- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:71.11-72.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉条解释了幸福定义中的补充要点:依照“最优异的德性”(1098a17)并阐明实践智慧的统领地位,以及“在完满的一生中”(1098a18)的持久性条件与燕子比喻,最后总结了得出这一完整轮廓定义(1098a20)的推导过程。
" Εἰ δὲ πλείους αἱ ἀρεταί." Ἐπεὶ τὴν εὐδαιμονίαν κατ’ ἀρετὴν τῆς ψυχῆς ἐνέργειαν ἀποδέδωκεν, ἑνικῶς τὴν ἀρετὴν εἰληφώς (οὐ μία δέ ἐστιν, ἀλλὰ πλείους αἱ ἀρεταί),1 διὰ τοῦτο ταῦτα προσέθηκε, τῇ ἀρίστῃ τῶν ἀρετῶν καὶ τῇ κατ’ αὐτὴν ἐνεργείᾳ ἀπονέμων τὸ εὖ. αὕτη δ’ ἂν εἴη ἡ φρόνησις, ἣ τοῦ λογιστικοῦ τῆς ψυχῆς ἐστιν ἀρετή. τοῦτο δέ ἐστι τῶν μερῶν αὐτῆς τὸ ἐξαίρετον, προϊστάμενον μὲν τῶν ὑφειμένων καὶ κατορθοῦν καὶ μετ’ αὐτῶν τὰ προσήκοντα, ἐνεργοῦν δὲ καὶ καθ’ ἑαυτὸ τὰ οἰκεῖα καὶ μὴ ἀποπῖπτον τοῦ δέοντος.
“如果德性有多重。” 既然他把幸福界定为依照德性的灵魂活动,而将“德性”以单数形式取用(然而德性并非只有一种,德性乃是有多种),由于这一缘故,他补充了这些话,把“善”赋予诸德性中最优异者以及依其而行的活动。这应当就是实践智慧,它是灵魂的筹划部分的德性。因为这是灵魂各部分中卓越的部分,它统领从属的部分,即使与它们一道时也能正确达成恰当之事,同时又能由自身独立实践其特有的机能,而不偏离应当之事。
"Ἔτι δ’ ἐν βίῳ τελείῳ. μία γὰρ χελιδών." Ἑτέρα παρατήρησις, ἣν δεῖ φυλάττειν θεωρεῖν βουλομένους τὸ εὔδαιμον. δεῖ γάρ φησι τοῦτο ἐν βίῳ τελείῳ ἐκτείνεσθαι, ὡς μέχρι τοῦ τέλους τῆς παρούσης τοῦ ἀνθρώπου ζωῆς τὴν τοιαύτην ἐνέργειαν ἀνένδοτον ἐπεκτείνεσθαι. ὡς γὰρ χελιδὼν ἄγγελος ἔαρος οὖσα οὐκ ἀρκεῖ μία πρὸς τὴν τῆς ὥρας ταύτης σημείωσιν ἀλλὰ δεῖ πολλὰς φανῆναι, ἵνα δι’ αὐτῶν τὸ τῆς ὥρας γνωρίσωμεν εὔκρατον, αἴτιον γινόμενον ἀναζωώσεως τῷ τοιούτῳ ζῴῳ παντὶ ἐν παραβύστῳ ὑποκειμένῳ νεκρῷ διὰ τὸ χειμέριον ψῦχος,2 ἔτι δὲ οὐδὲ μία ἡμέρα ἀλλ’ ὁ χρόνος ἅπας ὁ τῇ παρατάσει τῆς ὥρας ταύτης ἁρμόδιος, οὕτως οὐδὲ μακάριον καὶ εὐδαίμονα μία ἡμέρα ἢ ὀλίγος χρόνος ποιεῖ, ἀλλὰ δεῖ διὰ τέλους παραμένειν κατορθουμένην τὴν τοιαύτην ἐνέργειαν, ἵν’ οὕτω τῷ καλῶς βιοῦντι ἀληθῶς τὸ μακάριον ἐπιλέγοιτο.
