← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§73.21-74.27

依对象与方法的精确性限度与直角之例

厄斯特拉条斯注解亚里士多德(1098a26),指出精确性必须受到底层对象与探究方法的限制,并通过木匠、建筑工与几何学家探求直角的不同目的和程度对此加以阐明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.101

" Μεμνῆσθαι δὲ καὶ τῶν προειρημένων χρή." Τὴν τῆς εὐδαιμονίας περιγραφὴν διὰ τοῦ ἀποδοθέντος λόγου πεποιηκὼς βούλεται ἤδη αὐτὸς ποιῆσαι καὶ τὴν τοῦ λόγου διόρθωσιν καὶ προκαταβάλλεται τὰ πρὸς αὐτὸ συμβαλλόμενα, καὶ πρῶτον ὅπως ταύτην ἐκδεκτέον. εἶπε γὰρ καὶ προλαβών, ὅτι οὐ χρὴ ὁμοίως ἐν πᾶσι ζητεῖν τὴν ἀκρίβειαν ἀλλὰ κατὰ τὴν ὑποκειμένην ὕλην ἁπανταχοῦ· ὧν μεμνῆσθαι καὶ νῦν προτρέπεται· καὶ ἐπὶ τοσοῦτον ἐφ’ ὅσον οἰκεῖον τῇ μεθόδῳ. οὐ μόνον φησὶ κατὰ τὰ ὑποκείμενα ἐπιζητεῖν δεῖ τὴν ἀκρίβειαν ἀλλὰ καὶ κατὰ τὰς μεθόδους τὰς καταγινομένας περὶ αὐτά, ἵνα καὶ ἀπ’ αὐτῶν οἰκείως ἑκάστῃ ἡ τοῦ ἀκριβοῦς ἀπαιτῆται ἀπόδοσις. εὑρίσκομεν γὰρ πολλάκις διαφόρους μεθόδους καταγινομένας περὶ τὸ αὐτὸ ὑποκείμενον, οὐ κατὰ τὸν αὐτὸν σκοπόν, ἀλλὰ τὴν μὲν κατὰ τήνδε, τὴν δὲ κατὰ τήνδε τὴν πρόθεσιν, ὡς δεῖν οἰκείως τῇ προθέσει καὶ τὸ ἀκριβὲς παρ’ αὐτῶν ἀποδίδοσθαι. παράδειγμα τοῦ λόγου τέκτων καὶ γεωμέτρης, περὶ ζήτησιν ἄμφω τῆς ὀρθῆς γωνίας καταγινόμενοι. ὀρθὴ δὲ γωνία ἐστὶν ἡ ἀποτελουμένη, ὅταν εὐθεῖα ἐπ’ εὐθείας σταθῇ κατὰ κάθετον, ὡς ποιεῖν ἴσας τὰς ἐφεξῆς γωνίας. ὁ μὲν οὖν τέκτων ζητεῖ τὴν ὀρθήν, ὡς ὀρθῶς ἐφαρμόσαι τὰ ξύλα πρὸς ἄλληλα, ὡς ὁ οἰκοδόμος ὥστε στῆσαι κίονα ὄρθιον τῷ λεγομένῳ ἄλφα ὀργάνῳ πρὸς τὴν ὄρθωσιν ἑκάτερος χρώμενος. τὸ δὲ ἄλφα τρίγωνόν ἐστιν ὀρθογώνιον, οὗ τὴν ὀρθὴν γωνίαν τῷ ἀνισταμένῳ ξύλῳ εἴτε λίθῳ ἐφαρμόζοντες καὶ πρὸς αὐτὴν αὐτὰ ἀπευθύνοντες ὀρθά τε ποιήσουσιν ἵστασθαι καὶ ἑδραῖα τῇ στάσει διὰ τὴν ὀρθότητα γίνεσθαι. ἀλλ’ οὗτοι μὲν τοῦτο ὡς τέκτων καὶ οἰκοδόμος ποιήσουσιν. ὥσπερ καὶ ἡ κάθετος ἐν χρήσει τῷ οἰκοδόμῳ γίνεται κατ’ ὀρθὰς γωνίας πρὸς τὸ τοῦ παντὸς μέσον διὰ τῆς μολιβδίδος τὸ ἔργον εὐθύνοντι καὶ τὸν τοῖχον ἀνιστῶντι ὀρθόν τε καὶ ἀπαρέγκλιτον.1 καὶ τούτοις μὲν ἴσως μέχρι τοσούτου ἡ περὶ τὴν ὀρθὴν γωνίαν ἀκρίβεια, ὡς μηδὲν πλεῖον ἐπιζητοῦσιν αὐτῆς ἢ ὅσον πρὸς τὸ ἔργον αὐτοῖς συμβάλλεται, ὁ δὲ γεωμέτρης τήν τε οὐσίαν καὶ ποιότητα τῆς ὀρθῆς ἐπιζητεῖ, τί τέ ἐστιν ἐξετάζων καὶ τίνα ἔχει διαφορὰν πρὸς τὴν ὀξεῖαν καὶ ἀμβλεῖαν. οὐ γὰρ εἰ συμβάλλεταί τι θεωρεῖ πρὸς ὑλικὸν ἔργον καὶ ἀποτέλεσμα ἀλλὰ τί ἐστιν ἡ ὀρθὴ καὶ ὁποῖόν ἐστι, τουτέστι τίς ἡ οὐσία αὐτῆς καὶ τί ὑπάρχει. δεῖ γὰρ ἐπὶ ταῖς τῶν πραγμάτων οὐσίαις καὶ τὰ ὑπάρχοντα αὐταῖς εὑρίσκειν καὶ τὰ ἑπόμενα. οὕτω γὰρ ἡ περὶ αὐτῶν τελεία γνῶσις ἡμῖν περιγίνεται. τοῦτο δ’ ἂν σαφὲς γένοιτο καὶ ἐπ’ αὐτῆς τῆς γραμματικῆς. ἕκαστον γὰρ μέρος τοῦ κατὰ σύνταξιν λόγου μανθάνοντες οὐ μόνον εἰς τὰ εἴδη διαιροῦμεν καὶ εἰς τοὺς τύπους, εἰ τύχοι, καὶ τοιαῦτά τινα ἐξετάζομεν, ἀλλ’ ἐρευνῶμεν καὶ τὰ ἑπόμενα, ὡς οὕτω τελείαν τὴν γνῶσιν ἑαυτοῖς αὐτῶν περιποιησόμενοι. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν κατὰ γεωμετρίαν σχημάτων γίνεται καὶ ἐπὶ πάντων ὡσαύτως. τοὺς μὲν οὖν οἰκοδόμους καὶ τέκτονας ἀπαιτητέον2 τὸ ἀκριβὲς περὶ τῆς ὀρθῆς, ὅσον πρὸς αὐτὴν ἱκανῶς, ὅταν χρεία ᾖ, ἀπευθῦναι τὸ ἐργαζόμενον, τοὺς δὲ γεωμέτρας ὅσον περὶ αὐτῆς ἡ ὀρθή ἐστι καὶ τῶν ἑπομένων αὐτῇ ἀποδιδόναι τὸ ἀληθές. περὶ γὰρ τούτου καὶ θεωρεῖν ἡ ἐπιστήμη αὐτοῖς ἐπαγγέλλεται.

“而且也应当牢记前文所说的话。” 既然已经通过所给出的定义勾画出了幸福,他如今便有意亲自对这一定义作出修正,并预先奠定有助于此的事项,首先就是应当如何理解它。因为他在前面也曾说过,不应当在所有事物中同样地探求精确性,而是在任何地方都应当根据底层的质料[来探求];他现在也敦促人们牢记这些话。 “并且在其符合该探究方法的范围内达到如此程度。” 他说,不仅应当根据底层的对象去探求精确性,而且也应当根据从事于这些对象的诸门探究方法去探求,以便从它们那里也能以适合于各自的方式被要求给出精确性。因为我们常常发现不同的探究方法从事于同一个底层对象,但并非出于同一个目标,而是一门探究方法出于这种意图,另一门探究方法出于那种意图,因而精确性也应当由它们适合于其意图地给出。 这一论说的范例是木匠和几何学家,两者都从事于直角的探求。所谓直角,是指一条直线垂直立于另一条直线上并使邻角相等时所形成的角。于是木匠探求直角,是为了将木料彼此端正地拼合,正如建筑工[探求直角]是为了使柱子笔直立起一样,两者各自使用被称为阿尔法的工具来进行扶直。所谓阿尔法是一种直角三角形[规尺],他们将它的直角切合于竖起的木料或石块,并对着它将它们校直,借此将使它们笔直竖立,并且由于直正而在站立上变得稳固。但他们作为木匠和建筑工将这样去做。正如铅垂线也用于建筑工一样,他通过铅锤使工件与宇宙的中心成直角得以校正,并将墙壁笔直且不偏斜地竖立起来。对他们而言,关于直角的精确性大概只到这种程度,即他们对它的探求绝不超过对他们的工作有所助益的程度;而几何学家则探求直角的本质和性质,审查它是什么,以及它与锐角和钝角有何区别。因为他并不考察它是否对某种质料性的工作和成品有所助益,而是考察直角是什么以及它是怎样的,也就是说,它的本质是什么以及有什么属性属于它。因为除了事物的本质之外,还应当发现属于它们的属性以及随附之物。因为唯有这样,关于它们完全的知识才会归于我们。而这一点在文法学本身上也能够变得清楚。因为在学习依句法的言说之各个部分时,我们不仅将其划分为种,并且视情况划分为型,并审查诸如此类的事情,而且我们还探究其随附之物,以便以此为我们自己获得关于它们的完全的知识。同样的事情也发生在几何学图形上,在所有事物上也同样如此。因此,对于建筑工和木匠,应当要求关于直角的精确性达到当有需要时足以将加工物对着它校正的程度;而对于几何学家,则应当要求给出关于直角本身是什么及其随附之物的真理。因为他们的科学所标榜的正是对此进行沉思。

