← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§74.28-75.32

防止枝节压倒主题与原理中对事实的证明

释明了亚里士多德何以将直角的例子推广至其他事物以防止枝节压倒主业(1098a31),进而阐释了在伦理学对幸福的定义中,何以无需探求其因(何以如此),而只需事实本身的证明以及立足于科学原初原理即可(1098a33)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.102

" Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐν τοῖς ἄλλοις." Εἰς παράστασιν τοῦ ὅτι κατὰ τὴν ὑποκειμένην ὕλην δεῖ ζητεῖν τὴν ἀκρίβειαν λαβὼν εἰς παράδειγμα τὴν ὀρθὴν καὶ δείξας ἐκ ταύτης ὅτι καὶ ἐν ἑνὶ πολλάκις ὑποκειμένῳ διαφόρως πέφυκε ζητεῖσθαι ἡ ἀκρίβεια διὰ τὸ τῶν μεθόδων διάφορον, αἳ περὶ αὐτὸ καταγίνονται, πρὸς τὸ καθόλου τὸν λόγον ἀνήνεγκεν ὡς δέον1 οὕτω κἀν τοῖς ἄλλοις ποιεῖν, εἶτα καὶ αἰτίαν λέγει δι’ ἣν συλληπτικῶς εἶπε καὶ οὐκ εἰς πλείω αὐτὰ ἐξέτεινε παραδείγματα. ὅπως γάρ φησι μὴ τὰ πάρεργα τῶν ἔργων πλείω γίγνηται. τὸ γὰρ προκείμενόν ἐστιν ἀναγράψαι τὴν ἀποδεδομένην περὶ εὐδαιμονίας ὑπογραφήν. εἰ δ’ ἐπιδοίημεν ἑαυτοὺς δι’ ὧν συστησόμεθα τὸ δεῖν τὴν ἀκρίβειαν οἰκείως τοῖς τε ὑποκειμένοις ἐπιζητεῖν καὶ ταῖς περὶ αὐτὰ ἐχούσαις μεθόδοις, πλείω ἔσται τῶν ἔργων τὰ πάρεργα. διὸ ταῦτα καταλιπόντας μεταβατέον ἐφ’ ἕτερον τοῖς εἰρημένοις ἀκόλουθον.

“而且在其他事情上也同样如此。” 为了表明应当根据底层的质料去探求精确性,他以直角为例,并借此表明,即便在同一个底层对象中,由于从事于它的诸门探究方法的不同,精确性也往往自然会以不同的方式被探求;在此之后,他将论说提升到普遍层面,认为在其他事情上也应当这样做;随后他又说明了为何他只是简括地言说而未将这些扩展到更多例子中的原因。因为他说,“以便副业不至于多于本业”。因为摆在面前的本业是记述关于幸福所给出的勾画;但如果我们倾力于借以确立“应当以适合于底层对象及其探究方法的方式去探求精确性”的论证,副业就将多于本业。因此,撇开这些不谈,必须转向紧随前述内容的另一个论题。

§1.103

"Οὐκ ἀπαιτητέον δὲ οὐδὲ τὴν αἰτίαν." Ἐπεὶ τὰ μέρη τοῦ ὅρου τῆς εὐδαιμονίας ἐκλεγόμενος2 οὐδαμῇ αἰτίαν εἴληφε, δι’ ἣν ὑπάρχει ἐκείνων ἕκαστον τῇ εὐδαιμονίᾳ, οὐδὲ διὰ τί μέρος τῆς οὐσίας αὐτῆς ἐστιν, ὡς εἶναι ταῦτα δι’ ἀποδεικτικῆς ἐπιστήμης συναγόμενα καὶ συνιστάμενα ἐκ τῶν προτέρων καὶ αἰτίων τοῦ συμπεράσματος, ἀλλ’ ἢ ἐκ τῶν δοκούντων ἢ τοῖς πολλοῖς ἢ τοῖς σοφοῖς ἢ ἐκ τῶν ὑστέρων συνήχθη τὰ πρότερα. αἱ δὲ τοιαῦται δείξεις τοῦ ὅτι οὐ τοῦ διότι εἰσίν, ὡς τὸ πρᾶγμα δεικνύουσαι μόνον ὅτι ἔστιν, οὐχὶ δὲ καὶ τὴν αἰτίαν ἀποδιδοῦσαι δι’ ἣν ἔστιν, διὰ τοῦτο νῦν ταῦτα προστίθησιν, ὡς οὐ πάντα δεῖ ἀπαιτεῖν ἐπιστημονικῶς δείκνυσθαι καὶ διὰ τῆς κυρίως αἰτίας. πᾶσα μὲν γὰρ δεῖξις συλλογιστικὸν ἔχει μέσον ὅρον τινά, ὃς αἰτία ἐστίν, οὐχ ἅπας δὲ συλλογισμὸς αἰτίαν ἔχει τοῦ πράγματος μέσην λαμβανομένην, ἀλλ’ εἰσὶν οἳ καὶ μόνου τοῦ συμπεράσματος αἰτίαν παραλαμβάνουσιν, οὐδὲ πάντες ἐκ 〈τῶν〉 προτέρων ἀλλ’ εἰσὶν οἳ καὶ ἐκ τῶν ὑστέρων δεικνύουσιν, οἳ καὶ οὐ τοῦ διότι ἀλλὰ τοῦ ὅτι λέγονται, ὡς τὸ εἶναι τόδε τῷδε δεικνύοντες μόνον, ἀλλ’ οὐχὶ καὶ τὸ διὰ τί, οἷον ὁ μὲν διὰ τοῦ σφαιρικοῦ τῆς σελήνης τοὺς διαφόρους σχηματισμοὺς τῶν φωτισμάτων δεικνύων διὰ τῆς αἰτίας δεικνύει τοῦ πράγματος καὶ τοῦ διὰ τί λέγεται, ὁ δὲ διὰ τῶν φωτισμῶν τὸ σφαιρικὸν ἐκ τοῦ αἰτιατοῦ τὸ αἴτιον δείκνυσι καὶ τοῦ ὅτι λέγεται. καὶ ὁ ἐκ τοῦ πυρὸς δεικνύων εἶναι καπνὸν ἐκ τοῦ αἰτίου τὸ αἰτιατὸν δείκνυσι (καὶ κυρίως αὕτη ἀπόδειξις), ὁ δ’ ἐκ τοῦ καπνοῦ τὸ εἶναι τὸ πῦρ ἐκ τοῦ αἰτιατοῦ τὸ αἴτιον (καὶ τεκμηριώδης ἡ ἀπόδειξις καὶ τοῦ ὅτι λέγεται). τοιγαροῦν ἐπεὶ οὐ δυνατὸν ἐπὶ πάντων αἴτια πρὸς τὰς ἀποδείξεις παραλαμβάνεσθαι οὐ μόνον τοῦ συμπεράσματος ἀλλὰ καὶ τοῦ πράγματος, ἀλλ’ ἔστι πολλὰ μὴ ἔχειν αἰτίας τοιαύτας δυνάμενα, ἀναγκαῖον ἐν τούτοις ἀρκεῖσθαι, εἰ μόνου τοῦ συμπεράσματος ἀλλ’ οὐχὶ καὶ τοῦ πράγματος ἀποδιδοίη τις αἴτια. ἀλλὰ καὶ αἱ ἀρχαὶ τῶν ἐπιστημῶν παρ’ αὐταῖς ἐκείναις ὧν ἀρχαί εἰσι, τὸ ὅτι μόνον δεχόμεναι, ἱκανὸν τοῦτο πρὸς ἑαυτῶν παράστασιν ἔχουσιν. οὐδεὶς οὖν ἀλόγως ζητήσει τὸν γεωμέτρην, διὰ τί τὸ σημεῖον ἀμερὲς ἢ ἐφ’ ἓν διαστατὸν ἡ γραμμὴ ἤ τι τοιοῦτον.