“而且,在完满的一生中;因为一燕[不成春]。” 这是希望考察幸福境界的人必须遵守的另一项准则。因为他说,这必须在完满的一生中延伸,以使这种活动不松懈地延伸直到人当下生命的终点。正如作为春天的使者的一只燕子不足以标志这一季节,而是必须有多只燕子出现,从而我们能够通过它们认识到该季节温和的气候——这成为使所有因冬日严寒而潜伏如死尸的此类动物复苏的起因——此外,甚至仅有一日也是不够的,而是需要适合这一季节持续时间的全部时间;同样,并非仅凭一日或短暂的时光就能使人享福和幸福,而是需要这种活动自始至终被正确完成并持守下去,以便能够真正对生活得美好的人称其为“享福的”。
"Περιγεγράφθω μὲν οὖν τὸ ἀγαθὸν ταύτῃ." Προθέμενος εἰπεῖν τί ἐστιν εὐδαιμονία περιῆλθε μὲν πολλὰ πρότερον τὰ προσόντα τῇ εὐδαιμονίᾳ συνάγων ἀπὸ κοινῶν ἐννοιῶν καὶ τῶν δοκούντων τοῖς πλείοσι καὶ τοῖς ἐπιεικεστέροις καὶ τοῖς σοφοῖς, εἶτα ἐγγίσας τῇ εὐδαιμονίᾳ καὶ τῶν αὐτῆς οἰκειοτέρων δραττόμενος ἦλθε μέχρι τῆς ζωῆς. καὶ πολλῶν οὐσῶν ζωῶν, αἳ τῷ ἀνθρώπῳ πρόσεισι, τὰς μὲν κοινὰς εἴτε φυτοῖς εἴτε ζῴοις παρῃτήσατο ὡς ἀνοικείας πρὸς τὴν τοῦ ζητουμένου λόγου ἀπόδοσιν καὶ λοιπὸν ὑπελίπετο ζωῆς εἶδος τὸ λόγον ἔχον καὶ διανοούμενον. τοῦτο δὲ διχῇ διελὼν εἰς τὸ κατὰ δύναμιν καὶ τὸ κατ’ ἐνέργειαν, τὸ δεύτερον ἐξελέξατο ὡς τελειότερον καὶ ἐφαρμόζον τῇ τελειότητι, ἤτοι τῇ εὐδαιμονίᾳ. ᾧ προσθεὶς τὸ σπουδαῖον τὸν ὁρισμὸν ἀπετέλεσεν, λαβὼν ὡς ἀκόλουθον τό τε ἄριστον καὶ τὸ διὰ βίου τελείου· ὡς εἶναι τοιάνδε τὴν ὅλην περιγραφήν, εὐδαιμονία ἐστὶ ψυχῆς ἐνέργεια γινομένη κατὰ τὴν ἀρίστην ἀρετὴν ἐν βίῳ τελείῳ. περιγραφὴν δὲ ταύτην ἐκάλεσεν, ὥς τινα κύκλον οὖσαν καὶ ἐντὸς ἑαυτῆς τὸ ἀνθρώπινον ἀγαθὸν περικλείουσαν,3 πολλαχόθεν μὲν συναγόμενον καὶ ἐκ πολλῶν ἀναφαινόμενον, ἃ περὶ αὐτοῦ ἐξετάζων περιελήλυθεν, ὡς ἐν βραχεῖ δέ τινι τῷ λόγῳ περικλειόμενον, ὃν καὶ ὑποτύπωσιν ὠνόμασεν, ὡς ἄγαλμά τι καὶ εἰκόνα ὄντα, δι’ οὗ τὴν εὐδαιμονίαν χαρακτηρίζομεν τί ἐστιν, ἣν καὶ ἀναγράφων ἑξῆς παρίστησιν ὡς καλῶς καὶ προσφυῶς ἀποδέδοται.
“因此,就让善以此种方式被勾画出来。” 他在着手说明幸福是什么时,此前巡行考查,从普遍概念以及多数人、较为审慎者和智者们的意见中,汇集了归属于幸福的诸多性质;随后他靠近了幸福,把握住更为切近其本性的事物,来到了生命。尽管属于人的生命有多种,他排除了无论是植物还是动物共有的生命,认为它们不适合用于给出所探寻的定义,从而留下了具有理性并进行思考的生命形式。他又将此形式一分为二,区分为潜能方面的和活动方面的,并选取了后者,因其更为完满且符合完满性即幸福。在此之上他加上了优秀,从而完成了定义,并将最优异者和贯穿完满的一生作为推论一并采纳;以至于整体的勾画规定呈现为如下形式:幸福是在完满的一生中依照最优异的德性而发生的灵魂活动。他之所以把这称为勾画,是因为它好似一个圆,在自身之内包围了人的善;这善虽然是从多方面汇集而来,并从他在考查它时所巡历的许多事物中显露出来,却被封闭在一个简短的说明之中,他也将这一说明称为雏形,就如同一尊雕像和肖像,我们借此描绘幸福是什么;而他在后文将其记述下来时,表明它是被多么出色且恰切地提出来的。
- 1.96οὐ μία δέ ἐστιν, ἀλλὰ πλείους αἱ ἀρεταί
针对上文 ἑνικῶς τὴν ἀρετὴν εἰληφώς 的插入式对比从句。小词 δέ 在原因从句 ἐπεί... 内部用于立即限定对德性的单数把握,从而引出后面的主句 διὰ τοῦτο ταῦτα προσέθηκε。
- 1.97αἴτιον γινόμενον ἀναζωώσεως τῷ τοιούτῳ ζῴῳ παντὶ ἐν παραβύστῳ ὑποκειμένῳ νεκρῷ διὰ τὸ χειμέριον ψῦχος
中性宾格 αἴτιον 与前文的名词短语 τὸ τῆς ὥρας ... εὔκρατον(该季节温和的气候)构成同位语。与格 τῷ τοιούτῳ ζῴῳ παντί 作 ἀναζωώσεως(或 αἴτιον)的关涉与格,并由分词短语 ὑποκειμένῳ νεκρῷ(“如死尸般躺卧着”)所修饰。
- 1.98περιγραφὴν δὲ ταύτην ἐκάλεσεν, ὥς τινα κύκλον οὖσαν καὶ ἐντὸς ἑαυτῆς τὸ ἀνθρώπινον ἀγαθὸν περικλείουσαν
句首的 περιγραφήν 是动词 ἐκάλεσεν 支配的谓语宾格,其直接宾语为 ταύτην(“称此为一个勾画”)。后面的 ὡς 表示理由或意图,引导与 ταύτην 在格位上一致的宾格分词 οὖσαν 和 περικλείουσαν。
