- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:76.33-78.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯解释说定义也是原理,因此是通过表明‘事实本身’而非‘何以如此’的论证来确立的,并以几何学定义、对立项及部分的组合为例,继而阐述应当依各原理的本性去探求它们,以及原理作为动力因乃是‘全体的一半以上’。
" Μετιέναι δὲ πειρατέον ἑκάστας ᾗ πεφύκασι." Τὸν τῆς εὐδαιμονίας ὅρον εὑρεῖν σπουδάζων οὐ μάτην εἰς μέσον τὸν περὶ τῶν ἀρχῶν λόγον παρεισενήνοχεν ἀλλὰ καὶ λίαν οἰκείως καὶ προσφυῶς· ἀρχὴ γὰρ καὶ ὅρος. καὶ διὰ τοῦτο καὶ περὶ αὐτοῦ οὐ τὸ διότι ἀπαιτητέον, ἀλλ’ ἱκανὸν τὸ ὅτι κατὰ τρόπον ἀποδιδόμενον, ἐπεὶ καὶ παρὰ ταῖς ἐπιστήμαις ἐν ταῖς ἀρχαῖς οὐκ ἀξιώματα μόνον καὶ αἰτήματα ἀλλὰ καὶ ὅροι τάττονται, ὡς ἐν γεωμετρίᾳ σημεῖον εἶναί φαμεν οὗ μέρος οὐθὲν καὶ γραμμὴν μῆκος ἀπλατὲς καὶ ἑξῆς τὰ λοιπά, καὶ οὐδαμῇ τὸ διότι περὶ αὐτῶν οὔτε ζητεῖται οὔτ’ ἀποδίδοται. κἄν τις αὐτὰ λόγος πιστοῖ, τοῦ ὅτι οὗτος οὐ τοῦ διότι ἐστίν,1 οἷον ὡς ὅταν λαβόντες ὅτι πᾶν τὸ περατοῦν τοῦ περατουμένου λείπεται μιᾷ διαστάσει· καὶ ὅτι σῶμα τριχῇ διαστατὸν ὂν ὑπὸ τῆς ἐπιφανείας περατοῦται. διὸ καὶ διχῇ διαστατὸν ἡ ἐπιφάνεια, ἑνὶ διαστήματι, τῷ βάθει, λειπομένη τοῦ σώματος, μῆκος καὶ πλάτος μόνον ἔχουσα, ἡ δὲ γραμμὴ μῆκος μόνον, ὡς περατοῦσα τὴν ἐπιφάνειαν, ὡς εἶναι καὶ τὸ σημεῖον ἀδιάστατον καὶ ἀμερές, ἐπεὶ τὸ μοναχῇ διεστηκὸς περατοῖ. καὶ ὅρα ὅτι ἐπ’ οὐδενὸς τὸ διότι ἀλλὰ τὸ ὅτι ἁπλῶς ἀποδέδοται. καὶ ἔστι τόπος οὗτος ἕτερος τῆς τῶν ἀρχῶν βεβαιώσεως παρὰ τοὺς εἰρημένους τρεῖς, ἤγουν τὴν ἐπαγωγὴν τὴν αἴσθησιν τὸν ἐθισμόν, ἐπεὶ καὶ διὰ συλλογισμοῦ ἔστι ποτὲ ὅρον συστήσασθαι, ἀρχὴν ὄντα ἀποδείξεως, ὅτι ὁρισμός ἐστι τοῦ ὁρισμοῦ, ἀλλ’ οὐ διότι δεικνύοντας2 οἷον ὡς ἐπὶ δυεῖν ἐναντίων ὁμογενῶν εἴ τις θατέρου λήψοιτο τῶν ἐναντίων τόνδε τὸν ὁρισμὸν ὄντα, δείξει