- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:70.4-71.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《尼各马可伦理学》1098a12–15。埃乌斯特拉提奥斯解释了为何人的功能要出色发挥必须具备特有的德性,并从对善的持续坚持以及活动自身的生成过程这两个角度,阐明了为何在幸福的定义中使用“成为”(γίνεται)而非“是”(ἔστι)。
" Εἰ δ’ οὕτως." Τουτέστιν, ἐὰν ὑφ’ ἑκάστου ἔργου καὶ πράξεως τοῦ σπουδαίου τὸ εὖ ἐστιν, ἔθεμεν δὲ καὶ ἀνθρώπου ἔργον ζωήν τινα, ἥ ἐστιν ἐνέργεια καὶ πρᾶξις τῆς ψυχῆς μετὰ λόγου γινομένη, ὡς ἐπὶ τῶν ἄλλων τοῦ σπουδαίου ἦν τὸ εὖ τὸ οἰκεῖον ἔργον ἀποτελεῖν, οὕτω καὶ ἐπὶ τῆς μετὰ λόγου [καὶ] ἐνεργείας τῆς ψυχῆς τὸ εὖ αὐτὴν ἔχειν τοῦ κατ’ αὐτὴν σπουδαίου ἐστὶ καὶ τοῦτό ἐστι τὸ τέλος καὶ τὸ τέλειον. ἴσως δ’ ἄν τις ζητήσαι, εἰ ἐνδέχεται μετὰ λόγου ἐνεργοῦντά τινα μὴ εὖ ἐνεργεῖν, ἄλλο δὲ τὸ εὖ μετὰ λόγου. δόξειε γὰρ ἂν ἴσως πᾶσαν ἔχειν τὸ εὖ τὴν μετὰ λόγου ἐνέργειαν. ἀλλ’ εἰ τοῦτο ἦν, οὐκ ἄν ποτε ὁ λόγος ἡμάρτανε τοῦ προσήκοντος, ἀλλ’ ἐπεὶ τὸ μὴ ἁμαρτάνειν τῶν ἔξω σώματος πάντῃ καὶ γενέσεως,1 ὁ δὲ λόγος ὁ ἀνθρώπινος μετὰ τούτων ἐστίν, ἔστ’ ἂν ἡ ψυχὴ τῷ σαρκίῳ συνδέδεται, καὶ πολλὰ ἐκ τούτου αὐτῇ τὰ ἐμπόδια, πολλῆς δεῖ γυμνασίας καὶ πείρας καὶ χρόνου μακροῦ καὶ πόνου ἐνδελεχοῦς, ὥστε ἐν ἕξει τινὰ γενέσθαι τοῦ εὖ ἐνεργεῖν ἐν ἅπασι καὶ κατορθωτικὸν τῶν δεόντων ἐν τοῖς ἔργοις φαίνεσθαι. διὸ οὐδ’ ἀπαγορευτέον ἁπλῶς τὸ ἁμαρτάνειν ἐνδέχεσθαί ποτε καὶ τὴν μετὰ λόγου ἐνέργειαν. ἕκαστον δ’ εὖ φησι κατὰ τὴν οἰκείαν ἀρετὴν ἀποτελεῖται. ὥσπερ ἀρετὴ τεχνίτου ἡ κατὰ τέχνην τελειότης καὶ ἡ κατ’ αὐτὴν ἐνδεχομένη ἀκρίβεια ἀναλόγως τῷ ὑποκειμένῳ γένει καὶ τῇ μεθόδῳ, ἥτις περὶ αὐτὸ καταγίνεται· καὶ ἐκ ταύτης τὸ εὖ ἐν τοῖς ἔργοις πέφυκε περιγίνεσθαι, οὕτω καὶ ἀρετὴ ἀνθρώπου ἡ κατὰ τὴν λογικὴν ψυχὴν τελειότης καὶ κατ’ αὐτὴν ἐν τοῖς ἔργοις τοῦ ἀνθρώπου ᾗ ἄνθρωπος τὸ εὖ περιγίνεται τῆς κατ’ ἀρετὴν ἕξεως τὸ εὖ ἐχούσης ἐν ταῖς ἐνεργείαις καὶ ταῖς προχειρίσεσιν.
