← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§75.33-76.32

第一原理的自明性与非论证认知途径

厄斯特拉齐奥解释了各门科学的第一原理何以不具有‘何以如此’的原因,并阐明了对这些原理的认识是如何通过论证之外的途径——即归纳、感觉、习惯与经验——而获得的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.104

" Τὸ δ’ ὅτι πρῶτον καὶ ἀρχή." Τοῦτο κατασκευαστικὸν τοῦ τὰς ἀρχὰς τῶν ἐπιστημῶν μὴ ἔχειν τὸ διὰ τί † παρ’ αὐτοῦ. πρῶτον γὰρ καὶ ἀρχὴ τὸ ὅτι ἐστίν, ἤγουν ἐν τοῖς πρώτοις καὶ ταῖς ἀρχαῖς τὸ ὅτι ἐστὶ παραλαμβανόμενον τοῦ διότι χωρὶς, ἵνα μὴ ἐπ’ ἄπειρον ἀνιόντες τὸ εἶναι ἐπιστήμην ἀνέλωμεν,1 πρώτων ἀρχῶν μὴ οὐσῶν. ἐν γὰρ τῷ ἀπείρῳ κατὰ τὸ ἄκρον πῶς ἄν εὑρεθείη τὸ πρῶτον; ἔλαβε δὲ τὰς ἀρχὰς εἰς μέσον,2 ἵν’ ἐκ τούτων πιστώσηται τὸ μὴ δεῖν ἐπὶ πάντων τὸ διότι ζητεῖν, ἀλλ’ εἶναί τινα ἐν οἷς οὐδεμίαν αἰτίαν ζητοῦντες οὔτε τοῦ πράγματος οὔτε τοῦ συμπεράσματος αὐτόθεν πίστεως ἑτέρας χωρὶς ταῦτα παραλαμβάνομεν. εἶτ’ ἐπεὶ καὶ 〈ἐν〉 ταῖς ἀρχαῖς πολλάκις ἀδηλία εὑρίσκεται καὶ δεῖ λόγων τινῶν εἰς σαφῆ αὐτῶν γνῶσιν, παραδίδωσι καὶ τρόπους καθ’ οὓς ἡμῖν ἡ περὶ αὐτῶν γνῶσις σαφὴς περιγίνεται.

“而‘事实本身’则是在先者与原理。” 这是为了确立各门科学的第一原理从其自身并不具有‘何以如此’。因为‘事实本身’是在先者与原理,也就是说,在在先者与原理中,‘事实本身’是脱离‘何以如此’而被接受的,以便我们不至于因没有最初的原理而在上升至无限时取消了科学的存在。因为在无限之中,作为极限的在先者如何能被找到呢?他将原理引入论述,是为了借此确证不应当在一切事物上探求‘何以如此’,而是存在某些事物,在其中我们既不探求事物的原因也不探求结论的原因,而是无需其他确信、直接按其自身去接受它们。随后,既然在原理中也常常发现不明晰性,需要某些论述来获得对它们清晰的认识,他也传授了我们借以获得关于它们的清晰认识的诸种方式。

