀρχῶν κάτεισιν εἰς τὴν ἀρχήν, ἣν αὐτὸς ἔθετο τὴν εὐδαιμονίαν ὁρισάμενος. ἐπεὶ δὲ συλλογισάμενος διὰ πολλῶν συνῆξεν αὐτήν, τὸ ὅτι οὐ τὸ διότι ἀποδιδούς, φησὶ νῦν ὅτι σκεπτέον περὶ αὐτῆς εἰ ἁρμόδιος ὅρος τῆς εὐδαιμονίας ὁ ἀποδοθεὶς οὐ μόνον ἐκ τοῦ συμπεράσματος, ὃ αὐτὴ ἡ ἀρχὴ καὶ ὁ ὅρος ἐστί, καὶ ἐξ ὧν ὁ λόγος,1 τουτέστιν ἐκ τῶν προτάσεων, ἐξ ὧν ἡ περὶ αὐτοῦ δεῖξις συντέθειται, ἀλλὰ πρὸς πλείω πληροφορίαν δεῖ σκοπῆσαι καὶ ἐκ τῶν λεγομένων περὶ αὐτῆς παρά τε τῶν φιλοσόφων καὶ ἑτέρων πολλῶν, ἵνα πάντων ἀλλήλοις συμφωνούντων, τῆς τε κατὰ τὴν λογικὴν θεωρίαν ἀκολουθίας καὶ τῶν ἅ φασι πάντες περὶ αὐτῆς, εἴη δῆλον ὡς ἀληθεύει ἡ περὶ αὐτῆς ἀπόδοσις. ὃ γὰρ ἐν τῷ λόγῳ τὸ ἀληθές, τοῦτο ἡ ὕπαρξις ἐν τῷ πράγματι. ὅταν οὖν τὰ ὑπάρχοντα τῷ πράγματι συνάδῃ τοῖς περὶ αὐτοῦ λεγομένοις, δῆλον ἂν εἴη ὅτι ἀληθὴς ὁ λόγος ἐστίν, ὥσπερ καὶ ὅταν ψευδὴς ὁ λόγος ᾖ, ταχέως ὑπὸ τῆς ἀληθείας ἐλέγχεται, τῶν πραγμάτων μὴ συμφωνούντων τοῖς λεγομένοις.
“然而关于它不仅应当从结论来考察。” 他在从论述幸福的定义转向普遍地论述原理之后,又回到了他在界定幸福时自己所设立的原理。既然他通过许多步骤进行推论而得出了它,给出的是‘事实本身’而非‘何以如此’,那么他现在说,关于幸福,不仅应当从“结论”(结论就是原理和定义本身)以及“构成论证的那些东西”(即构成关于它的证明的诸前提)来考察所给出的定义是否是幸福的恰当定义,而且为了获得更大的确证,还必须从哲学家们以及其他许多人关于它所说的话来考察,以便在一切事物彼此契合——既包括依照逻辑理论的一贯承接,又包括所有人关于它所说的话——的情况下,使关于它的阐明是真实的这一事实变得显而易见。因为论证中的真理,即是事实中的实在。因此,当属于该事物的事实与关于它所说的话相合时,论证是真实的便显而易见了;正如当论证为假时,由于事实与所说的话不符,它很快就会被真理所驳倒。
"Νενεμημένων δὴ τῶν ἀγαθῶν τριχῇ." Ἐπεὶ ψυχῆς ἐνέργειαν κατ’ ἀρετὴν τὴν εὐδαιμονίαν ὡρίσατο, αὐτὸ τοῦτο τὸ ψυχῆς εἶναι ἐνέργειαν ὡς καλῶς εἰλημμένον νῦν παρίστησιν, ὁμολογούμενον λαβὼν ἐκ τῶν παλαιῶν φιλοσόφων τὸ εἰς τρία διαιρεῖσθαι τὰ παρ’ ἡμῖν ἀγαθὰ εἰς τὰ τῆς ψυχῆς, εἰς τὰ τοῦ σώματος, εἰς τὰ ἔξωθεν, καὶ κυριώτατον λέγεσθαι τὰ περὶ ψυχὴν τῶν λοιπῶν καὶ μάλιστα ἀγαθά. εἰ γὰρ ἡ ψυχὴ κρεῖττον σώματος καὶ τῶν ἔξωθεν, ἐξ ἀνάγκης καὶ τὰ αὐτῆς ἀγαθὰ κυριώτερα καὶ μάλιστα τῶν σωματικῶν καὶ τῶν ἔξωθεν, τὰς δὲ πράξεις καὶ τὰς ψυχικὰς ἐνεργείας2 οὔτε τοῦ σώματος εἶναι οὔτε τι μᾶλλον τῶν ἔξωθεν, ἀλλ’ ὁμολογεῖσθαι ταύτας εἶναι περὶ ψυχήν, κἀντεῦθεν συνάγεσθαι ἐκ τῆς τῶν φιλοσοφούντων ὁμολογίας, τῶν ψυχικῶν εἶναι ἀγαθῶν τὴν εὐδαιμονίαν· ὡς εἶναι τὸν συλλογισμὸν τοιοῦτον· αἱ ἀγαθαὶ πράξεις καὶ ἐνέργειαι ὑπὸ τὰς ἁπλῶς πράξεις καὶ ἐνεργείας ἀνάγονται· πᾶσαι πράξεις καὶ ἐνέργειαι τῆς ψυχῆς εἰσιν· αἱ ἀγαθαὶ ἄρα πράξεις καὶ ἐνέργειαι τῆς ψυχῆς εἰσι· καλῶς ἄρα εἴληπται ὅτι ψυχῆς ἐνέργεια ἡ εὐδαιμονία ἐστίν.
“既然善事物被划分为三类。” 既然他把幸福界定为灵魂依照德性的现实活动,他现在便表明“它是灵魂的现实活动”这本身是被恰当地采纳的,他从古代哲学家中采纳了公认的看法,即我们这里的善事物被分为三类:灵魂的善、肉体的善、外在的善,并且关于灵魂的善被说成是其余善中最为根本且最主要的善。因为如果灵魂优于肉体和外在事物,那么必然地,灵魂的善也比肉体和外在的善更为根本且最居首位;而行为和灵魂的现实活动既不属于肉体,更不属于外在事物,而是公认属于灵魂;由此便根据哲学家的共识得出:幸福属于灵魂的善。从而其三段论如下:善的行为和现实活动归属于一般的行为和现实活动之下;一切行为和现实活动都属于灵魂;因此善的行为和现实活动属于灵魂;所以,认为幸福是灵魂的现实活动,这一看法是被恰当地采纳的。
"Ὀρθῶς δὲ καὶ ὅτι πράξεις τινές." Καλῶς μὲν οὖν, φησίν, εἴρηται ὅτι τῆς ψυχῆς εἰσιν αἱ ἐνέργειαι καὶ πράξεις καὶ οὔτε τοῖς σωματικοῖς οὔτε τοῖς ἐκτὸς συντέτακται· οὐ μόνον δ’ ἐκεῖνο ἀλλὰ καὶ τοῦτο ὀρθῶς, ὅτι τὸ τέλος πράξεις τινὲς καὶ ἐνέργειαι λέγονται. οὕτω γὰρ καὶ τὸ τέλος εἴη ἂν τῶν περὶ ψυχὴν ἀγαθῶν καὶ οὔτε τῶν σωματικῶν οὔτε τῶν ἐκτός. εἰ γὰρ ἐνέργειαι καὶ πράξεις τὸ τέλος, πᾶσαι δὲ αἱ πράξεις καὶ ἐνέργειαι τῶν περὶ ψυχήν, τὸ τέλος ἄρα τῶν περὶ ψυχήν ἐστιν ἀγαθῶν. διαφέρει δὲ τοῦτο τοῦ πρὸ αὐτοῦ, ὅτι ἐν ἐκείνῳ μὲν τὸ καλῶς εἰρῆσθαι ψυχῆς ἐνέργειαν τὴν εὐδαιμονίαν εἶναι συνέστησεν, ἐνταῦθα δὲ τὸ ὀρθῶς λέγεσθαι πράξεις εἶναι καὶ ἐνεργείας τὸ τέλος. τὸ δὲ τινὲς προσέθηκεν, ὅτι οὐχ ἁπλῶς πράξεις καὶ ἐνέργειαι τὸ τέλος ἀλλὰ ποιαί, ἤτοι