τὸν ἐναντίον τοῦ ἐναντίου ὑπάρχοντα, ὡς ἐπὶ λευκοῦ καὶ μέλανος· εἰ γὰρ τὸ λευκὸν χρῶμα διακριτικὸν ὄψεως, ἔσται τὸ μέλαν χρῶμα συγκριτικὸν ὄψεως. ἀλλὰ καὶ κατὰ μέρος ἄν τις τὰ συνιστῶντα τὸν ὁρισμὸν κατασκευάζων δείξῃ ὅλον αὐτὸν τῷ ὑποκειμένῳ ὑπάρχοντα, οὐ μὴν τὸ διότι ἐπ’ οὐδενός, ἀλλὰ τὸ ὅτι ἀποδώσει· ὃ καὶ ἐνταῦθα ὁ Ἀριστοτέλης ἐποίησε, τί ἐστιν ἡ εὐδαιμονία ἀποδιδούς. ψυχῆς γὰρ αὐτὴν ἔδειξε πρῶτον εἶναι λογικῆς, ἔπειτα οὐ δύναμιν ἀλλ’ ἐνέργειαν, εἶτα ἐν βίῳ τελείῳ. καὶ οὕτω τῶν μερῶν δείξας ἕκαστον, ἐκ τῆς τούτων συνθέσεως τὸν ὅρον ἀπετέλεσεν. ἐπεὶ δὲ κατὰ διαφόρους τρόπους ἡ τῶν ἀρχῶν γνῶσις ἡμῖν περιγίνεται, διὰ τοῦτό φησιν ὅτι πειρατέον ἑκάστας κατὰ τὸν τρόπον ἐκεῖνον μετέρχεσθαι καθ’ ὃν πεφύκασιν εἰς γνῶσιν ἡμῖν ἔρχεσθαι. καὶ ἐπιδεικτέον σπουδήν, ὅπως παραδοθῶσι καλῶς, ἤγουν κατὰ τὸν οἰκεῖον ἑκάστῃ τρόπον. προτρεπόμενος δὲ εἰσέτι πλέον πρὸς τὴν κατάληψιν τῶν ἀρχῶν, προστίθησι δοκεῖ γὰρ πλεῖον ἢ τὸ ἥμισυ τοῦ παντὸς εἶναι ἡ ἀρχή, ὥσπερ τινὸς προβαλλομένου τὸ βραχὺ κατὰ μέγεθος τῆς ἀρχῆς ἐν ταῖς λέξεσι καὶ θαυμάζοντος, εἰ βραχεῖα οὖσα μεγάλα ἐν τοῖς θεωρήμασι δύναται, ταῦτα ἐπιφέρει, μὴ γὰρ ὅρα, φησί, τὸ βραχὺ τῆς ἀρχῆς ἐν ταῖς λέξεσιν ἀλλὰ τὸ κατὰ δύναμιν ὑπερβάλλον. τὸ γὰρ πᾶν τῆς θεωρίας ταῖς ἀποδείξεσι συμμερίζεται,3 ὡς τὸ μὲν πλεῖον ἢ τὸ ἥμισυ προσεῖναι αὐτῇ, τὸ δὲ λοιπὸν τοῖς συλλογισμοῖς καὶ ταῖς ἀποδείξεσιν, ὡς καὶ τὰς ἀρχὰς σὺν ταῖς ἀποδείξεσι φανερὰ καθιστᾶν τὰ ζητούμενα, ὅτι γε καὶ αἱ ἀποδείξεις ἐκ τῶν ἀρχῶν ὁρμώμεναι τὸ οἰκεῖον ἐνεργοῦσιν, ὡς ἐοικέναι τὰς μὲν ἀρχὰς τοῖς ἀθλοθέταις καὶ τῷ ὅθεν τῷ ἀγῶνι ἡ ἀρχὴ τῆς κινήσεως, ἤγουν τῷ ποιητικῷ αἰτίῳ, τὰς δὲ ἀποδείξεις τοῖς ἀγωνιζομένοις. καὶ ὁ Πλάτων οὕτως ἀπείκασε.
