← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§72.17-73.20

概括定义的补全与医术定义的分析

埃乌斯特拉提乌斯注解了亚里士多德关于定义的探求方法(1098a22–1098a25),通过雕像与原型、时间的协同以及技艺的发展,说明在勾画确立之后补足与分肢阐明细节是任何人都能做到的。随后,他以医术的定义和盖伦的《微小技术》为例阐释了定义的分析与详述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.99

" Δόξειε δ’ ἂν παντὸς εἶναι." Ἐν τοῖς ἀδήλοις φησὶ κατ’ οὐσίαν καὶ κεκρυμμένον τὸ τί ἐστιν ἔχουσι δυσχερὴς ἡ τούτου εὕρεσις. εἰ δέ τις ταῦτα καλῶς τῷ λόγῳ περιγράψει, ἤδη παντὸς ἂν εἴη τοῦ βουλομένου πλατῦναι αὐτά, ὡς ἀπὸ θεμελίου καὶ ῥίζης τινὸς ἀρχόμενος τῆς περιγραφῆς1 τοιοῦτον ὥσπερ εἴ τις ἄγαλμα ἰδὼν εὐτέχνως τὸ ἀρχέτυπον ἐκμιμούμενον, ἤδη μὲν ἀθρόον ἔχει τοῦ πρωτοτύπου τὸν χαρακτῆρα ὁρώμενον, εἶτ’ ἐξετάζων καθ’ ἕκαστον μόριον, ἀνευρίσκει τὴν ἰδέαν, ἀφ’ ἧς ἡ τοῦ ἀγάλματος διατύπωσις γέγονε, καὶ καταμανθάνει αὐτὸ ἀκριβῶς τῷ ἀρχετύπῳ παρατιθείς, ὅτι καλῶς καὶ προσφυῶς τῷ πρὸς ὃ γέγονεν ἐγκεχάρακται, πᾶσαν ἐκείνου μιμούμενον τὴν ἐμφάνειαν. ὡς γὰρ ἐπὶ τούτου ἡ δυσχέρεια πᾶσα τῆς μιμήσεως τῷ ἐργάτῃ τοῦ ἀγάλματος πρόσεστι, τὸ δὲ κρῖναι καὶ ἐξετάσαι, εἰ καλῶς ἡ μίμησις γέγονε καὶ εἰ τὴν δέουσαν ἀκρίβειαν φέρει πρὸς τὸ ἀρχέτυπον, ῥᾷον καὶ οὐ πολλοῖς δυσχερές, οὕτω καὶ ἐφ’ ὧν δυσεύρετον τὸ τί ἐστιν, ἡ πλείστη δυσκολία περὶ τὴν τοῦ λόγου ἐστὶν εὕρεσιν, ἡ δὲ τούτου ἀνερεύνησις καὶ διάρθρωσις καὶ ἐξέτασις, εἰ μὴ καλῶς ἀποδέδοται2 καὶ ἱκανῶς παριστᾷ τὸ ζητούμενον, οὐ πάνυ δυσχερής. δόξειε γὰρ ἄν, φησί, καὶ ὁ χρόνος εὑρετὴς ἢ συνεργὸς ἀγαθὸς εἶναι τῶν τοιούτων, ἤτοι τῶν συμβαλλομένων εἰς τὴν διάρθρωσιν. ἐκ γὰρ τῶν κατὰ χρόνον συμπιπτόντων πολλὰ προσλαμβάνομεν εἰς τὴν τῶν ἀφανῶν δήλωσιν. εἰπὼν δὲ εὑρετὴς ἐπήνεγκεν ἐπιδιορθούμενος ἢ συνεργός· οὐ γὰρ ἐφευρίσκει ὁ χρόνος ἀλλ’ ἄλλοθεν οὔσης τῆς αἰτίας, ἐξ ἧς τὰ ἐν τῷ χρόνῳ συμπίπτοντα γίνεται, συνεργεῖ καὶ ὁ χρόνος τοῖς ἐν χρόνῳ τὰ πράγματα ἐξετάζουσιν εἰς τὸ ἐκδηλότερον τὰ περὶ αὐτῶν λεγόμενα γίνεσθαι. οὕτω γὰρ καὶ αἱ τέχναι ἐκ βραχέων ἀρξάμεναι ηὐξήθησαν. ἑκάστης γὰρ τέχνης, εἴτε λογικῆς εἴτε πρακτικῆς, ὁ πρῶτος ἀρξάμενος βραχύ τι τῆς τέχνης ἐφεῦρε, πολλῶν δὲ καὶ ποικίλων συμπιπτόντων κατὰ τὸν χρόνον, ἐξ ὧν ἀνθρώποις τῆς τέχνης ἡ χρῆσις ἀναγκαία γίνεται, ἄλλα καὶ ἄλλα τοῖς προλαβοῦσι προσεύρηνται καὶ οὕτως ἡ αὔξησις γέγονε.