“如果是这样。” 也就是说,如果在每一功能和实践中,“出色地/善于”属于优秀之人,而我们也已经把人的功能设定为某种生命,即灵魂伴随理性而发生的活动与实践,那么,正如在其他事物中出色地完成特有功能属于优秀之人一样,在灵魂伴随理性的活动中,该活动具有“善”也属于依此活动而言的优秀之人,而这就是目的与完满者。但或许有人会问,一个伴随理性而活动的人是否有可能不善于活动,而出色地活动是否不同于伴随理性活动。因为人们或许会认为,一切伴随理性的活动都具有“善”。但如果真是这样,理性就绝不会偏离恰当之事;然而,既然不偏离属于完全处于身体与生灭之外的事物,而人的理性在灵魂与肉体结合的期间伴随着这些事物,灵魂因此而有诸多障碍,所以需要大量的操练、经验、长久的时间和持久的劳作,以便人在一切事物中处于善于活动的状态,并在实践中表现出能正确达成应当之事。因此,绝不能简单地否定伴随理性的活动有时也会出现差错。他又说,每一事物都是依其特有的德性而出色地被完成的。正如工匠的德性是依照技艺的完满性,以及依照该技艺并根据其基础对象所属的属和处理该对象的探究法而可能达到的精确性,且“出色”由此自然产生于产品之中,人的德性同样也是依照理性灵魂的完满性,依照这种德性,在人作为人的功能中产生出“善”,这是因为依德性的状态在各项活动与运用中具有“善”。
"Εἰ δ’ οὕτω, τὸ ἀνθρώπινον ἀγαθὸν ψυχῆς ἐνέργεια." Ὡς ἐκ περιόδου τὴν περὶ τῆς εὐδαιμονίας συναγαγὼν ἔννοιαν, νῦν τὸν περὶ αὐτῆς ἀποδίδωσι λόγον. οὐκ εἶπε δὲ ψυχῆς ἐνέργεια ‘ἔστιν’, ἀλλὰ γίνεται διὰ τὸ μηδέποτε ἵστασθαι ὀφείλειν τὸν τέλειον ἄνθρωπον ἐκ τοῦ ἀγαθοῦ ἀλλὰ διὰ παντὸς ἐμμένειν αὐτοῦ ἀντεχόμενον. τὰ γὰρ σωφρονικὰ καὶ ἀνδρεῖα καὶ δίκαια ἔστι καὶ ἐσθίοντα ἐπιδείκνυσθαι2 καὶ ὁμιλοῦντά τισι καὶ ὑπνοῦντα καὶ πᾶν ὁτιοῦν μετερχόμενον, ὡς ἔχοντα τοῦ εὖ ἐν πᾶσιν ἀναφαίνεσθαι, καὶ μηδενὸς ὄντος τῶν ἡμετέρων, ὃ μὴ τὸ εὖ πέφυκε καὶ τὸ κακῶς ἐπιδέχεσθαι, τῆς ἀρετῆς καὶ τῆς κακίας δυναμένης ἐν πᾶσιν ἐνδείκνυσθαι. καὶ παραδείγματα τούτων ἔστι λαβεῖν ἀφ’ ἑκάστου τῶν φαύλως ἢ σπουδαίως ἐν τῇ παρούσῃ διαγόντων ζωῇ. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν τὸ γίνεται, ἐπεὶ τῶν πραγμάτων τινὰ ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι, ὡς ἐν τῷ θεάτρῳ ἀγὼν καὶ ἡ ἡμέρα καὶ ὁ ἐνιαυτός. τούτων γὰρ ἕκαστον ὅλον μὲν ὡς ὅλον οὐκ ἀπηρτισμένον ὑφίσταται, κατὰ μέρος δὲ γινόμενον ἀποτελεῖται παρερχομένων τῶν μερῶν. οὕτω καὶ ἡ ἐνέργεια· καὶ γὰρ καὶ αὐτῆς τὸ μὲν γεγονὸς ἤδη παρῆλθε, τὸ δ’ ἐπιγίνεται μετ’ ἐκεῖνο καὶ ἐφεξῆς οὕτως, καὶ οὐδέποτε ὁλόκληρος ἵσταται ἀλλὰ κατὰ μικρὸν ἀπαρτίζεται. διὸ καὶ περὶ αὐτῆς οὐκ ἔστιν οἰκεῖον εἶναι εἰπεῖν ἀλλὰ γίνεσθαι.
“如果是这样,人的善[便成为]灵魂的活动。” 他在经历了一番迂回而总结出关于幸福的概念之后,现在给出了关于它的定义。然而他并没有说人的善“是”灵魂的活动,而是说“成为”,这是因为完满的人绝不应当从善中停歇下来,而应当始终坚守并执持于善。因为节制、勇敢和公正的品行,即便在进食、与人交往、睡眠以及从事任何事情时都可以展现出来,从而在一切事情中显现出具有“善”,并且在我们的一切事务中,没有一件是在自然本性上不能兼纳“善”与“恶”的,德性与恶行能够在一切事情中表现出来。人们可以从在当下生活中过得劣拙或卓越的每一个人身上获得这些例证。关于“成为”这个词,还可以有另一种解释,因为有些事物是在生成之中拥有其存在的,例如剧场中的竞赛、日子以及年岁。因为这些事物中的每一者都不是作为一个整体完整地立足存在,而是在各部分相继流逝中一部分一部分地生成而告完成的。活动也是如此;因为甚至对于活动本身而言,已经生成的部分已经流逝,另一部分在其后随之生成,如此相继,它绝不作为完整的整体停驻,而是一点一点地趋向完成。因此,关于活动而言,说它“存在”并不恰当,而说它“成为”才是恰当的。
- 1.94τῶν ἔξω σώματος πάντῃ καὶ γενέσεως
带有省略系词 ἐστί 的表语属格(所属属格)。以带定冠词的中性单数不定词短语 τὸ μὴ ἁμαρτάνειν(不犯错)为主语,表示“不偏离属于完全处在身体和生灭之外的存在者所特有的属性”。
- 1.95ἔστι καὶ ἐσθίοντα ἐπιδείκνυσθαι
非人称动词 ἔστι(相当于 ἔξεστι,“能够/可以”)支配不定词 ἐπιδείκνυσθαι,并以宾格分词 ἐσθίοντα(与后文的 ὁμιλοῦντα、ὑπνοῦντα、μετερχόμενον 并列)作为该不定词的逻辑主语,用于指代泛指的人(“人们甚至在进食时也能展现出……”)。