“也不应当要求原因。” 既然在挑选幸福定义的各个部分时,他全然没有采纳那些要素各自属于幸福所凭借的原因,也没有采纳它何以是其本质的一部分,以使这些通过论证性科学推导出来并从结论之先在者与原因中建立起来,相反,先在者是从多数人或智者看来如此的意见中、或者从后在者中推导出来的;又既然这类论证是关于事实本身的而非关于何以如此的原因的,它们仅仅表明事物存在,而并未给出它之所以存在的原因;为此他现在补充了这些话,指出不应当要求一切事物都以科学的方式并通过首要的原因被证明。因为一切论证都具有某个作为原因的三段论中项,但并非每个三段论都将事物本身的原因作为中项来选取,而是有些三段论仅引入结论本身的原因;也并非所有三段论都从先在者出发进行证明,而是有些三段论也从后在者出发进行证明,这些论证被称为关于事实本身而非关于原因的论证,因为它们仅仅表明这属于那,却并未表明何以如此。例如,通过月球的球状表明光照的各种形态的人,是通过事物的原因进行证明,被称为证明了何以如此;而通过光照形态表明球状的人,则是从结果证明原因,被称为证明了事实本身。又如,通过火证明有烟的人是从原因证明结果(这才是严格意义上的论证);而通过烟证明有火的人是从结果证明原因(这种论证是凭借征兆的,被称为关于事实本身的论证)。因此,既然不可能在一切事物上为了论证而不仅引入结论的原因而且引入事物本身的原因,而且有许多事物无法具有此类原因,所以在这些事物中,如果有人仅给出结论的原因而未给出事物本身的原因,就必然应当以此为足。不仅如此,各门科学的第一原理在它们作为其原理的那些科学本身中,仅仅接受事实本身,就拥有足以表明自身的根据。因此,绝不会有人不合情理地去向几何学家追问为何点是无部分的,或者线为何在一维上具有延伸,以及诸如此类的事情。

语法注2 条
  1. 1.102ὡς δέον

    连词 ὡς 加上非人称动词 δεῖ 的中性宾格分词(δέον)构成的绝对宾格结构。它修饰主动词 ἀνήνεγκεν,表达亚里士多德的主观意图或判断依据,即认为在其他事物上也应当如此行事,从而将论述提升至普遍层面。

  2. 1.103Ἐπεὶ τὰ μέρη τοῦ ὅρου τῆς εὐδαιμονίας ἐκλεγόμενος

    长句结构。由句首 Ἐπεὶ 引导的冗长原因从句(其中包含了从 εἴληφε 到 ἀλλ' ... συνήχθη 的对比,以及插入说明 αἱ δὲ τοιαῦται δείξεις ... εἰσίν)一直延续到后面的 διὰ τοῦτο νῦν ταῦτα προστίθησιν(为此他现在补充了这些话)作为主句。整体骨架为“既然……(Ἐπεὶ ...),为此他现在补充了这些(διὰ τοῦτο νῦν ταῦτα προστίθησιν)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:74.28-75.32