“而且这似乎是任何人都能做到的。” 他说,在那些就本质而言不明晰且“是什么”被隐藏的事物中,对此[是什么]的发现是困难的。但若有人用说明将其很好地勾画出来,那么,如同从勾画这一基础和根基出发一样,对它们加以扩展就已经是任何有意愿者都能做到的了;正如某人看到一座精妙地摹仿原型的雕像,已经一下子看到了原型的整体特征,随后逐一部分地进行审查,发现了使雕像的成形得以产生的形式,并通过将其与原型并置而精确地获悉,它乃是美好且切合于据以制成的原型而被雕刻出来的,摹仿了那原型的全部外貌。因为正如在这种情况下,摹仿的全部困难都在于雕像的制造者,而评判和审查摹仿是否造得很好、是否对原型具有应有的精确度,则较为容易且对多数人而言并非难事;同样,在那些“是什么”难以发现的事物上,最大的困难在于说明的发现,至于对其进一步的探寻、分肢阐明以及审查其是否被很好地给出并充分展现所探寻之物,则绝非十分困难。因为他说,时间似乎也是此类事物,即有助于分肢阐明之事的发现者或良好的协作者。因为根据随时间发生的偶合事件,我们获得了许多有助于阐明隐蔽之物的东西。他在说了“发现者”之后,又自我修正地补充道“或协作者”;因为时间并不自行发现,而是由于使时间中偶合的事件得以发生的起因另在他处,时间也协同那些在时间中考察事物的人,使关于它们所陈述的事情变得更为明显。因为诸技术也是这样从小处起步而增长的。因为在每门技术中,无论是理知的还是实践的,最初的开创者都只发现了该技术的微小部分,但随着时间中发生许多且多样的偶合事件,人们由此感到该技术的使用是必需的,于是在先前掌握的内容之外又不断发现其他内容,增长就是这样产生的。

§1.100

"Παντὸς γὰρ προσθεῖναι τὸ ἐλλεῖπον." Τῆς ἀρχῆς καταβληθείσης καὶ ἤδη λαβούσης τῆς ψυχῆς προσφυῆ τοῖς πράγμασι πρόφασιν, τὰ εἰσέτι λείποντα προσθεῖναι παντὸς ἂν εἴη τοῦ ἑπομένου καλῶς τῇ προκαταβεβλημένῃ ἀρχῇ. λέγει δὲ ἀναγραφὴν τὴν τοῦ ὅρου διάλυσιν3 καὶ τὴν τῶν ἑπομένων ἀνεύρεσιν τῇ οὐσίᾳ τοῦ ὁριστοῦ (ὁ γὰρ ὅρος περιγραφή, ἐν συντόμῳ δηλῶν τὴν οὐσίαν τοῦ πράγματος), οὕτως ἡ τούτου διάλυσις ἀναγραφὴ ἐν εὐρύτητι τὰ μέρη τοῦ ὅρου ἐξετάζουσα καὶ ἕκαστον τούτων δεικνύουσα καλῶς εἰλημμένον ἐν τῇ περιγραφῇ, οἷον ὡς ἐπὶ ἰατρικῆς. ἀποδεδομένης γὰρ αὐτῆς τέχνης ὑγιεινῶν καὶ νοσωδῶν καὶ οὐδετέρων, ὁ τὸν λόγον τουτονὶ διαλῦσαι βουλόμενος ἕκαστον μέρος τούτου λαμβάνων ἐξακριβοῦται καὶ δείκνυσιν εἰλημμένον ὀρθῶς εἰς παράστασιν τοῦ τί ἐστιν ἥδε ἡ τέχνη. ὃ καὶ Γαληνὸς ποιεῖ ἐν τῇ παρ’ αὐτοῦ ἐπιγραφομένῃ Τέχνῃ μικρᾷ ὅλην πραγματείαν ἀποτελῶν συνισταμένην ἐκ τῆς τοῦ ῥηθέντος ὅρου διαλύσεως.

“因为补足缺乏之物是任何人都能做到的。” 开端既然已经奠定,灵魂也已经在事实中获得了切合的由头,那么补足尚且缺乏的部分,将是任何能够很好地遵循预先奠定的开端之人都能做到的。他把对定义的分解以及对随从于受定义者之本质的诸属性的发现称为“详述”(因为定义是一种勾画,简要地表明事物的本质);同样,对此的分解是一种详述,在广度上审查定义的各部分,并表明其中的每一部分都在勾画中被很好地把握,例如在医术的情形中。因为在医术被界定为关涉健康、疾病和中性之物的技术之后,有意分解这一说明的人就会提取其中的每一部分予以严格考证,并表明它们被正确地把握以阐明这一技术是什么。盖伦在他题名为《微小技术》的著作中也正是这样做的,他完成了一整部由对上述定义的分解所构成的论著。

语法注3 条
  1. 1.99ὡς ἀπὸ θεμελίου καὶ ῥίζης τινὸς ἀρχόμενος τῆς περιγραφῆς

    主格分词 ἀρχόμενος 是一种符合语义的破格构文(anacoluthon),在逻辑上与不定式 πλατῦναι 的隐含施事者(或前文条件从句的主语 τις)相呼应,而未采取与 τοῦ βουλομένου 在语法上一致的属格形式。

  2. 1.99εἰ μὴ καλῶς ἀποδέδοται

    小词 εἰ 引导依赖于 ἐξέτασις 的间接疑问从句,否定词 μή 表达不确定性或审慎的反向考量(“是否被妥当给出”或“是否未被妥当给出”)。

  3. 1.100λέγει δὲ ἀναγραφὴν τὴν τοῦ ὅρου διάλυσιν

    双重宾格结构(λέγει ἀναγραφὴν τὴν τοῦ ὅρου διάλυσιν)。回应亚里士多德原文中的动词 ἀναγράψαι(1098a21),埃乌斯特拉提乌斯使用名词 ἀναγραφή 作为宾语,将其解释为定义的分析与阐明(διάλυσις)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:72.17-73.20