语法注2 条
  1. 1.101ὥσπερ καὶ ἡ κάθετος ἐν χρήσει τῷ οἰκοδόμῳ γίνεται κατ’ ὀρθὰς γωνίας πρὸς τὸ τοῦ παντὸς μέσον διὰ τῆς μολιβδίδος τὸ ἔργον εὐθύνοντι καὶ τὸν τοῖχον ἀνιστῶντι ὀρθόν τε καὶ ἀπαρέγκλιτον.

    该分句的骨干为 ἡ κάθετος ἐν χρήσει τῷ οἰκοδόμῳ γίνεται(“铅垂线用于建筑工”)。虽然有距离上的间隔,后附的与格分词 εὐθύνοντι(校正)和 ἀνιστῶντι(竖立)均与前面的与格名词 τῷ οἰκοδόμῳ 一致并修饰之。介词短语 κατ’ ὀρθὰς γωνίας πρὸς τὸ τοῦ παντὸς μέσον(“与宇宙的中心成直角”)说明了铅锤(μολιβδίς)使铅垂线沿重力方向垂直定向的特性。

  2. 1.101ἀπαιτητέον

    动形词 ἀπαιτητέον 构成无人称句,继承了支配双宾格的动词 ἀπαιτέω 的用法,同时支配表示被要求者的宾格(τοὺς μὲν οὖν οἰκοδόμους καὶ τέκτονας)和表示被要求内容的宾格(τὸ ἀκριβές)。在后半句与 τοὺς δὲ γεωμέτρας 相对的部分,被要求的内容则通过不定式短语(ἀποδιδόναι τὸ ἀληθές)来表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:73.21-74.27