§1.105

"Τῶν δ’ ἀρχῶν αἱ μὲν ἐπαγωγῇ." Ἐπεὶ τὰς ἀρχὰς τῶν ἐπιστημῶν μὴ δι’ ἀποδείξεως εἶπε γινώσκεσθαι μηδὲ τὸ διότι περὶ αὐτῶν ἀποδίδοσθαι ὥσπερ τινὸς ἐρωτῶντος,3 καὶ πῶς ταύτας γνωρίσομεν καὶ ἐπιστησόμεθα ἀγνώστους οὔσας καὶ μὴ ὑποβαλλομένας ἐπιστήμῃ (συμβήσεται γὰρ διὰ τῶν ἀδήλων δῆλα τὰ ἄδηλα γίνεσθαι), παραδίδωσι τοὺς τρόπους, δι’ ὧν ἡμῖν ἡ γνῶσις τῶν ἀρχῶν περιγίνεται, ἄλλους παρὰ τὴν ἐπιστήμην ὄντας. ἐπαγωγῇ μὲν θεωροῦνται ὡς αὗται· τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα, καὶ ἐὰν ἴσοις ἴσα προστεθῇ, τὰ ὅλα ἐστὶν ἴσα. εἰ γάρ τις περὶ τούτων ἀμφιβάλλει, ἀποδεῖξαι μὲν οὐκ ἔχομεν, παριστῶμεν δὲ ἐκ τῆς ἐπαγωγῆς, ἀριθμοὺς καὶ μεγέθη προσλαμβάνοντες καὶ ἄλλα ὅσα μετρεῖσθαι δύνανται. εἰ γάρ τις τυχὸν ἐν μέτρῳ θεῖτο μονάδας δέκα καὶ ἑτέρας δέκα ἴσας αὐταῖς, εἶθ’ ἑκατέρᾳ δεκάδι ἑτέρας ἴσας προσθήσει οἷον δ καὶ δ ἢ ε καὶ ε ἢ ϛ καὶ ϛ, ἴσα τὰ ὅλα ἔσται, ἤτοι τὰ πρότερα τεθειμένα μετὰ τῶν προστεθέντων αὐτοῖς. ταῦτα μὲν ἐπαγωγῇ γνωρίζονται, αἰσθήσει δὲ ὡς τὰς ἑκάστου τῶν πρώτων στοιχείων οἰκείας γνωρίζομεν ποιότητας, οἷον πυρὸς μὲν τὴν θερμότητα, ἀέρος δὲ τὴν ὑγρότητα, ὕδατος τὴν ψυχρότητα, γῆς τὴν ξηρότητα, ἐθισμῷ δὲ ὡς αἱ ἀρεταί. πῶς γὰρ ἄλλως καλὰ εἶναι γνωρίσομεν τὰ σωφρονικὰ ἢ ἐκ τοῦ πράττειν ταῦτα καὶ οὕτως ἐν τούτοις ἐθίζεσθαι ταῖς πράξεσιν; ἐμπειρίᾳ δὲ γινώσκομεν τὰ ὠφέλιμα, ὃ ἐπὶ φαρμάκων καὶ τροφῶν γίνεται. ἐκ γὰρ τοῦ πολλάκις πεῖραν λαβεῖν τῆσδε τῆς τροφῆς ἢ τοῦδε τοῦ φαρμάκου τὸ ὠφέλιμον αὐτὸ ἢ βλαβερὸν εἶναι πιστούμεθα.

“而在原理中,有的通过归纳[被观照],”既然他说各门科学的原理不是通过论证被认识的,关于它们也不给出‘何以如此’,就像有人发问一样:“既然它们是未知的且不从属于科学,我们又如何去认明并科学地认识它们呢(因为这样一来就会导致不明晰的事物是通过不明晰的事物而变明晰的)?”,他便传授了我们借以获得原理之认识的诸种方式,这些方式是独立于科学之外的。通过归纳被观照的如这些:“与同一个量相等的量彼此也相等”,以及“如果等量加等量,则总量也相等”。因为如果有人对这些产生怀疑,我们虽无法证明,却能从归纳中展现出来,引入数目、大小以及其他一切可以被度量的事物。例如,假定有人在度量中放置十个单位以及与它们相等的另外十个单位,随后在每个十上加上另外相等的数目,比如δ与δ,或ε与ε,或ϛ与ϛ,总量就将是相等的,也就是先前放置的单位连同加于它们之上的单位。这些是通过归纳被认识的;而通过感觉[被认识的],正如我们认识每个最初元素的固有性质一样,比如火的热、气的湿、水的冷、土的干;通过习惯[被认识的],如诸德性。因为除了通过践行这些事情并在这些行动中得以习惯之外,我们又如何能认识到节制的事物是高尚的呢?我们通过经验认识有益的事物,这发生在药物和食物上。因为正是通过屡次尝试这种食物或这种药物,我们才确信它是有益的还是有害的。

语法注3 条
  1. 1.104τὸ εἶναι ἐπιστήμην ἀνέλωμεν

    带冠词的不定词短语 τὸ εἶναι ἐπιστήμην 充当动词 ἀνέλωμεν 的直接宾语,意为“取消科学的存在”。ἐπιστήμην 是不定词 εἶναι 的宾格主语。

  2. 1.104ἔλαβε δὲ τὰς ἀρχὰς εἰς μέσον

    成语 λαμβάνειν εἰς μέσον 意为“引入公共讨论 / 引为论据”。此处解释了亚里士多德引入“第一原理”这一论题的目的。

  3. 1.105ὥσπερ τινὸς ἐρωτῶντος

    由 ὥσπερ 引导的独立属格结构,引入一个设想的反驳或发问(“犹如有人在发问……”)。该从属结构为主句动词 παραδίδωσι(“[便仿佛应答般]传授”)提供了语境动机。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:75.33-76.32