“然而必须尝试依其本性之所在去探求每一个[原理]。” 他在力求发现幸福的定义时,并非徒然地将关于原理的论述引入其中,而是极其恰当和契合的;因为定义也是原理。也正因如此,关于定义也不应强求‘何以如此’,只要以适当的方式给出‘事实本身’就足够了;因为在诸门科学中,原理里不仅排列着公理与公设,也排列着定义,正如在几何学中,我们说点是没有部分的东西,线是无宽度的长度,其余亦依此类推,而在任何地方关于它们既不探求也不给出‘何以如此’。即便有某种论证来确证它们,这种论证也是关于‘事实本身’而非关于‘何以如此’的,比如当我们假定一切界定者都比被界定者少一个维度,并且具有三维广延的物体是由面所界定的。因此面也是二维广延的,比物体少一个广延即深度,仅具有长与宽;而线由于界定面,因而仅具有长;以至于点也是无广延且无部分的,因为它界定那仅有一维广延之物。请看,在任何情况下给出的都不是‘何以如此’,而纯粹是‘事实本身’。这是除了前述三者——即归纳、感觉、习惯——之外,确立原理的另一种途径,因为有时也可以通过三段论来确立定义(定义是论证的原理),表明某物是被定义项之定义的事实本身,却不表明何以如此;正如在同属的两个对立项的情形中,如果有人假定对立项之一具有如此这般的定义,他就能证明相反的定义属于相反的事物,如白与黑的情形:因为如果白是离散视线的颜色,黑就将是凝聚视线的颜色。但即使有人分部分地确立构成定义的成分,并证明整个定义属于该基底,他在任何情况下也决不会给出‘何以如此’,而是给出‘事实本身’;这也正是亚里士多德在此处阐明幸福是什么时所做的。因为他首先证明幸福属于理性的灵魂,其次证明它不是潜能而是现实活动,接着证明它是在圆满的一生中。在这样展示了每个部分之后,他由这些部分的综合完成了这个定义。既然原理的认识是以不同的方式为我们所获得的,因此他说,必须尝试按照各个原理本性上进入我们认识的方式去探求它们。并且必须展现出热忱,以便它们能被妥善地传授,也就是按照各自固有的方式传授。在进一步激励人们把握原理时,他补充道:“因为原理似乎多于全体的一半”,就好像有人提出原理在言辞规模上的短小,并惊叹如果它如此短小怎能在理论定理中具有巨大力量一样,他附加了这些话;他说,不要看原理在言辞上的短小,而要看它在力量上的超越。因为〔原理〕与诸论证分担整个考察,以至于一半以上属于它,其余属于三段论与论证,从而原理连同论证一同使被探求的事物明晰起来;毕竟论证也是从原理出发来实行其固有效能的,以至于原理就像裁判员以及比赛之运动起点的来源(即动力因),而论证则像参赛者。柏拉图也是这样比喻的。
- 1.106τοῦ ὅτι οὗτος οὐ τοῦ διότι ἐστίν
属格形式的实质化从句“τοῦ ὅτι”与“τοῦ διότι”与系动词“ἐστίν”连用充当表语属格,表示所属或性质,意为“这个[论证]是属于‘事实本身’的,而非属于‘何以如此’的”。
- 1.106ἀρχὴν ὄντα ἀποδείξεως, ὅτι ὁρισμός ἐστι τοῦ ὁρισμοῦ, ἀλλ’ οὐ διότι δεικνύοντας
宾格分词“ὄντα”与不定式“συστήσασθαι”的直接宾语“ὅρον”一致;而复数宾格分词“δεικνύοντας”则与非人称结构“ἔστι ... συστήσασθαι”中不定式的逻辑主语(泛指的论者)保持一致。“ὅτι ὁρισμός ἐστι ... ἀλλ’ οὐ διότι”为“δεικνύοντας”的宾语从句,意为“表明它是被定义者的定义这一事实,却不表明何以如此”。
- 1.106τὸ γὰρ πᾶν τῆς θεωρίας ταῖς ἀποδείξεσι συμμερίζεται
中动态动词“συμμερίζεται”以承前省略的“ἡ ἀρχή”(原理)为主语,表示它与与格“ταῖς ἀποδείξεσι”(诸论证)共同分担宾语“τὸ πᾶν τῆς θεωρίας”(理论考察的全体)。随后由“ὡς”引导的不定式短语具体说明了这一分配方式:一半以上归于它[原理],其余归于三段论与论证。