κατ’ ἀρετὴν καὶ ἀγαθαί. συνᾴδει δὲ τῷ λόγῳ καὶ τὸ εὖ ζῆν. ἐκ τῶν φιλοσοφούντων τὸ ῥηθὲν συστησάμενος, συνίστησιν ἔτι τοῦτο καὶ ἐκ κοινοτέρας ὁμολογίας. ἡ δέ ἐστι τὸ εὖ ζῆν καὶ εὖ πράττειν τὸν εὐδαίμονα, ἃ καὶ ἄμφω ἐνεργείας καὶ πράξεις δηλοῖ, αἳ δὴ περὶ ψυχήν εἰσιν, ὡς εἴρηται, ὡς εἶναι καὶ τοῦτο τῷ τῆς εὐδαιμονίας ὁρισμῷ συνῳδόν. τὸ δὲ σχεδὸν τέθειται δι’ εὐλάβειαν φιλόσοφον. ἐνδέχεται γὰρ εἶναί τινας μὴ εὐζωίαν καὶ εὐπραξίαν τὴν εὐδαιμονίαν λέγοντας ἀλλ’ ἕτερόν τι τῶν ἐναργῶν, οἷον ἡδονὴν ἢ πλοῦτον ἤ τι τοιοῦτον ἕτερον. τέως δ’ ἐπεὶ παρὰ τῶν πλείστων εὐζωία τις καὶ εὐπραξία εἴρηται, πειστέον ἂν εἴη τοῖς λέγουσι καὶ ῥητέον ζωὴν ἀγαθὴν καὶ πράξεις ἐπαινετὰς τὴν εὐδαιμονίαν ὑπάρχειν.
“并且说[目的]是某些行为,也是正确的。” 因此他说,说诸现实活动与行为属于灵魂而不与肉体或外在事物同列,是说得极好的;不仅如此,说目的是“某些行为”与现实活动,这也是正确的。因为这样一来,目的也就属于关于灵魂的善,而不属于肉体或外在的善了。因为如果现实活动与行为是目的,而一切行为与现实活动都属于关于灵魂的事物,那么目的也就是属于关于灵魂的善了。这与它前面的论述不同之处在于:在前一处他确立了“幸福是灵魂的现实活动”是说得极好的,而在这里他确立了“目的是行为和现实活动”是说得正确的。他之所以加上“某些”,是因为并非一般的行为和现实活动就是目的,而是具有特定性质的,即依照德性且善的行为和现实活动。而且,“生活得好”也与该定义相合。他在依据哲学家们确立了所说之话后,又根据更普遍的共识进一步确立了这一点。这一共识就是:幸福之人生活得好且行动得好,这两者都表明现实活动与行为,而正如已经指出的,它们确实是关涉灵魂的,因而这也与幸福的定义相合。至于“几乎”一词的设立,则是出于哲学的谨慎。因为很可能有人不把幸福说成生活得好与行动得好,而是说成某种显见的事物,如快乐、财富或其他诸如此类的事物。但目前既然大多数人都说幸福是某种生活得好与行动得好,那就应当听从这些人的说法,并且应当说幸福就是善的生活与值得称赞的行为。
- 1.107καὶ ἐξ ὧν ὁ λόγος
介词短语 ἐξ ὧν 含有吸收了先行词的结构(即 ἐκ τούτων ἐξ ὧν),与前文的 ἐκ τοῦ συμπεράσματος 并列,在句法上受形容词 σκεπτέον 支配。厄斯特拉提奥斯紧接着用 τουτέστιν ἐκ τῶν προτάσεων(“即从诸前提”)进行解释,明确指出该短语指的是构成论证的前提命题。
- 1.108τὰς δὲ πράξεις καὶ τὰς ψυχικὰς ἐνεργείας
在条件从句 εἰ γὰρ ἡ ψυχὴ κρεῖττον... 之后,主句的归结部分转入了带不定式的宾格结构(τὰς δὲ πράξεις... οὔτε τοῦ σώματος εἶναι... ἀλλ’ ὁμολογεῖσθαι... κἀντεῦθεν συνάγεσθαι...)。该句法承接了前文所述古代哲学家们的共识与前提(ὁμολογούμενον λαβὼν...),以间接引语的方式延续了推论前提的链条。
